Ἀλλὰ δέχομαι, τὴν Ἀρετὴν ἡ Θεοπάτρα ἔφη φάναι, καὶ πάσας ἐπαινῶ· κράτιστα γὰρ δή, κἂν οὕτω μὴ φανερῶς, ἀλλὰ μετὰ σπουδῆς
τὰ λεχθέντα δεχομένη διεξελήλυθας, οὐ γλυκυμυθίαν πρὸς τέρψιν ·τῶν
279
ἀκουόντων συσκευασαμένη , ἀλλὰ πρὸς ἐπανόρθωσιν ὑπόμνημα καὶ νῆψιν. προτάττειν γὰρ τῶν ἐμῶν ἐπιτηδευμάτων ἁγνείαν ὁ λέγων δεῖν καὶ ἀσπάζεσθαι πρώτην τῶν ἄλλων ὀρθῶς παρακελεύεται· ἥν τιμᾶν μὲν νομίζουσι καὶ θεραπεύειν πολλοί, τιμῶσι δ' αὐτὴν ὡς
ἔπος εἰπεῖν ὀλίγοι. οὐ γὰρ ὁπόταν τὴν ἑαυτοῦ σάρκα τῆς κατὰ συνουσίαν ἄγευστον ἡδονῆς φιλοτιμῆται τηρεῖν ἄνθρωπος, τῶν ἄλλων μὴ κρατῶν, ἁγνείαν τιμᾷ· ἀτιμάζει μὲν οὖν αὐτὴν μᾶλλον οὐχ ἥκιστα βαναύσοις ἐπιθυμίαις, ἡδονὰς ἀντικαταλλασσόμενος ἡδοναῖς. οὐδέ γε ὁπόταν πρὸς τὰς ἔξω μὲν ἐπιθυμίας διαπονῇ
280
καρτερῶν, ὑπεραίρηται
δὲ φυσιούμενος, αὐτῷ δὴ τούτῳ τῷ δύνασθαι τῶν τῆς σαρκὸς ὑπεκκαυμάτων κρατεῖν, καὶ πάντας ὡς οὐδὲν ἐξουδενῶν ἡγῆται, ἁγνείαν τιμᾷ · ἀτιμάζει γὰρ αὐτὴν ὑβρίζων ὑψηλοφροσύνῃ, τῷ τὸ μὲν ἕξωθεν τοῦ
1
2
πίνακος καθαίρειν καὶ τῆς παροψίδος, τὴν σάρκα, τὸ σῶμαι τὴν Τε καρδίαν τύφῳ σίνεσθαι καὶ φιλοδρατίᾳ. οὐδέ γε ὁπότε ἀναβρύνεταί τις χρήμασι, τιμᾶν αὐτὴν σπουδάζει· ἀτιμάζει μὲν οὑν παντὸς μᾶλλον δὲ καὶ οὑτος, προκρίνων αὐτῆς ὀλίγον κέρδος, ἡς οὐδὲν ἀντάξιον τῶν
ἐν τῷ τιμίων· »πᾶς« γὰρ πλοῦτος πλοῦτος ἐνώπιον αὐτῆς καὶ »χρυσὸς« ὡς »ψάμος ἀλίγη«. οὐδέ γε ὁ ἑαυτὸν ὑπερφυῶς ὑγούμενος φιλεῖν καὶ τὸ ἑαυτῷ μόνῳ συμφέρον σπουδάζων σκοπεῖν, ἄφροντις δὲ τῶν
281
πλησίων, ἁγνείαν τιμᾷ· ἀτιμάζει μὲν οὖν αὐτὴν καὶ οὗτος· πολὺ γὰρ λείπεται τῶν κατ' ἀξίαν ὁμιλούντων αὐτῇ. τῷ τὴν ἀγάπην αὐτῆς
καὶ τὸ συμπαθητικὸν καὶ τὸ φιλάνθρωπον λωβήσασθαι. οὐ γὰρ τῇδε μὲν ἁγνεύοντας παρθενεύειν δεῖ, τῇδε δὲ κακοπραγοῦντας χραίνεσθαι καὶ ἀκολασταίνειν , οὐδὲ τῇδε μὲν ἐπαγγέλλεσθαι καθαρεύειν καὶ σωφρονῖν, τῇδε δὲ μολύνεσθαι καὶ ἁμαρτάνειν, οὐδ' αὖ τῇ μὲν ὁμολογεῖν μὴ πεφροντικέναι τῶν κοσμικῶν , τῇ δὲ κτᾶσθαι καὶ ἐν
αὐτοῖς ἐξετέζεσθαι., ἀλλὰ πάντα τὰ μέλη φθορᾶς ἀκοινώνητα
282
καὶ ἀμιγῆ τηρεῖν, οὐ μόνον τὰ κνησμώδη καὶ συνουσιαστικά, ἀλλ’ ἤδη καὶ τὰ τούτων ἐνεργέστερα. χλεύη γὰρ τὰ μὲν τῆς παιδοποιήσεως ὄργανα τηρεῖν παρθένα, τὴν δὲ γλῶτταν μὴ τηρεῖν, ἢ τὴν γλῶσσαν μὲν τηρεῖν παρθένον, τὴν δὲ ὅρασιν ἢ τὴν ἀκοὴν ἢ τὰς χεῖρας μὴ
τηρεῖν, ἢ ταῦτα μὲν ἔχειν κοὶ τηρεῖν παρθένα, τὴν καρδίαν δὲ μὴ τηρεῖν , ἀλλ’ ἑταιρίζεσθαι τύφῳ καὶ θυμῷ. δεῖ γὰρ πάντως τὸν μέλλοντα μὴ ἁμαρτήσεσθαι περὶ τὴν ἄσκησιν τῆς ἁγνείας τὰ μέλη πάντα καὶ τὰ αἰσθητήρια τηρεῖν ἑαυτοῦ καθαρὰ καὶ συνεσφιγμένα καθάπερ δὴ καὶ πλοίων ὧν] οἱ κυβερνῆται τὰς ἁρμογὰς σφίγγουσι,
283
πρὸς τὸ μὴ σχεῖν ἔσω δίοδον τὴν ἁμαρτίαν ἐπεισχεομένην. τοῖς γὰρ μεγάλοις ἐξ ἀνάγκης ἐπιτηδεύμασι μεγάλα καὶ τὰ πταίσματα συμβαίνει, καὶ τῷ ὄντι τῷ ἀγαθῷ μᾶλλον ἐναντιώτερον τὸ κακὸν ἢ τῷ
3
4
5
μὴ ἀγαθῷ. πολλοὶ οὖν δοξάζοντες τὸ περὶ τὰς οἰστρώδεις μᾶλλον καρτερεῖν ἐπιθυμίας εἶναι τὴν ἁγνείαν, τῶν ἄλλων ἀμελήσαντες αὐτῆς ἔπταισαν καὶ τοῖς ὀρθῶς πρὸς αὑτὴν ὡρμημένοις προσῆψαν φόγους, οὕς ὑμεῖς ἀλέγξατε, νόμος διὰ πάντων, αὐταὶ γὰρ] παρθενεύσασαι
καὶ ἔργῳ καὶ λόγῳ. καὶ τὰ μὲν δὴ τῆς παρθένου, ποταπὴν εἶναι προσῆκε, διεγράφη· ὐμᾶς δὲ διαρκῶς ἀγωνισαμένας τῷ λόγῳ αὐτήκοος γενομένη πάσας αποφαίνομαι νικᾶν καὶ στέφω, Θέκλαν Ι δὲ τῷ μείζονι στεφάνῳ καὶ δασυτέρῳ ὡς πρώτην ὑμῶν καὶ μεγαλοπρεπέστερον
284
ἐκλάμψασαν.
Ταῦτα οὖν εἰποῦσαν ἔφη κελεῦσαι πάσας ἀναστῆναι τὴν Ἀρετὴν ἡ Θεοπάτρα, καὶ στάσας ὑπὸ τὴν ἄγνον εὐχαριστήριον πρεπόντως ὕμνον ἀναπέμψαι τῷ κυρίῳ , ἐξάρχειν δὲ τὴν Θέκλαν καὶ προϋφηγεῖσθαι. ὡς οὖν ἀνέστησαν, τὴν Θέκλαν μέσην μὲν τῶν παρθένων ἔφη, ἐκ δεξιῶν δὲ τῆς Ἀρετῆς στᾶσαν κοσμίως ψάλλειν, τὰς δὲ λοιπὰς
ἐν κύκλῳ καθάπερ ἐν χοροῦ σχῆματι συστάσας ὑπακούειν αὐτῇ.
ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.
ἀγερσίνεκρος ἀχος ἠλθε
285
νυμφίῳ λέγων
6
7
πασσυδὶ ὑπαντάνειν λευκαῖσιν ἐν στολαῖς καὶ λαμπάσι πρὸς ἀντολάς· ἔγρεσθε πρὶν φθάσῃ μολεῖν εἴσω θυρῶν ἄναξ.
<Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Βροτῶν παλυστένακτον ὄλβον ἐκφυγοῦσα βίου τρυφῆς ἁδονὰς ἔρωτα, σαῖς ὑπ' ἀγκάλαις ζωηφόροις ποθῶ σκέπεσθαι καὶ βλέπειν τὸ σὸν κάλλος διηνεκῶς, μάκαρ.
<Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Γάμων λιποῦσα θνητὰ λέκτρα καὶ . . ἄναξ, διὰ σὲ πολύχρυσον, ἠλθον ἀσπίλοις ἐν εἴμασιν, ὅπως φθάσω κἀγὼ πανολβίων
θαλάμων εἴσω σὺν σοὶ μολεῖν.
<Ὑπ.> ἁγνεύω σοι καὶ φαεσφόρους φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.
<Ψ.>
286
Δόλους δράκοντος <ἠλθον> ἐκψυγοῦσα μυρίους, μάκαρ, θελδτηρίους· ἔτλην δὲ καὶ πυρὸς φλόγα
καὶ θηρίων ἀνημέρων ὁρμὰς βροτοφθόρους, σὲ προσμένουσ' ἀπ' οὐρανῶν.
<῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Ἐλαθόμην πάτρας, ποθοῦσα σὴν χάριν,
ἐλαθόμην <καὶ> παρθένων ὁμηλίκων χορούς,
8
9
μητρός τε καὶ γένους φρύαγμα· πάντα γὰρ σύ μοι αὐτὸς σύ, Χριστἐ, τυγχάνεις.
<Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> > Ζωῆς Χριστέ, τυγχάνεις,] χαῖρε φῶς ταύτην δέδεξο τὴν βοήν· χορός σε παρθένων προσεννέπει, τέλειον ἄνθος, ἀγάπη, χαρά, φρόνησις, σοφία, λόγε.
<Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
νυμφίε, ὑπαντάνω σοι.
<Ψ.>
287
Ἠνοιγμέναις θύραις, ἄνασσα φαιδρόκοσμε, ἐδέξω θαλάμων εἴσω χ' ἠμᾶς, ἀχραντόσωμε, Καλλίνικε νύμφα, καλλίπνου· ὁμόστολοι παρήμεθα Χριστῷ, πανόλβιον
μέλπουσαι σὸν γάμον, θάλος.
<Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Θρηνοῦσι νῦν βαρύστονοι κόραι πυλῶν νυμφῶνος ἔξω καὶ βοῶσι γοερῶς, ὅτι
τὸ λαμπάδων ἀποοβέσασαι φῶς οὐκ ἔφθασαν χαρᾶς ταμεῖον εἰσιδεῖν.
<Ὑπ.> ἁγνεύω σοι καὶ φαεσφόρους φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.
288
<Ψ.> Ἱρᾶς ὁδοῦ γὰρ ἐκτραπεῖσαι πρὸς βίου
κτήσασθ’ ἔλαιον ἠμέλησαν ἄθλιαι πλέον· νεκρὰς δὲ φλογεροῦ πυρὸς φέρουσαι λαμπάδας στένουσιν ἔνδον ἐκ φρενῶν.
<Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Κροτῆρες ἁδυπληθέες πρόκεινται νέκταρος· πίνωμεν· οὐράνιόν ἐστι πόμα, παρθένοι,
10
11
ὁ νυμφίος ὅπερ τέθεικε τοῖς μετ' ἀξίας εἰς τὸν γάμον κεκλημένοις.
<῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Λαμπρῶς σου τὸν <φονὸν> Ἄβελ ἔλεξεν αὑματοσταγὴς βλέπων εἰς οὐρανόν. ἀνηλεῶς με συγγόνου τετρωμένον χειρὶ δέξαι, λιτάζομαι, λόγε.
<Ὑπ.> ἁγνεύω σοι καὶ φαεσξόρους φαεσφόρους
νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Μέγιστον ἀθλον ὁ κάρτερος σου παῖς, λόγε, Ἰωσὴφ ἀνείλετο· γυνὴ γὰρ αὐτὸν εἰς ἄθεσμα λέκτρα βιαίως εἷλκε φλογωμένη πόθοις, ὁ δ’ οὐδὲν ἐντραπεὶς
ἔφευγε γυμνὸς ἐκβοῶν·
<῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.
<Ψ.>
289
Νεοσφαγῆ ὁ Ἰεφθάε κόρην ἀνῆγε θυσίαν θεῷ,
ἄπειρον ἄπειρον ἀμφὶ βωμὸν ἀμνάδος δίκην ἡ δ' εὐγενῶς σου τὸν τύπον τῆς σαρκός, ὦ μάκαρ, τελοῦσ' ἔκραζε καρτερῶς·
<῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντόνω σοι.
<Ψ.> Ξένων στρατηλάταν ὄχλων εὔτολμος εὐστόχοις Ἰουδὴθ δόλοις καρατόμησε, κάλλεος τύποις
12
13
θέλξασα τοῦτον, οὐ χράναντα σώματος μέλη, νικαφόροις δ’ ἔφη βοαῖς·
<Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Ὁρῶντες εἶδος εὐπρεπὲς ὑφῆς δύο Σουσάννας, ἐμμανεῖς ἔρωτι λέξαν· ὠ γύναι, κρυπτῶν [σου] γάμων λέχη ποθοῦντες ἥκομεν, φίλα. ἡ δ’ ἐντρόμοις ἴφη βοαῖς·
<Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
νυμφίε, ὑπαντάνω σοι.
<Ψ.>
290
Πολλῷ με κατθανεῖν ἄμεινόν ἐστιν ἢ λέχη προδοῦσαν, ὠ γυναιμανεῖς, ὑμῖν αἰωνίαν δίκην ὑπ΄ ἐμπύροις θεοῦ τιμωρίαις παθεῖν· σῶσόν με, Χριστέ, τῶνδε νῦν.
<Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόροις νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Ῥοαῖς καθαρσίοις λούων πλήθη βροτῶν ὁ πρόδρομος ἀνόμως κακοῦ πρὸς ἀνδρὸς εἰς σφαγὴν ἤχθη δι’ ἁγνείαν, λύθρῳ δὲ φοινίω̣ κόνιν
δεύων ἔκραζέ σοι, μάκαρ·
<῾Υπ> ἁγνεύω σοι καὶ φαεσφόρους φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Σοῦ καὶ ζωητόκος χάρις ἄθικτος,] ἄτεγκτος, ἀσπίλους τὰς σὰς γονὰς ἐν ἀσπόρῳ φέρουσα νηδύι,
μορφὴν ὑπέσχεν ὡς προδοῦσα λέκτρα παρθένος· ἔλεξε δ' ἔγκυος, μάκαρ·
<῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Τὴν σήν, μάκαρ, γαμήλιον
291
ποθοῦντες ἁμέραν
ἰδεῖν, ὅσους ἄνωθεν αὐτὸς ἀγγέλων ἅναξ κέκληκας, ἥκουσιν μέγιστα δῶρά σοι, λόγε, φέροντες ἀσπίλοις στολαῖς.
14
15
<῾Υπ.> ἁγνεύω σοι καἰ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Ὑμνοις, μάκαιρα θεόνυμφε, θαλαμηπόλοι αἱ σαὶ γεραίρομεν σὲ νῦν, ἄθικτα παρθένε,
ἐκκλησία χιονόσωμε, κυανοβόστρυχε, σῶφρον, ἄμωμ΄, ἀρασμία.
<῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Φθορὰ πέφευγε καὶ νόσων πόνοι δακρυσταγεῖς,
θάνατος ᾐρέθη, ὄλωλε πᾶσα ἀφροσύνη, λύπη τέθνηκε τηξίφρων, ἔλαμψε δ' ἠ τοῦ] θεοῦ Χριστοῦ] χαρὰ βροτοῖς ἄφνω πόλιν.
<῾Υπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Χῆρος ὁ] βροτῶν παράδεισός ἐστιν πάλιν γὰρ αὐτὸν ἐκ θείας ὤσπερ
292
τὸ πρὶν ταγῆς οἰκεῖ τέχναις ὁ ποικίλαις δράκοντος ἐκπεσών, ἄφθαρτος ἄφοβος, μάκαρ.
<Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους
νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Ψάλλων τὸ καινὸν ᾆσμα νῦν χορός σε καθιστάνει πρὸς οὐρανούς, ἄνασσα, φῶς ὅλη, ἐστεμμένος λευκοῖς κρίνων κάλυξι καὶ φλόγας χερσὶ σελασφόρους φέρων.
<Ὑπ.> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους νυμφίε, ὑπαντάνω σοι.
<Ψ.> Ὠ τὰς ἀχράντους οὐρανοῦ, μάκαρ, ναίων ἄναρχε, πάντα συγκροτῶν αἰωνίῳ κράτει, δέξαι σὺν παιδὶ σῷ, πάρεσμεν, ἔνδον εἰς ζωῆς
πύλας, πάτερ, καὶ ὴμέας.
16
17
<> ἁγνεύω σοι καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, νυμφίε, ὑπαντάνω σοι.
ΕΥΒΟΥΛ. Ἀξίως ἀπηνέγκατο τὰ πρῶτα τῶν ἄθλων ἡ Θέκλα, ὠ Γρηγόριον.
ΕΥΒΟΥΛ. Τί δαί; ἡ Τελμησιακὴ ξένη,
293
εἰπέ μοι, κἂν ἀξωθεν οὐκ ἐπηκροᾶτο; θαυμάζω γὰρ εἰ ἡσυχίαν εἶχεν ἐκείνη μαθοῦσα τὸ συσσίτιον τοῦτο , καὶ οὐκ εὐθέως ὥσπερ ὄρνεον ἐπὶ τροφὴν ἐφίπτατο τῶν λεγομένων ἀκουσομένη.
ΓΡΗΓ. Οὐ· λόγος γὰρ αὐτὴν Μεθοδίῳ συμπαραγεγονέναι αὐτὰ δὴ ταῦτα τὴν Ἀρετὴν πυνθανομένῳ. ἀλλὰ καλὸν καὶ μακάριον τοι. αύτῃ διδασκάλῳ χρήσασθαι καὶ ὁδηγῷ, τῇ Ἀρετῇ.
ΕΥΒΟΓΛ. Ἀτάρ, ὦ Γρηγόριον, ποτέρους ἀμείνους λέγομεν, τοὺς μὴ ἐπιθυμοῦντας μέν, κρατοῦντας δὲ τῆς ἐπιθυμίας, ἢ τοὺς ἐπιθυμοῦντας
καὶ παρθενεύοντας;
ΓΡΗΙ. Τοὺς μὴ ἐπιθυμοῦντας καὶ παρθενεύοντας > ἐπειδὴ καὶ τὴν διάνοιαν οὗτοι καὶ τὴν αἴσθησιν ἀμόλυντον κέκτηνται καί εἰσιν ὁλοτελῶς ἀδιάφθοροι, κατὰ μηδὲν ἀξημαρτηκότες.
ΕΥΒΟΥΛ. Εὐγε νὴ τὴν σωφροσύνην, ὠ Γρηγόριον, καὶ συνετῶς.
ἀτὰρ
294
μή τι κωλύω, ἐὰν ἀντιλαμβάνωμαι τῶν λόγων, ἵνα ἐρρωμενέστερον μάθω καὶ σηθεὶς ἐξελέγξῃ με ἔτι;
ΓΡΗΓ. Ἀλλ' ἀντιλαμβάνου, ὅπῃ καὶ θέλεις· ἐγὼ γὰρ ἱκανῶς, ὠ Εὐβούλιον, διδάξαι σε ἔχω, ὅτι τοῦ ἐπιθυμοῦντος ὁ μὴ ἐπιθυμῶν χρείσσων ἐστί, καὶ οὐδεὶς οὐ μή σε ἐλέγξῃ.
ΕΥΒΟΥΛ. Βαβαί· χαίρω τάρ, ὅτι μοι μεγαλοφρόνως ἀποκρίνῃ καὶ δεικνύεις ὅσον πεπλούτηκας ἐπὶ σοφίᾳ.
ΓΡΗΓ. Κωτίλος τις ὡς ἔοικεν ἄνθρωπος εἶναι δοκεῖς, ὠ Εὐβούλιον. ΕΥΒΟΥΛ. Τίνος δὴ χάριν;
ΓΡΗΓ. Ὅτι τωθαζομένη με ταῦτα λέγεις μᾶλλον ἢ ἀληθεύουσα.
18
19
ΕΥΒΟΓΛ. Εὐφήμησον, ὦ μακαρία· θαυμάζω γὰρ σφόδρα σου τὸ συνετὸν καὶ μεγαλόδοξον. ἐγὼ τοῦ το ἔφην, ὄτι περὶ ὡν πολλοὶ
295
πρὸς ἑαυτοὺς πολλάκις ἀμφισβητοῦσι σοφοί, ταῦτα οὐ μόνον ἐπίστασθαι σὺ λέγεις, ἀλλὰ καὶ διδάσκειν ἑτέρους σεμνύνῃ.
ΓΡΗΓ. Σὺ γὰρ ἐξ ἀληθείας, εἰπέ μοι, δυσχεραίνεις, εἰ διαφέρουσιν ὅλως οἱ μὴ ἐπιθυμοῦντες τῶν ἐπιθυμούντων τε καὶ ἐγκρατευομένων; ἢ πάντως ἐμοῦ ταῦτα προσπαίζεις;
ΕΥΒΟΥΛ. Καὶ πῶς ἀποπειρωμένη, ἥ ὁμολογῶ μὴ εἰδέναι; ἀλλ’ ἴθι φράσον ἐμοί, ὠ σοφωτάτη, τίνι διαφέρουσιν οἱ μὴ ἀπιθυμοῦντες
καὶ ἁγνεύοντες τῶν ἐπιθυμούντων τε καὶ παρθενευόντων.
ΓΡΗΓ. Ὅτι πρῶτον μὲν καθαρὰν ἔχουσιν αὐτὴν τὴν ψυχὴν καὶ ἀεὶ τὸ πνεῦμα τὸ ἄλγιον ἐν αὐτῇ κατοικεῖ, μὴ
296
περιελκομένης αὐτῆς καὶ ἐπιθολουμενης φαντασίαις καὶ λογισμοῖς ἀκρασίας, ὥστε καὶ διὰ τῆς ἐνθυμήσεως ἐπιλωβηθῆναί ποτε· ἀλλ' εἰσὶν ἀνεπίδεκτοι πάντῃ
καὶ κατὰ τὴν σάρκα καὶ κατὰ τὴν καρδίαν οὗτοι τῆς ἐπιθυμίας, γαλήνην ἄγοντες τῶν παθημάτων. οἱ δὲ διὰ τῆς οψεως ἔξωθεν δελεαζόμενοι ταῖς φαντασίαις καὶ ἐπεισρέουσαν δεχόμενοι τὴν ἐπιθυ- μίαν δίκην ῥεύματος εἰς τὴν καρδίαν οὐδὲν ἧσσον μολύνονται πολλάκις, κἂν νομίζωσιν ἀντιφιλονεικεῖν καὶ μάχεσθαι πρὸς τὰς ἡδονάς,
ἡττώμενοι τὸν λογισμόν.
ΕΥΒΟΥΛ. Οὐκοῦν γαλήνην τοὺς ἄγοντας καὶ μὴ διοχλουμένους ὑπὸ τῆς ἐπιθυμίας λέξομεν καθαρούς;
ΓΡΗΓ. Καὶ σφόδρα. τούτους γὰρ τοιούτους ὁ καὶ θεοὺς διὰ τῶν μακαρισμῶν
297
ἀπεργαζόμενος τοὺς ἀνενδοιάστως αὐτῷ πιστεύοντας
θεὸς »ὄψεσθαι« μετὰ παρρησίας ἀποφθέγγεται τὸν θεόν‘, ὅτι μηδὲν ἐπισκοτοῦν ἢ συνταράσσον τὸν ὀφθαλμὸν τῆς Ψυχῆς πρὸς τὴν θείαν ἐπιφέρονται θεωρίαν, ἀλλ’ ἐκτὸς γεγονότες τῶν ὀρέξεων πάντῃ τῶν κοσμικῶν τὴν σάρκα καθαρὰν οὐ μόνον, ὡς ἔφην, μίξεως τηροῦσιν, ἀλλ' ἤδη καὶ τὴν καρδίαν ἀνεπίδεκτον λογισμῶν ἀκρασίας, ἐν ᾗ μέλιστα
καὶ τὸ ἅγιον ὡς ἐν ναῷ κατοικοῦν ἀναπαύεται πνεῦμα.
ΕΥΒΟΥΛ. Ἔχε δὴ οἶμαι γὰρ ἐπὶ τὴν εὕρεσιν τῶν ὄντως κρειτ-
20
21
τόνων ὀρθότερον ἡμᾶς ἐντεῦθεν διελθεῖν) καί μοι φράσον· καλεῖς τινα κυβερνήτην ἀγαθόν;
ΕΥΒΟΥΛ. Πότερον τὸν ἐν μεγάλαις καὶ ἀμηχάνοις
298
περισώσαντα
ζάλαις τὸ σκάφος ἢ τὸν ἐν γαλήνῃ καὶ νηνεμέᾳ;
ΓΡΗΓ. Τὸν ἐν μεγάλαις καὶ ἀμηχάνοις.
ΕΥΒΟΥΛ. Οὐκοῦν καὶ ψυχὴν τὴν περιαντλουμένην ταῖς τρικυ- μίαις τῶν παθημάτων καὶ μὴ ἀποκάμνουσαν ἢ ἐκλυομένην, ἀλλὰ τὸ σκάφος, τὴν σάρκα, γενναίως εἰς λιμένα τὸν τῆς σωφροσύνης ἀπευθύνουσαν
λέξομεν τῆς ἐν εὐδίᾳ πλοϊζομένης κρείττονα καἰ δοκιμωτεραν;
ΕΥΒΟΥΛ. Τὸ γὰρ ἁρμόζεσθαι πρὸς τὰς ἐμβολὰς τῶν καταφυσημάτων τοῦ πονηροῦ πνεύματος καὶ μὴ ἀπορρίπτεσθαι ἢ νικᾶσθαι,
ἀλλὰ πάντα πρὸς Χριστὸν ἀνανεύοντα καρτερῶς μάχεσθαι ταῖς ἡδοναῖς μείζονα τὸν ἔπαινον φέρει τοῦ μετὰ ῥᾳστώνης ἀχειμαστὶ παρθενεύοντος.
299
ΕΥΒΟΥΛ. Τί δαὶ καὶ ὁ κύριος; οὐ δοκεῖ δεικνύναι διαφέρειν
τὸν ἐπιθυμοῦντα μᾶλλον καὶ ἐγκρατευόμενον τοῦ μὴ ἐπιθυμοῦντός τε καὶ παρθενεύοντος;
ΕΥΒΟΓΛ. Ἐνθα τὸν φρόνιμον παραβάλλων οἰκίᾳ τεθεμελιωμένῃ καλῶς ἄπτωτον αὐτὸν ἀποφαίνεται, μὴ δυνάμενον ὑπὸ τῆς βροχῆς
καὶ τῶν ποταμῶν καὶ τῶν ἀνέμων καταβληθῆναι, ταῖς μὲν ἐπιθυ- μίαις ὡς ἔοικέν ἀπεικάζων τοὺς χειμῶνας, τῇ δὲ πέτρᾳ τὴν ἀκίνητον ἔνστασιν καὶ ἀδιάπτωτον τῆς ψυχῆς περὶ τὴν ἁγνείαν.
ΓΡΗΓ. Ἀληθῆ λέγειν δόξαις.
ΕΥΒΟΥΛ. Τί δαὶ καὶ ἰατρόν; οὐ τὸν ἐπὶ μεγάλαις ἤδη δεδοκιμασμένον
νόσοις καὶ πολλοὺς ἰασάμενον ἄριστον καλεῖς;
ΕΥΒΟΥΛ. Τὸν δὲ μηδὲν μηδέπω διαπραξάμενον, μηδὲ νοσοῦντας ὅλως ἐν χερσὶν ἐσχηκότα οὐ πάντως ἀδοκιμώτερον ἔτι;
22
23
ΕΥΒΟΥΛ. Οὐκοῦν καὶ Ψυχὴν τὴν ἀνεχομένην
300
ὑγροτέρου σώματος καὶ τὰς περὶ τὰς ἡδονὰς αὐτοῦ νόσους καταπραϋνουσαν σωφρο- σύνης φαρμάκοις ἰατρικωτέραν λεκτέον τῆς ὑγιεινὸν διοικεῖν κεκληρωμένης
σῶμα καὶ ἀπαθές;
ΕΥΒΟΓΛ. Τί δαὶ καὶ ἐν πάλῃ; πότερον παλαιστὴς ἀμείνων ὁ ἀνταγωνιστὰς ἔχων μεγάλους καὶ ἰσχυρούς, καὶ προσπαλαίων ἀεὶ καὶ μὴ καθαιρούμενος, ἢ ὁ μὴ ἔχων ἀνταγωνιστάς;
ΕΥΒΟΥΛ. Καὶ ἐν πάλῃ ἄρα δοκιμώτερος ἀθλητὴς ὁ τοὺς ἀνταγωνιστας ἔχων;
ΕΥΒΟΥΛ. Οὐκοῦν καὶ ψυχὴν ἀνάγκη πᾶσα τὴν μηχανωμένην
πρὸς τὰς ἐφόδους τῆς ἐπιθυμίας καὶ μὴ κατασπωμένην, ἀλλ' ἀνθέλκουσαν καὶ ἀντιτασσομένην, ἰσχυροτέραν φαίνεσθαι τῆς μὴ ἐπιθυμούσης;
301
ΕΓΒΟΥΛ. Τί δαὶ τὸ καρτερῶς ἔχειν πρὸς τὰς ὁρμάς, Γρηγόριον,
τῶν φαύλων ὀρέξεων; δοκεῖ σοι μᾶλλον ἀνδρείας εἶναι;
ΕΥΒΟΥΛ. Ἡ δὲ ἀνδρεία αὕτη δύναμις ἀρετῆς;
ΕΥΒΟΥΛ. Οὐκοῦν εἰ δύναμις ἀρετῆς ἐστιν ἡ ὑπομονή, ἡ διοχλουμένη
ἄρα ψυχὴ καὶ καρτεροῦσα πρὸς τὰς ἐπιθυμίας δυνατωτέρα φαίνεται τῆς μὴ ὀχλουμένης;
ΕΥΒΟΥΛ. Εἰ δὲ δυνατωτέρα, καὶ κρείσσων;
ΕΥΒΟΥΛ. Κρείσσων ἄρα ἡ ἐπιθυμοῦσα καὶ ἐγκρατευομένη τῆς μὴ ἐπιθυμούσης ἐστὶν ἐκ τῶν προωμολογημένων καὶ ἐγκρατευομενης.
24
25
ΓΡΗΓ. Ἀληθῆ λέγεις, καὶ ἐπιθυμήσω πληρέστερον ἔτι περὶ τούτων διαλεχθῆναί σοι. εἰ οὖν σοι φίλον, αὔριον ἀφίξομαι πάλιν ἀκουσομένη τούτων. νῦν γάρ, ὡς ὁρᾷς, ὥρα
302
λοιπὸν τραπέσθαι καὶ περὶ τὸ τοῦ ἔξωθεν ἀσχολεῖν ἡμᾶς ἀνθρώπου.
26
27