Λόγος η΄. Θέκλα.
με καὶ παρασκευάζουσαν εἰς τὸ μεμελημένως εἰπεῖν καὶ εὐσχημόνως.
εὐαγγελικῆς τε αὐ καὶ θείας, τί χρὴ καὶ λέγειν, Jiagd Παύλῳ σεσοφισμενην;
μίαν ὑπαλλαγὴν καλεῖται στοιχείου, ὡς δὴ μόνη τὸν ἔχοντα καὶ τετελεςμένον αὐτῆς τὰς ἀφθόρους τελετὰς θεῷ παρεικάζουσα, οὗ μεῖζον ἀγαθὸν ἀδύνατον εὑρεῖν, ἡδονῆς καὶ λύπης ἀπῳκισμένον· <ῇ> τὸ τῆς ψυχῆς καταρδόμενον ἀληθῶς αὔξεταί τε καὶ κουφίζεται πτέρωμα, τῶν ἀνθρωπίνων ἐξίπτασθαι καθ’ ἡμέραν ἐθιζόμενον
σπουδασμάτων. ἐπειδὴ γὰρ πανήγυριν τὸν βίον ἡμῶν σοφῶν παῖδες εἰρήκασιν εἶναι, ἡμᾶς δὲ τὸ δρᾶμα τῆς ἀληθείας τὴν δικαιοσύνην ἥκειν ὡς εἰς 172 θέατρον ἐπιδειφομένους — ἀντιτεχνούντων ἡμῖν καὶ ἀνταγωνζομένων τοῦ διαβόλου καὶ τῶν δαιμόνων — , ἀνανεύοντας ἄνω δεῖ καὶ ἀνιπταμένους μετεωρίζεσθαι καὶ φεύγειν τὰ θέλγητρα
τῆς καλλιφωνίας αὐτῶν καὶ τὰ σχήματα, ἔξωθεν φαντασίᾳ σωφροσύνης ἐπκκεχρωσμένα, ἢ τὰς Σειρῆνας μᾶλλον τὰς Ὁμηρικάς. κηλούμενοι γὰρ ταῖς ἡδοναῖς τῆς πλάνης πτερορρυοῦσι πολλοὶ καὶ βαρύνοται εἰς τὸν καθ’ ἡμᾶς ἥκοντες βίον, χαυνωθέντων αὐτοῖς καὶ 3 4 5 χαλασθέντων τῶν τόνων, καθ' οὓς ἡ τῶν πτερῶν τῆς σωφροσύνης συγκρατεῖται φύσις, κουφίζουσα τὰ κάτω νεύοντα περὶ τὴν φθορὰν τῶν σωμάτων. ὅθεν, ὡ Ἀρετή, εἴτε . . [δι' ἑαυτὴν] εἴτε διὰ τὸ καὶ μετεωρίζειν πρὸς οὐρανὸν τὰς ψυχὰς ταύτην ἔσχηκας τὴν ἐπωνυμίαν,
ἐπὶ λευκοτάτων ἀεὶ βαίνουσα φρενῶν, ἴθι μοι συναντιληψομένη τοῦ 173 λόγου, ὃν αὐτὴ προσέταξας εἰπεῖν.
τῆς ἀληθείας ἀπομείνωσι δράματος, ἀντὶ τῆς μετ’ αἰδοῦς καὶ σωφροσύνης παιδοποιήσεως ἀγρίαις ἐρώτων λυττήσαντες ἡδοναῖς αἱ δὲ εὔπτεροι καὶ κοῦφαι εἰς τὸν ὑπερκόσμιον τόπον ὑπερκύψσαι τοῦ βίου καὶ ἰδοῦσαι μακρόθεν ἃ μὴ ἕτερος ἀνθρώπων ἐθεάσατο, τοὺς λειμῶνας αὐτοὺς τῆς ἀφθαρσίας, ἀμήχανα κάλλη καὶ ἄνθη φέροντας
καὶ πεπληρωμένους, ἀεὶ πρὸς αὐτούς εἰσιν , ἀναπολοῦσαι τὰ ἐκεῖ 174 θεάματα, καὶ διὰ τοῦτο μικρὰ ἡγοῦνται τὰ ἐνταῦθα νομιζόμενα καλά, πλούτους καὶ δόξας καὶ γένη καὶ γάμους, καὶ οὐδὲν ἔτι ἐκείνων 6 7 8 περὶ πλείονος ποιοῦνται. ἀλλὰ καὶ εἴ τις αὐτῶν θηρίοις ἢ πυρὶ τὰ σώματα βούλοιτο παραδιδόναι καὶ τιμωρεῖσθαι, ἑτοίμως ἔχουσι τῶν ἀλγηδόνων ἀφροντιστεῖν διὰ τὸν ἐκείνων πόθον καὶ τὴν ἐκείνων ἔκπληξιν, ὥστε δοκεῖν αὐτὰς καὶ ἐν κόσμῳ οὔσας μὴ εἶναι ἐν κόσμῳ,
ἀλλὰ τῷ φρονήματι καὶ τῇ ὁρμῇ τῆς ἐπιθυμίας εἰς τὴν ἄγυριν ἤδη τῶν ἐν τοῖς οὐρανοῖς τυγχάνειν. οὐ γὰρ θέμις ἐπὶ γῆς βρίθειν κατὰ τὴν ἑαυτοῦ φύσιν τῷ τῆς παρθενίας πτερῷ, ἀλλ ἄνω φέρειν εἰς καθαρὸν αἰθέρα καὶ τὸν τῶν 175 ἀγγέλων γείτονα βίον. ὅθεν καὶ πρῶται τῶν ἄλλων μετὰ τὴν ἀνάκλησιν καὶ τὴν
ἐντεῦθεν ἐκδημίαν αἱ ὀρθῶς καὶ πιστῶς παρθενεύσασαι τῷ Χριστῷ τὰ νικητήρια φέρονται τῶν ἄθλων, τοῖς τῆς ἀφθαρσίας ἄνθεσι στεφθεῖσαι πρὸς αὐτοῦ· ἅμα γὰρ τῷ καταλεῖψαι τὸν κόσμον τὰς ψυχὰς λόγος ταῖς παρθένοις ὑπαντῶντας ἀγγέλους μετὰ πολλῆς εὐφημίας εἰς τοὺς προειρημένους παραπέμπειν λειμῶνας αὐτάς, εἰς οὓς
καὶ πρόσθεν ἐλθεῖν ἐγλίχοντο, μακρόθεν αὐτοὺς φαντασιωθεῖσαι τότε, ὁπότε ἔτι ἐπενδημοῦσαι τοῖς σώυμασιν ἰνδάλλοντο τὰ θεῖα.
ἀγάπην αὐτὴν ἐκεῖ καὶ ἀλήθειαν καὶ φρόνησιν καὶ τὰ ἄλλα ὡσαύτως ἐπιφανῆ τῆς σοφίας ἄνθη καὶ φυτά, ὧν ἡμεῖς ἐνθάδε σκιὰς μόνας φασματώδεις ὀνειρώσσοντες ἀπὸ τῶν πράξεων ἡγούμεα τῶν ἀνθρω- 9 10 πίνων συνίστασθαι, ὅτι μὴ ἔστιν αὐτῶν δεῦρο μηδὲν εἴδωλον καταφανές, ἀλλ' ἀπεικονίσματα μόνον ἀειδῆ, ἃ δὴ καὶ αὐτὰ σκοτεινῶς πολλάκις ἀπεικάζοντες αἰσθανόμεθα. οὐ γὰρ ἂν πώποτε δικαιοσύνης αὐτῆς ἢ συνέσεως ἢ εἰρήνης ὀφθαλμοῖς ἐθεάσατο τις μέγεθος ἢ
σχῆμα ἢ κάλλος· ἐκεῖ δὲ ἐν τῷ ὄντι, ὡς εἰσίν , ὁλοτελῆ βλέπονται καὶ σαφῆ. εἶναι γὰρ δένδρον τι σωφροσύνης αὐτῆς, εἶναι ἀγάπης, εἶναι 177 συνέσεως, ὥπερ καὶ τῶν ἐνθάδε τὰ φυτὰ καρπῶν. οἶον σταφυλῆς ἢ ῥόας ἢ μήλων. οὕτω δὴ κἀκείνων βλέπεσθαι μὲν καὶ ἐσθίεσθαι τοὺς καρπούς, οὐ μὴν ἀπόλλυσθαι καὶ φθίνειν, ἀλλ’ εἰς ἀθανασίαν
αὔξειν καὶ θειότητα καὶ τοὺς δρεπομένους· καθὼς κἀκεῖνος, ἐξ οὑ πάντες ἐσμέν, πρὸ τοῦ παραπεσεῖν καὶ πηρωθῆναι τὰς ὅψεις ἐν τῷ παραδείσῳ τυγχάνων ἀπεκαρπεύετο, τοῦ θεοῦ θεμιστεύοντος τὸν ἄνθρωπον τῶν τῆς σοφίας ἐργάτην τεθῆναι καὶ φύλακα φυτῶν. τοιούτους γὰρ ἠν καρποὺς πεπιστευμένος γεωργεῖν καὶ ὁ πρῶτος
Ἀδάμ. καὶ ὁ Ἱερεμίας δὲ ταῦτα τυγχάνειν ἰδικῶς ἴν τινι τόπῳ καὶ ἀφεστῶτι μεγάλην ἀπόστασιν τῆς 178 καθ’ ἡμᾶς οἰκουμένης οἶδεν, ἔνθα τοὺς ἐξολισθήσαντας τῶν αἰωνίων ἀγαθῶν κατοικτίζων λέγει »μέθετε ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχύς, ποῦ ἐστιν ἡ σύνεσις τοῦ γνῶναι, ἅμα ποῦ ἐστι μακροβίωσις καὶ ζωή, ποῦ ἐστι φῶς ὀφθαλμῶν καὶ
εἰρήνη. τίς εὑρε τὸν τόπον αὐτῆς, ἢ τίς εἰσῆλθεν εἰς τοὺς αὐτῶν;‘ τούτων οὐν διελθούσας εἰς τοὺς θησαυροὺς ἀποκαρπεύεσθαι λόγος τῶν ἀρετῶν τὰς παρθένους, εὐτάκτοις φωσὶ καὶ πολλοῖς καταρδομένας, ἃ δίκην πηγῆς αὐταῖς ὁ θεὸς ἀνερεύγεται, καταλάμπων ἐκεῖνον τὸν αἰῶνα φωσὶν ἀδότοις. αἱ δὲ χορεύουσιν
ἐμμελῶς γεραίρουσαι τὸν θεόν· περικέχυται τὰρ αὐταῖς ἀὴρ καθαρὸς καὶ μὴ καθιππευομενος 179 ἡλίῳ.
ἀφθαρσίας ἁγνεία, ἀνωφερῆ τὴν σάρκα πρὸς ὕψος αἴρουσα καὶ τὸ κάθυγρον αὐτῆς ἀναξηραίνουσα καὶ πηλῶδες βάρος ὁλκῇ μείζονι. Με βριθέτω τῆς ἀκοῆς ὁ ῥύπος ῥέπων εἰς τὴν γῆν, μηδὲ μετα κασμείτω λύπη τὴν χαράν, ἐκτήκουσα τὰς ἐπὶ τοῖς κρείττοσιν ἐλπίδας· ἀλλὰ ἀτρύχως αποσείεσθε τὰς ἐπισυμβαινούσας ὑμῖν συμφοράς,
μὴ θολοῦσαι γόοις 180 τὸν λογισμόν. νικάτω γὰρ ἡ πίστις πάντη, καὶ ἀπωθείσθω τὸ φῶς ἀυτῆς τὰ φερόμενα τοῦ πονηροῦ περὶ τὴν καρφίαν φάσματα. ὥσπερ γὰρ ὁπόταν ἡ σελήνη τὸν οὐρανὸν αἴγλης ἐκλάμψασα πληρώσῃ καὶ πᾶς ὁ ἀὴρ αἴθριος γτενηθῇ, ἄφνω δὲ νεφέλαι ποθὲν ἐκ δυσμῶν ὑποδραμοῦσαι βάσκανοι πρὸς ὀλίγον τὸ φῶς
αὐτῆς ἐπισκιάζουσιν, οὐ μὴν ἀφαιμροῦνται, ἅτε εὐθέως τῇ ῥύμῃ τοῦ πενύματος ἐξωθόυμεναι· οὕτω δὴ καὶ ὑμεῖς ἐν τῷ κόσμῳ λάμπουσαι τὴν ἁγνείαν, ὑπὸ θλίψεων ὀχληθεῖσαι καὶ πόνων, ὦ παρθένοι, μὴ ὀκλάσητε πρὸς τὰς ἐλπίδας. ἐξωθοῦνται γὰρ τῷ πνεύματι τὰ ἐκ τοῦ πονηροῦ νέφη, ἐὰν ὥσπερ ἡ μήτηρ ὑμῶν καὶ ὑμεῖς, ἡ γεννῶσα 181
τὸν ἄρσενα παρθένος ἐν τῷ οὐρανῷ, μὴ δειλιάσητε λοχῶντα καὶ ἐφεδρεύοντα τὸν ὄφιν· περὶ ἧς ἐγὼ πρὸς ὑμᾶς ἀμηγέπη διεξελεύσομαι δηλοῦσα· καιρὸς γὰρ τὰ νῦν. — καὶ ὤφθη μέγα σημεῖον ἐν τῷ οὐρανῷ « τὴν Ἀποκάλυψιν ὁ Ἰωάννης ἐξηγούμενος λέγει γυνὴ περιβεβλημένη τὸν ἥλιον· καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς· καὶ 13 14 ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δεκαδύο· καὶ ἐν γαστρὶ ἔχουσα κροάζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. καὶ ῶφθη ἄλλο σημεῖον έν τῷ οὐρανῷ· καὶ ἰδοὺ δράκων πυρρὸς μέγας, ἔχων χεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἐπτὰ διαδήματα·
καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ 182 τρίτον μέρος τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν· καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης ἐκτεκεῖν, ἵνα ὄταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱὸν ἄρσενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Μιν
καὶ πρὸς τὸν θρόνον αὐτοῦ· καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ὑπὸ τοῦ θεοῦ, ἴνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας « καὶ τὰ μὲν οὖν περὶ τῆς γυναικὸς ἱστορούμενα καὶ τοῦ δράκοντος ὡς ἐν ἐπιτομῇ τέλος ἔχει· περὶ δὲ τοῦ τὴν ἐπίλυσιν αὐτῶν ἀνεύρασθαι καὶ εἰπεῖν μεῖζον ἢ καθ’ ἡμᾶς.
ὅμως τολμητέον, πιστεύσασαν τῷ κελεύσαντι 183 «τὰς γραφὰς« ἐρευνᾶν. εἰ οὖν καὶ σφῷν τὰ λεγόμενα συνδοκεῖ, χαλεπὸν οὐδὲν ἤδη τερίλασθαι· πάντως γὰρ συγγνώσεσθε, πρὸς τὴν ἀκρίβειαν τῆς γραφῆς ἐὰν μὴ δυνηθῶ διαρκέσαι.
στέφανον ἐξ ἀστέρων περικειμένη δώδεκα, ἧς τὴν ἕδραν εἶχε ἡ σελήμνη πρὸς τοῖς ποσί, καὶ ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν, αὔτη κυρίως ἐστὶ κατὰ τὸν ἀκριβῆ λόγον ἡ μήτηρ ἡμῶν, ὧ παρθένοι. 15 16 17 δύναμίς τις οὖσα καθ’ ἑαυτῆν ἑτέρα τῶν τέκνων, ἣν ὁτὲ μὲν Ἱερουσαλὴμ οἱ προφῆται κατὰ τὴν σύνοψιν τῶν ἐπιφερομένων, ὁτὲ δὲ νύμφην, ὁτὲ δὲ Σιὼν ὄρος, ὁτὲ δὲ ναὸν καὶ σκηνὴν τοῦ θεοῦ κεκλήκασιν. ἡ γὰρ 184 παρορμωμένη φωτίζεσθαι δύναμις ἐν τῷ Προφήτῃ,
φωτίζου, φωτίζου« κεκραγότος αὐτῇ τοῦ πνεύματος »Ἱερουσαλήμ ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ δὲ ἀνατέταλκεν. ἰδοὺ καλύψει σκότος καὶ γνόφος γῆν, καλύψει ἐπ' ἔθνη· ἐπὶ δὲ σὲ φανήσεται κύριος, καὶ ἡ δόξα κυρίου ἐπὶ δὲ ὀφθήσεται. καὶ πορεύσονται βασιλεῖς ἐν τῷ φωτί σου καὶ ἔθνη ἐν τῇ λαμπρότητί σου. ἀνάβλεψον
κύκλῳ τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου. ἥκασι πάντες οἱ υἱοί σου μαΚρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ' ὤμων ἀρθήσονται« ἔστιν ἡ ἐκκλησία, ἧς τὰ τέκνα πασσυδὶ ἐν τῷ βαπτίσματι μετὰ τὴν ἀνάστασιν πάντοθεν πρὸς αὐτὴν ἥξει καταθέοντα αὐτῇ, δεχομένη 185 τε τὸ φῶς τὸ ἀνέσπερον, τὴν λαμπρότητα στολῆς
σχήματι περιβεβλημένη τοῦ λόγου, ἥδεται. ποίῳ γὰρ ἄλλῳ τιμαλφεστέρῳ κόσμῳ ἢ τιμιωτέρῳ τὴν βασίλισσαν ἔπρεπε κοσμηθεῖσαν νυμφαγωγηθῆναι τῷ κυρίῳ, φῶς ὡς ἱμάτιον‘ λαβοῦσαν, δι' ὃ καὶ αὐτὴν ὑπὸ τοῦ πνεύματος ἀνακληθῆναι; ἴτε γὰρ ἀναβᾶσαι τῷ λόγῳ θεάσασθε ὥσπερ τὰς πρὸς γάμον παρθένους γυναῖκα μεγάλην, καθαρὸν
καὶ ἄχραντον ὅλον καὶ μόνιμον κάλλος καὶ οὐδὲν ἐλαττούμενον τῆς λαμπρότητος τῶν φώτων ἀθοστίλβουσαν, καὶ ἀντὶ μὲν στολῆς αὐτὸ φῶς ἠμφιεσμένην, ἀντὶ δὲ λίθωι· τιμίων ἀστράσι φαιδροῖς τὴν κεραλὴν κεκοσμημένην. ὃ γὰρ ἡμῖν ἐσθής, τοῦτο ἐκείνῃ φῶς· ὃ δὲ 18 19 20 ὴμῖν χρυσὸς ἢ διαφανεὶς λέθοι, τοῦτο ἐκείνῃ τὰ 186 ἄστρα, ἄστρα δὲ οὐχ ὁποῖα ταῦτα τὰ έν τῷ ὁρατῷ κείμενα τόπῳ, ἀλλά τινα κρείττω καὶ εὐφεγγέστερα, ὥστε εἰκόνας ἐκείνων μᾶλλον νομίζεσθαι ταῦτα καὶ ἀπεικονίσματα.
ἂν »εἰσέλθῃ τὸ πλήρωμα τῶν ἐθνῶν‘, ὠθίνουσα καὶ ἀναγεννῶσα τοὺς ψυχικοὺς εἰς πνευματκούς, καθ’ ὃν λόγον καὶ μήτηρ ἐστίν. ὥσπερ γὰρ σπορὰν ἀνδρὸς ἀμόρφωτον ὑποδεξαμένη γυνὴ περιοδοις 187 χρόνων ἄνθρωπον ὁλόκληρον ἀποκύει, ταύτῃ δὴ καὶ τοὺς προσφεύγοντας τῷ λόγῳ φήσειεν ἄν τις συλλαβοῦσαν ἀεὶ τὴν ἐκκλησίαν, καὶ
τὴν καθ' ὁμοίωσιν ἰδέαν αὐτοὺς καὶ μόρφωσιν μορφοῦσα τοῦ Χριστοῦ, περιόδοις χρόνων πολίτας τῶν μακαρίων ἐκείνων αἰώνων ἐργάζεσθαι. ὅθεν ἐξ ἀνάγκης αὐτὴν ἐφεστάναι δεῖ τῷ λουτρῷ τοὺς λουομένους γεννῶσαν· τούτῳ γὰρ καὶ σελήνη κέκληται τῷ τρόπῳ ἡ περὶ τὸ λουτρὸν αὐτῆς ἐνέργεια, ἐπειδὴ νέον σέλας ἀνανεασθέντες οἱ
ἀναγεννώμενοι λάμπουσιν , ὅ ἐστι νέον φῶς, ὅθεν κὼ νεοφώτιστοι καλοῦνται περιφραστικῶς, τὴν πνευματικὴν αὐτοῖς πανσέληνον κατα τὴν περίοδον τοῦ πάθους καὶ τὴν ἀνάμνησιν νέαν ἀεὶ παραφαινούσης, 188 ἴστ’ ἂν ἡ αὐγὴ καὶ τὸ φῶς τὸ τέλειον ἀνατείλῃ τῆς μεγάλης ἡμέρας.
παρειλήφατε τὰς τελεσφόρους ὠδῖνας αὐτῆς πληροῦσθαι λουομένας; λέξομεν, Ἀλλ', ὦ φιλαίτιε, ἀλλ’ οὐδέ σοι πάρεστιν ἀποδεῖξαι τὸν Χριστὸν αὐτὸν εἶναι τὸν γεννώμενον· πάλαι γὰρ πρὸ τῆς Ἀποκαλύψεως ἐπεπλήρωτο τὸ μυστήριον τῆς ἐνανθρωπήσεως τοῦ λόγου, ὁ δὲ Ἰωάννης περὶ παρόντων καὶ 189 μελλόντων θεσμῳδεῖ. ὁ
δὲ Χριστὸς πάλαι κυηθεὶς οὐχ ἡρπάσθη ὁπότε ἔτέχθη πρὸς τὸν θρόνον τοῦ θεοῦ, φόβῳ τοῦ μὴ λυμήνασθαι αὐτὸν τὸν ὄφιν· ἀλλὰ διὰ τοῦτο ἐγεννήθη καὶ κατῆλθεν αὐτὸς ἀπὸ τῶν θρόνων τοῦ πατρός. ἵνα τὸν δράκοντα χειρώσηται μείνας παοστρέχοντα τῇ σαρκί. ὥστε ἀνάγκη ὁμολογεῖν δὴ καὶ δὲ τὴν ἐκκλησίαν εἶναι τὴν ὠδίνουσαν καὶ
γεννῶσαν τοὺς ἀπολυτρουμένους , ὥς που καὶ ἐν Ἡσαΐᾳ τὸ πνεῦμά φησι πρὶν τὴν ὠδίνουσαν τεκεῖν καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν. τίς ἤκουσε τοιοῦτο; καὶ τίς ἑώρακεν οὕτως; εἰ ὤδινεν ἡ γῆ ἐν μιᾷ ἡμέρᾳ, εἰ δὲ καὶ τέκοι ἔθνος εἰσάπαξ, ὅτι ὠδίνησε 190 Σιὼν καὶ ἔτεκεν ἄρσενα«. τίνα ἐξέφυγεν ἢ 24 25 26 πάντως τὸν δράκοντα, ἵνα γεννήσῃ τὸν λαὸν ἡ νοητὴ Σιὼν τὸν ἄρσενα, τὸν τῶν γυναικείων παθῶν καὶ τῆς ἐκλύσεως εἰς τὴν ἑνότητα τοῦ κυρίου κατντήσαντα καὶ ἀπαρσενωθέντα τῇ σπουδῇ;
καθεξῆς πρὸς τὸ τέλος ἔλθωμεν ἐξηγούμεναι τὰ εἰρημένα. σκόπει οὐν, ἐάν πως καὶ σοὶ δοκῇ πρὸς εὐδοξίαν ὁ λόγος πληροῦσθαι. ἐγὼ γὰρ τὸν ἄρσενα ταύτῃ γεννᾶν εἰρῆσθαι νομίζω τὴν ἐκκλησίαν, ἔπειδὴ τοὺς χαρακτῆρας καὶ τὴν ἐκτύπωσιν καὶ τὴν ἀρρενωπίαν εἰλικρινῶς τοῦ Χριστοῦ προσλαμβάνουσιν οἱ φωτιζόμενοι, τῆς καθ' ὁμοίωσιν
μορφῆς έν αὐτοῖς ἐκτυπουμένης τοῦ λόγου καὶ 191 ἐν αὐτοῖς γεννωμένης κατὰ τὴν ἀκριβῆ γνῶσιν καὶ πίστιν, ὥστε ἐν ἑκάστῳ γεννᾶσθαι τὸν Χριστὸν νοητῶς. καὶ διὰ τοῦτο ἡ ἐκκλησία σπαργᾷ καὶ ὠδίνει, μέχριπερ ἂν ὁ Χριστὸς‘ ἐν ἡμῖν μορφωθῇ‘ γεννηθείς, ὄπως ἕκαστος τῶν ἁγίων τῷ μετέχειν Χριστοῦ Χριστὸς γεννηθῇ· καθ’ ὃν
λόγον καὶ ἔν τινι γραφῇ φέρεται τὸ μὴ ἅψησθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς παοφήταις μου μὴ πονηρεύησθε«, οἱονεὶ Χριστῶν γεγονότων τῶν κατὰ μετουσίαν τοῦ πνεύματος εἰς Χριστὸν βεβαπτισμένων, συμβαλλούσης ἐνταῦθα τὴν ἐν τῷ λόγῳ τράνωσιν αὐτῶν καὶ μεταμόρφωσιν τῆς ἐκκλησίας. βεβαιοῖ δὲ τοῦτο καὶ Παῦλος φανερῶς
διδάσκων, 192 ἔνθα φησί τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν θεὸν καὶ πατέρα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς ὀνομάζεται, ἵνα δῷ ὑμῖν κατὰ τὸν πλοῦτον τῆς χρηστότητος αὐτοῦ δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἴσω ἄνθρω- 27 28 29 πον, κατοικῆσαι τὸν Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν‘. εἰς γὰρ τὰς ἀναγεννωμένων ψυχὰς ἀναγκαῖον ἐξομοργνύμενον ἐκτυποῦσθαι τὸν λόγον τῆς ἀληθείας.
συμφωνεῖν τὸ χρησμῳδούμενον ἄνωθεν ἐξ αὐτοῦ τοῦ πατρὸς τῷ Χριστῷ ἐπὶ τὸν ἁγνισμὸν ἥκοντι τοῦ ὕδατος ἐν τῷ Ἰορδάνῃ μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά δε«. παρατηρητέον γὰρ ὅτι τὸ μὲν υἱὸν αὐτοῦ εἶναι ἀορίστως 193 ἀπεφήνατο καὶ ἀχρόνως· »εἶ« γὰρ υἱός‘ αὐτῷ ἔφη, καὶ οὐ »γέγονας«, ἐμφαίνων μήτε πρόσφατον αὐτὸν
τετυχηκέναι τῆς υἱοθεσίας, μήτε αὐ προϋπάρξαντα μετὰ ταῦτα ἐσχηκέναι, ἀλλὰ προγεννηθέντα καὶ ἔσεσθαι καὶ εἶναι τὸν αὐτόν. τὸ δέ »ἐγὼ σήμερον γεγέννηκά δε« ὅτι προόντα ἤδη πρὸ τῶν αἰώνων, λέγει, ἐν τοῖς οὐρανοῖς ἐβουλήθην καὶ τῷ κόσμῳ γεννῆσαι, ὃ δή ἐστι πρόσθεν ἀγνοούμενον γνωρίσαι. ἀμέλει τοῖς μηδέπω τῶν ἀνθρώπων
συνῃσθημένοις τὴν πολυποίκιλον σοφίαν »τοῦ θεοῦ« ὁ Χριστὸς γεγέννηται, ὅπερ ἐστὶν οὐδέπω ἐγνώσθη, οὐδέπω πεφανέρωται, οὐδέπω ἐφάνη. εἰ δὲ αἴσθοιντο καὶ οὗτοι τῆς χάριτος τὸ μυστήριον, 194 τότε δὴ καὶ αὐτοῖς, ὁπότε ἐπέστρεψαν καὶ ἐπίστευσαν, κατὰ τὴν γνῶσιν καὶ τὴν σύνεσιν γεννᾶται. διὰ καὶ προσηκόντως ἐντεῦθεν ἡ
ἐκκλησία τὸν ἄρσενα λόγον ἐν τοῖς ἁγνιζομένοις ἀεὶ μορφοῦν λέγεται καὶ γεννᾶν. — καὶ τὰ μὲν δὴ περὶ τῶν ὠδίνων αὐτῆς εἰς δύναμιν εἴρηται· τὰ δὲ περὶ τοῦ δράκοντος καὶ τῶν ἄλλων τῇδε μεταληπτέον. οὐκοῦν πειρώμεθα πάλιν ἀμωσγέπως δληλοῦν, ὦ παρθένοι, μηθὲν 30 31 32 ἀποδειλιᾶσαι πρὸς τὸ μέγεθος τῶν αἰνιγμάτων τῆς γραφῆς· εἰ δέ τι δύσκολον ἐμπίπτοι τοῖς λόγοις, ἐγὼ πάλιν ὑμᾶς ὥσπερ ποταμὸν διαβιβάσω.
ὁ ἑπτακέφαλος, ὁ κερασφόρος, ὁ σύρων τὸ τρίτον τῶν ἀστέρων«, ὃς »ἕστηκεν« ἐφεδρεύων, ἴνα τὸ τέκνον‘ τῆς ὠδινούσης 195 γυναικὸς »καταφάγῃ«, ὁ διάβολος οὗτός ἐστιν ὁ ἐνεδρεύων, ὁ λοχῶν λυμήνασθαι τῶν φωτισθέντων τὸν χριστόληπτον νοῦν καὶ τὴν ἐκτύπωσιν καὶ τράνωσιν τὴν ἐν αὐτοῖς ἀποτεχθεῖσαν τοῦ λόγου. ἀλλ
ἀστοχεῖ καὶ σφάλλεται τῆς ἄγρας, ἄνω πρὸς ὕφος ἁρπαζομένων τῶν ἀναγεννωμένων πρὸς τὸν θρόνον τοῦ θεοῦ«· ὃ δή ἐστιν, ἄνω περὶ τὴν θείαν ἕδραν καὶ τὴν ἀσκανδάλιστον ὑπόβασιν τῆς ἀληθείας αἴρεται τὸ φρόνημα τῶν ἀνακαινισθέντων, τὰ ἐχεῖ βλέπειν καὶ τὰ ἐκεῖ φαντάζεσθαι παιδαγωγούμενον, ἴνα μὴ ἀπατηθῇ πρὸς τοῦ δράκοντος
βρίθοντος κάτω· οὐ γὰρ αὐτῷ θέμις τοὺς ἄνω νεύοντας καὶ τοὺς ἄνω βλέποντας ἀφανίσαι. οἱ δὲ ἀστέρες εἰσίν, οὓς τῷ τῆς οὐ οὐρᾶς 196 ἄκρῳ κατὰ κορυφῆς ἐφαπτόμενος εἰς τὴν γῆν κατασπᾷ, τῶν αἱρέσεων αἱ συστροφαί· ἀστέρας γὰρ σκοτεινούς, ἀμυδροὺς καὶ ταπεινοστρεφεῖς τὰς ἐπισυνόδους εἶναι τῶν ἑτεροδόξων φραστέον, ἐπειδὴ
τῶν οὐρανίων ἐπιστήμονες εἶναι δὴ βούλονται καὶ αὐτοὶ καὶ εἰς Χριστὸν πεπιστευκέναι καὶ τὴν ἕδραν ἔχειν τῆς ψυχῆς ἐν τοῖς οὐρανοῖς καὶ πλησιάζειν τοῖς ἄστροις ὡς φωτὸς τέκνα«. ἀλλὰ κατασύρονται τοῦ δράκοντος ἐκσεισθέντες ταῖς πλοκαῖς, ὅτι μὴ τῶν τριγώνων εἴσω τῆς εὐσεβείας ἔστησαν σχημάτων, πταίσαντες αὐτῆς περὶ τὴν ὀρθό- 33 34 35 δοξον θρησκείαν, ὅθεν καὶ τρίτον τῶν ἀστέρων ἐκλήθησαν μέρος οἷον περὶ ἕνα τῶν ἀριθμῶν τῆς τριάδος διεσφαλμένοι, ὁτὲ μὲν τὸν τοῦ πατρός, ὡς Σαβέλλιος, αὐτὸν τὸν παντοκράτορα 197 λέξας πεπονθέναι, ὁτὲ δὲ τὸν τοῦ υἱοῦ, ὡς Ἀρτεμᾶς καὶ οἱ δοκήσει αὐτὸν ἀποφηνάμενοι
πεφηνέναι, ὁτὲ δὲ περὶ τὸν τοῦ πνεύματος, ὡς Ἐβιωναῖοι, ἐξ ἰδίας κινήσεως τοὺς προφήτας φιλονεικοῦντες λελαληκέναι· Μαρκίωνος γὰρ καὶ Οὐαλεντίνου καὶ τῶν περὶ τὸν Ἐλχασαῖον καὶ τοὺς ἄλλους καλὸν μηδὲ μνημονεῦσαι.
τῶν πιστευόντων λόγον, καὶ ἄχραντος καὶ ἀβλαβὴς ἀπὸ τοῦ θηρὸς τῆς ὀργῆς εἰς τὴν ἔρημον παραγεγενημένη, ἡ μήτηρ ἡμῶν ἐστιν, ὡς ἀποδεδώκαμεν, ἡ ἐκκλησία. ἡ δὲ ἔρημος εἰς ἣν ἐλθοῦσα τρέφεται τὰς χιλίας καὶ διακοσίας ἡμέρας καὶ ἑξήκοντα, ἡ κακῶν ἔρημος ἀληθῶς καὶ 198 ἄγονος καὶ στείρα φρορᾶς καὶ δυσπρόσιτος καὶ δύσβατος
τοῖς πολλοῖς, εὐκαρπος δὲ καὶ εὔβοτος καὶ εὐθαλὴς καὶ εὐεπίβατος ἁγίοις καὶ πλήθουσα σοφίας καὶ βλαστάνουσα ζωήν ἐστὶ τοῦτο αὐτὸ δὴ τῆς Ἀρετῆς τὸ κάλλιστον καὶ καλλίδενδρον καὶ καλλίπνουν χωρίον, ἔνθα »ἐξηγέρθη ὁ νότος καὶ διέπνευσεν ὁ βορρᾶς, καὶ ῥέουσι τὰ ἀρώματα« καὶ πάντα τῶν ἀμβροσίων πεπλήρωται δρόσων, ἀθα- 36 37 38 νάτου ζωῆς βλάσταις ἀμαράντοις κατεστεμμένα, εἰς ὅ ἐσμεν ἡμεῖς ἀνθολογοῦσαι νῦν καὶ πλέκουσαι τῇ βασιλίσσῃ τὸν ἀλουργῆ στέφανον καὶ ἔκλαμπρον τῆς παρθενίας ἀθίκτοις δακτύλοις· Ἀρετῆς γὰρ κοσμεῖται καρποῖς ἡ νύμφη τοῦ λόγου. 199 αἱ δὲ χίλιαι καὶ διακόσιαι ἡμέραι
καὶ ἑξήκοντα, ἃς ἐνθάδε ἐσμὲν εἰς ἐπιδημίαν, ἡ περὶ τοῦ πατρός ἐστιν, ὠ παρθένοι, καὶ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος κατ' εὐθεῖαν ἀκριβὴς καὶ ἀρίστη σύνεσις, ᾗ γέγηθεν ἡμῶν ἡ μήτηρ αὐξανομένῃ καἰ ἀγάλλεται τουτονὶ τὸν χρόνον, μέχριπερ ἂν τῆς ἀποκαταστάσεως τῶν καινῶν αἰώνων εἰς τὴν ἄγυριν ἐλθοῦσα κατὰ τοὺς οὐρανοὺς μηκέτι
δι' ἐπιστήμης κατασκέψηται τὸ ὄν, ἀλλὰ τρανῶς ἐποπτεύσῃ Χριστῷ συνεισβᾶσα. τὰ γὰρ χίλια ἐν ἑκατοντάσι δεκαπλασιασθέντα τέλειον ἀριθμὸν καὶ πλήρη περιέχει, ὃ δή ἐστι σύμβολον αὐτοῦ τοῦ πατρὸς τοῦ ἀφ' ἑαυτοῦ δημιουργήσαντος καὶ ἐν ἑαυτῷ συγκρατοῦντος τὸ πᾶν, τὰ δὲ διακόσια τὸν ἐκ δύο τελείων 200 ἀριθμῶν συνεζευγμένον, ὃ
δή ἐστι σύμβολον τοῦ ἁγίου πνεύματος, καθὸ τῆς γνώσεώς ἐστι τοῦ υἱοῦ τοῦτο καὶ τοῦ πατρὸς παρεκτικόν. τὰ δὲ ἑξήκοντα τὸν ἐξ ἀριθμὸν ἐν δεκάσιν ἔχει, ὃ δή ἐστι σύμβολον τοῦ Χριστοῦ, ἐπειδήπερ ὁ τῶν ἓξ ἀπὸ μονάδος προϊὼν ἀριθμὸς ἐκ τῶν ἰδίων συντίθεται μερῶν, ὥστε μήτε λείπειν ἐν αὐτῷ τι μήτε πλεονάζειν· εἰς τὰ ἑαυτοῦ γὰρ
μέρη ἀναλυόμενος συμπληροῦται, οἷον τῶν ἓξ εἰς ἔσα μέρη ἐξ ἴσων τεμνομένων μερῶν ἀνάγκη τὴν αὐτὴν ἐκ τῶν διαμερισθέντων τμημάτων πάλιν ποσότητα πληροῦσθαι. πρῶτον γὰρ μέρος κατὰ μέσον 39 40 41 διαιρούμενος ποιεῖ τὸν τρία, εἶτα εἰς τρία διαιρούμενος μέρη ποιεῖ τὸν δύο, εἶτα εἰς ἓξ μερισθεὶς ποιεῖ τὸν ἕναι κοὶ συμπληροῦται πάλιν εἰς ἑ αυτόν· εἰς γὰρ δὶς τρία καὶ τρὶς δύο καὶ ἑξάκις ὲν διαιρούμενος, 201 συντιθεμένων τῶν τριῶν καὶ τῶν δύο καὶ τοῦ ἑνός, πάλιν ἀναπληροῖ
τὸν ἕξ. τέλειον δὲ πᾶν ἐξ ἀνάγκης ἐστὶ τὸ μήτε προσδεόμενον εἰς συμπλήρωσιν ἑτέρου μήτε πλεονάζον ἑαυτοῦ πώποτε. τῶν δὲ ἄλλων ἀριθμῶν οἱ μὲν ὑπερτέλειοί εἰσιν, ὡς ὁ δώδεκα (τὸ γὰρ ἴσον αὐτοῦ μέρος τὰ ἕξ, καὶ τὸ τρίτον τὰ τέσσαρα, καὶ τὸ τέταρτον τὰ τρία, καὶ τὸ ἔκτον τὰ δύο, καὶ τὸ δωδέκατον τὸ ἕν, εἰς ἃ δύναται
μερίζεσθαι, συντεθέντα ὑπερβάλλουσι τὸν δώδεκα, οὐ τηρήσαντος ἑαυτὸν ἴσον τοῖς ἑαυτοῦ μέρεσιν , ὡς ὁ ἕξ), οἱ δὲ ὑποτέλειοι, ὡς ὁ ὀκτώ. τὸ γὰρ ἥμισυ αὐτοῦ τὰ τέσσαρα, καὶ τὸ τέταρτον τὰ δύο, καὶ τὸ ὄγδοον τὸ ἴν, εἰς ἃ τέμνεται μέρη, συντεθέντα 202 ποιεὶ τὸν ἑπτά, καὶ προσδεῖται μονάδος εἰς τὴν ἑαυτοῦ συμπλήρωσιν , οὐχ ὡς
ὁ ἓξ παντοίως ἑαυτῷ σύμφωνος ὤν. διὸ καὶ τὴν ἀναφορὰν εἰς τὸν υἱὸν ἀνείληφε τοῦ θεοῦ, ἀπὸ τοῦ πληρώματος »τῆς θεότητος« εἰς τὸν βίον ἐληυθότος· κενωθεὶς γὰρ καὶ τὴν »μορφὴν« τοῦ »δούλου« προσλαβὼν εἰς τὴν ἑαυτοῦ τελειότητα πόλιν ἀνεποληρώθη κοὶ τὴν 42 43 44 ἀξιαν. αὐτὸς γὰρ ἐν ἑαυτῷ σμικρυνθείς, καὶ ἐν τοῖς ἑαυτοῦ μέρεσιν ἀναλυθείς, ἐκ τῆς ἑαυτοῦ σμικρότητος καὶ τῶν ἑαυτοῦ μερῶν εἰς τὴν συμπλήρωσιν πάλιν τὴν ἑαυτοῦ καὶ τὸ μέγεθος κατέστη, οὐδέποτε τοῦ τέλειος εἶναι μειωθείς. ἀλλὰ καὶ ἡ τοῦ κόσμου κτίσις ἐκ τούτου
φαίνεται πᾶσα συγκειμένη 203 τοῦ ἀριθοῦ καὶ τῆς ἁρμονίας, ἐν ἓξ ἡμέραις‘ ποιήσαντος τοῦ θεοῦ τόν τε οὐρανὸν καὶ τὴν γῆς καὶ τὰ ἐν αὐτοῖς«, τῆς ποιητικῆς δυνάμεως τοῦ λόγου τὸν ἕξ ἐμπεριέχοντος ἀριθμόν, καθ' ὃν ἡ τριὰς σωμάτων ἐστὶ ποιητική· μῆκος γὰρ καὶ πλάτος καὶ βάθος σῶμα ἐργάζεται, ὁ δὲ ἓς ἐκ τῶν τριγώνων ἐστὶ
συγκείμενος. — καὶ περὶ μὲν τούτων οὐκ ἔστι καιρὸς πρέπων ἐν τῷ παρόντι δι᾿ ἀκριβείας διεξελθεῖν, ἵνα μὴ τὸ προκείμενον ἐάσαντες τὸ πάρεργον σκοπῶμεν.
τοῖς οὐρανοπόροις τῆς παρθενίας πτεροῖς, ἃς ἀετοῦ μεγάλου πτέρυγας ὁ λόγος ἔφη, νικήσασα τὸν ὄφιν καὶ τῆς πληροσελήνου τῆς ἑαυτῆς τὰς νεφέλας τὰς δυσχειμέρους ἀπωσαμένη. τούτων γὰρ 204 χάριν οἱ μεταξὺ πάντες οὗτοι παρηνέχθησαν λόγοι, διδάσκοντες ὑμᾶς ὠ καλλιπάρθενοι, κατὰ κράτος μιμεῖσθαι τὴν μητέρα, μὴ ἐπιθολοῦσθαι
δὲ ταῖς ἀχθηδόσι καὶ τροπαῖς καὶ θλίψεσι τοῦ βίου, ἵνα συνεισέλθητε γαῦροι μετ᾿ αὐτῆς εἰς τὸν νυμφῶνα, παραφαίνουσαι τἀς λαμπάδας. μὴ οὖν ἀποδειλιάσητε πρὸς τὰς μεθοδείας« καὶ διαβολὰς τοῦ θηρός, ἀλλὰ καρτερῶς ἐνσκευάσασθε πρὸς τὴν μάχην, τὴν κόρυν 45 46 47 »τοῦ σωτηρίου« καὶ »τὸν θώρακα« καὶ τὰς κνημῖδας ἐξωπλισμέναι. μυρίαν γὰρ αὐτῷ κατάπληξιν παρέξετε μετὰ πολλοῦ λήμματος καὶ εὐψυχίας προσβάλλουσαι, οὐδὲ στήσεται πάντως ἐκ τοῦ κρείττονος 205 ὁρῶν τὰς ἀντιπάλους παρατεταγμένας, ἀλλ᾿ αὐτόθεν ἄρασθαι τῶν
ἑπτὰ παλαισμάτων ὑμᾶς συγχωρήσει τὰ ἀριστεῖα ὁ πολυκέφαλος κοὶ πολυπρόσωπος θήρ,
τῷ θηρὶ σφριγῶντι τὰ ὅπλα, μηδὲ ὑποχωρήσητε 206 τὸ σύνολον, ἐφ᾿ οἷς θρασύνεται ταραχθεῖσαι· μυρίον γὰρ ἕξετε κλέος, ἐὰν ἀφέλητε νικήσασαι τοὺς ἐπ᾿ αὐτῷ στεφάνους ἑπτά, δι᾿ οὓς ὁ ἀγὼν ἡμῖν πρόκειται καὶ ἡ πάλη κατὰ τὸν διδάσκαλον Παῦλον. ἡ γὰρ καταγωνισαμένη τὸν διάβολον πρότερον καὶ νεκρώσασα τὰς ἑπτὰ κεφαλὰς τῶν
ἑπτὰ στεφάνων τῆς ἀρετῆς ἐγκρατὴς γίνεται, τοὺς ἑπτὰ μεγάλους ἀγῶνας διαθλήσασα τῆς ἁγνείας. κεφαλὴ γὰρ τοῦ δράκοντός ἐστιν ἡ ἀκρασία καὶ ἡ τρυφή· ὁ ταύτην θλάσας ἀναδεῖται τὸν στέφανον 48 49 50 τῆς σωφροσύνης. κεφαλή ἐστι καὶ ἡ δειλία καὶ ἡ θρύφις· ὁ ταύτην πατήσας τὸν στέφανον ἀναιρεῖταιτοῦ μαρτυρίου. κεφαλή ἐστι καὶ ἡ ἀπιστία καὶ ἡ ἄνοια καὶ τὰ ἄλλα ὡσαύτως τῆς πονηρίας πλεονεκτήματα· 207 ματα· ὁ ταῦτα κατεργασάμενος καὶ ἀνελὼν τὰς ἐπ᾿ αὐτοῖς τιμὰς ἀποφέρεται,
πολυτρόπως ἐκκεραϊζομένης τοῦ δράκοντος τῆς ἰσχύος. καὶ γὰρ καὶ τὰ δέκα κέρατα καὶ κέντρα, ἅπερ ἐπὶ ταῖς κεφαλαῖς ἐλέχθη φέρειν, αἱ δέκα ἀντιθέσεις εἰσίν, ὦ καλλιπάρθενοι, τῆς δεκαλόγου, αἷς ἀνακερατίζειν εἴωθε καὶ βάλλειν τὰς τῶν πλείστων ψυχάς, τῇ »ἀγαπήσεις« ἐντολῇ »κύριον τὸν θεόν σου« τὰ ἐναντία φρονῶν καὶ
τεκταινόμενος καὶ τοῖς ἑξῆς νομοθετήμασιν. ἰδὲ γὰρ κέρας αὐτοῦ διάπυρον καὶ πικρὸν τὴν πορνείαν, ᾧ τοὺς ἀκράτορας βάλλει, ἰδὲ τὴν μοιχείαν, ἰδὲ τὸ ψεῦδος, ἰδὲ τὴν φιλαργυρίαν, ἰδὲ τὴν κλοπὴν καὶ τὰ ἄλλα τούτων ἀδελφὰ καὶ συγγενῆ, ὁπόσα ἐξισχύουσιν ἀμφὶ 208 ταῖς κεφαλαῖς αὐτοῦ ταῖς ἀνθρωποκτόνοις πεφυκότα· ἃς ὑμεῖς συμμαχήσαντος
μαχήσαντος Χριστοῦ ἐκκεραΐσασαι λήψεσθε, τοῖς κατὰ τοῦ δράκοντος κατανθεμοῦσαι στεφανώμασιν ὑμῶν τὰς θείας κεφαλάς. ἡμέτερον κροκρίνειν γὰρ τὰ κρείττω καὶ προτάσσειν πρὸ τῶν γηγενῶν, αὐτοκράτορα καὶ αὐτεξούσιον τὸν λογισμὸν εἰληφότας καὶ πάσης ἀνάγκης ἐκτὸς εἰς τὸ αὐτοδεσπότως αἱρεῖσθαι τὰ ἀρέσκοντα, οὐ δουλεύοντας
εἱμαρμένῃ καὶ τύχαις . . . ὡς οὐκ ἄνθρωπος ἀλλ᾿ ὡς μακάριος ἔσοιτο καὶ ἀγαθός, εἰ [μὴ] τῷ ἀνθρωπίνῳ παραδείγματι χρώμενος τοῦ Χρι- 51 52 στοῦ καὶ πρὸς ἐκεῖνον ἑαυτὸν ζωγραφῶν κἀκεῖνον μιμούμενος βιώσει. πάντων γὰρ κακῶν μέγιστον 209 ἔμφυτον τοῖς πολλοῖς τὸ τὰς αἰτίας τῶν ἁμαρτημάτων εἰς τὰς τῶν ἀστέρων κινήσεις ἀναφέρειν καὶ τὸν βίον ἡμῶν οἰακίζεσθαι τῆς εἱμαρμένης ταῖς ἀνάγκαις λέγειν, καθάπερ
οἱ μετὰ ἀλαζονείας πολλῆς ἀστεροσκοπήσαντες· ὑπονοίᾳ γὰρ μᾶλλον ἢ τῷ φρονεῖν πεπιστευκότες, ὃ μεταξὺ τῆς ἀληθείας ἐστὶ καὶ τοῦ ψεύδους, πολὺ τῆς τῶν ὄντως ὄντων θέας ἐξηπατήθησαν. ὅθεν εἰ παρείης, ὦ Ἀρετή, πληρωθέντος ἤδη μοι τοῦ λόγου, ὃν αὐτὴ προσέταξας, δέσποινα, ῥηθῆναι, πειράσομαι δὴ συναγωνιζομένης σου καὶ
συμπνεούσης πρὸς τοὺς χαλεπαίνοντας καὶ ἀμφισβητοῦντας, ὡς οὐκ ἀληθῆ λέγομεν αὐτεξούσιον εἶναι φάσκουσαι 210 τὸν ἄνθρωπον, διευκρινήσασθαι ὅτι
ρικῆς, ἀνάγκη, φασί, κατὰ τὰς ὁμοίας διαστάσεις τῶν αὐτῶν ὄντων διαστημάτων μέσην τοῦ παντὸς τὴν γῆν τυγχάνειν, περὶ ἣν ὁ οὐρανὸς περιδινεῖται προγενεστέραν οὐσαν. εἰ γὰρ ἐκ σημείου καὶ κέντρου περιφέρεια συνέστηκεν, ὃ δὴ κύκλος εἶναι δοκεῖ, ἀδύνατον δὲ χωρὶς σημείου καταγραφῆναι κύκλον, κύκλον δ’ ἔσεσθαι ἀδύνατον ἄνευ
σημείου, πῶς οὐ πρὸ πάντων ἡ γῆ, φασί, συνέστηκε καὶ τὸ κατ’ αὐτὴν χάος καὶ βάθος; εἰς χάος γὰρ ὄντως καὶ βάθος κατωλίσθησαν οἱ σχέτλιοι πλάνης, ὅτι »γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ᾿ ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία«, καὶ ταῦτα καὶ τῶν παρ᾿ αὐτοῖς
εἰρηκότων σοφῶν ὡς οὐδὲν Ὀλυμπίων ἐντιμότερον γηγενὲς καὶ πρεσβύτερον. ὅθεν οὐκ ἀεὶ παῖδες ὄντως 212 οἱ Χριστὸν ἐγνωκότες, 56 57 καθάπερ Ἕλληνες οἱ μύθοις μᾶλλον καὶ πλάσμασιν ἢ τέχνῃ τῶν λόγων τὴν ἀλήθειαν χώσαντες καὶ τοῖς οὐρανίοις τὰς τῶν ἀνθρώπων προσαρμόσαντες συμφοράς, οὐδὲν αἰσχύνονται καταγράφοντες τὴν τῆς οἰκουμένης περιφορὰν γεωμετρικοῖς θεωρήμασι καὶ σχήμασι.
καὶ τὸν οὐρανὸν εἰδώλοις πτηνῶν καὶ νηκτῶν καὶ χερσαίων εἰσηγούμενοι κεκοσμῆσθαι καὶ τὰς ποιότητας τῶν ἀστέρων ἐκ τῶν περὶ τοὺς ἀρχαίους ἀνθρώπους συμφορῶν κατεσκευάσθαι, ὥστε τὰς τῶν πλανητῶν αὐτοῖς κινήσεις ἐκ τῶν τοιούτων ἡρτῆσθαι σωμάτων. εἱλίσσεσθαι γὰρ περὶ τὴν τῶν δώδεκα ζωδίων φύσιν φασὶ τοὺς ἀστέρας,
ἑλκομένους τοῦ ζωδιακοῦ κύκλου τῇ φορᾷ, ὡς καὶ διὰ τῆς συγκράσεως αὐτῶν 213 ὁρᾶσθαι τὰ ἀποβαίνοντα πολλοῖς κατὰ τὰς πρὸς ἀλλήλους αὐτῶν συναφείας τε καὶ ἀπορροίας, ἀνατολάς τε αὖ καὶ δύσεις. σφαιροειδὴς γὰρ ὑπάρχων πᾶς ὁ οὐρανὸς καὶ κέντρῳ καὶ σημείῳ κατ αὐτοὺς τῇ γῇ χρώμενος, διὰ τὸ πάσας ἀπὸ τῆς περιφορᾶς τὰς προσπιπτούσας
εὐθείας ἐπὶ τὴν γῆν ἔσας ἀλλήλαις εἶναι, ὑπὸ τῶν περιεχόντων αὐτὸν <ται> κύκλων· ὧν μείζων μὲν ὁ μεσημβρινὸς καὶ δεύτερος ὁ εἰς ἴσα τέμνων μέρη καλούμενος ὁρίζων, τρίτος δὲ ὁ τούτους ἐπιδιαιρῶν ἰσημερινός. παρ᾿ ἑκάτερα δὲ τούτου τροπικοὶ δύο, θερινὸς καὶ χειμερινός· καὶ ὁ μὲν πρὸς τοῖς ἀρκτίοις, ὁ δὲ πρὸς
τοῖς νοτίοις. κατὰ δὲ τούτων ὁ λεγόμενος ἄζων, περὶ ὃν αἵ τε Αρκτοι, ὅ τε ἀνταρκτικὸς ἔξωθεν τῶν τροπικῶν. καὶ αἱ μὲν Ἄρκτοι 214 58 περὶ αὑτὰς στρεφόμεναι καὶ βρίθουσαι τὸν διὰ τῶν πόλων ἄξονα τὴν τοῦ παντὸς ἀπεργάζονται κίνησιν κόσμου, κατὰ τὰς ἀλλήλων ἰξύας ἔχουσαι τὰς κεφαλὰς καὶ ἄχραντοι τοῦ καθ’ ἡμᾶς ὁρίζοντος οὖσαι, τῷ τὸν ζωδιακὸν κύκλον πάντων ἐφάπτεσθαι τῶν κύκλων,
λοξὴν ποιούμενον τὴν κίνησιν· εἶναί τε ἐν αὐτῷ ζωδίων ἀριθμόν, ἃ καλεῖται δωδεκατημόρια δώδεκα, ἀπὸ Κριοῦ τὴν ἀρχὴν ἔχοντα μέχρι τῶν Ἰχθύων· ἃ κατηστερίσθαι παριστᾶσιν ἐχεμύθοις αἰτίαις· τὸν μὲν Κριὸν φάσκοντες τὸν τὴν Ἕλλην εἶναι τὴν Ἀθάμαντος διακομίσαντα καὶ Φρίξον εἰς Σκύθας, τὸ δὲ Βούκρανον, εἰς τιμὴν Διός, τοῦ τὴν
Εὐρώπην ταύρου διαπεραιώσαντος εἰς τὴν Κρήτην· καὶ τὸν καλούμενον 215 δὲ Γαλαξίαν κύκλον, ὃς τὴν ἀρχὴν ἀπὸ τοῦ συνδέσμου τῶν Ἰχθύων ἐπὶ τὸν Κριὸν Κριὸν ἐκ τῶν τῆς Ἥρας μαζῶν Ἡρακλεῖ προχυθῆναι λόγος Διὸς ταγαῖς. ὥστε κατ᾿ αὐτοὺς πρὸ τῆς Εὐρώπης καὶ Φρίξου καὶ τοῖν Διοσκούροιν καὶ τῶν ἄλλων ζωδίων τῶν ἐξ
ἀνθρώπων καὶ θηρίων καταστερισθέντων οὔπω γένεσις ἦν, ἀλλὰ χωρὶς γενέσεως ἐβίωσαν ἡμῶν οἱ παλαιότεροι. ἐπιχειρητέον γὰρ μή πως τὸ ψεῦδος ἰσχύσωμεν ὥσπερ ἰατροὶ φαρμάκοις τῶν λόγων ἀμβλύνοντες ἰατικοῖς σβέσαι, τῇδε σκοποῦσαι τὴν ἀλήθειαν.
σχέτλιοι, τοῦ μὴ εἶναι, δι᾿ ἣν αἰτίαν οὐκ αὐτόθεν, ἀφ᾿ οὗπερ τὸ γένος 59 60 ἔφυ τὸ τῶν 216 ἀνθρώπων, γένεσις ἦν; εἰ δὲ ἦν, τίς χρεία τῶν ὑπόγυιον καταστερισθέντων, Λέοντος Καρκίνου, Διδύμων, Παρθένου, Ταύρου, Ζυγοῦ, Σκορπίου, Κριοῦ, Τοξότου, Ἰχθύων, Αἰγόκερω, Ὑδροχόου, Περσέως, Κασσιοπείας, Κηφέως, Πηγάσου, Ὕδρου, Κόρακος,
Κρατῆρος, Λύρας. Δράκοντος, καὶ τῶν ἄλλων, ἐξ ὡν εἰσηγεῖσθε κατακοσμηθέντων τοὺς πολλοὺς κατειληφέναι τὴν μαθηματικὴν ταύτην, μᾶλλον δὲ καταθεματικήν, πρόγνωσιν; ἤτοι οὐν καὶ ἐπὶ τῶν ἔμπροσθεν γένεσις ἦν, καὶ μάταιος ἡ τούτων σύστασις, ἢ οὐκ ἦν, καὶ εἰς τὴν κρείσσονα κατάστασιν καὶ διαγωγὴν ὁ θεὸς τὸν βίον μετέστησε,
τῶν ἔμπροσθεν χείρονα βιωσάντων χρόνον. ἀλλὰ κρείττους οἱ 217 παλαιότεροι τῶν νῦν, ὅθεν καὶ χρυσοῦν ἐκλήθησαν γένος. οὐκ ἄραγένεσις. εἰ ὁ ἥλιος καθιππεύων τοὺς κύκλους καὶ ἐπιπορευόμενος ἐτησίοις τε ζώδια περιόδοις τὰς μεταβολὰς ἀποτελεῖ καὶ τὰς τροπὰς τῶν καιρῶν, οἱ πρὸ τοῦ καταστερισθῆναι τὰ ζώδια γεγονότες καὶ
κοσμηθῆναι τούτοις τὸν οὐρανὸν πῶς διήρκεσαν, μηδέπω θέρους, μετοπώρου, χειμῶνος, ἔαρος διακεκριμένων, δι᾿ ὡν ἡ τοῦ σώματος αὔξεται καὶ συγκρατεῖται φύσις; ἀλλ᾿ ἐξήρκεσαν καὶ πολυχρονιώτεροι γεγόνασι καὶ ῥωμαλεώτεροι παρὰ τοὺς νῦν, ὁμοίως καὶ τότε διευθύναντος τοὺς καιροὺς τοῦ θεοῦ. οὐκ ἄρα ἐκ τοιούτων ὁ οὐρανὸς 61 62 πεποίκιλται σχημάτων. εἰ ὁ »ἥλιος καὶ ἡ σελήνη καὶ« 218 τὰ »ἄλλα ἄστρα«, τὰ εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γεγονότα καὶ κόσμον οὐρανοῦ καὶ τροπὰς καιρῶν, θεῖά ἐστι καὶ κρείττονα τῶν ἀνθρώπων, ἀνάγκη καὶ κρείττονα βίον καὶ μακάριον αὐτὰ καὶ εἰρηνικὸν
καὶ πολλῷ τοῦ ἡμετέρου βίου διαλλάττοντα δικαιοσύνῃ καἰ ἀρετῇ διάγειν, κινούμενα κίνησιν εὔτακτον καὶ εὐδαίμονα. εἰ δὲ τἀς τῶν θνητῶν συμφορὰς καὶ κακοφροσύνας αὐτὰ τεκταίνεται καὶ ἐνεργεῖ, περὶ τὰς ἀσελγείας ἀσχολούμενα καὶ τὰς μεταβολὰς καὶ τροπὰς τοῦ βίου ἄρα ἀθλιώτερα τῶν ἀνθρώπων ἐστίν, εἰς τὴν γῆν βλέποντα
καὶ τὰς ἐπικήρους καὶ ἀθέσμους πράξεις καὶ μηδὲν κρεῖττον τῶν ἀνθρώπων διάγοντα, εἴ γε τῆς ἐκείνων 219 ἀπορροίας καὶ κινήσεως ὁ ἡμέτερος ἤρτηται βίος.
καὶ εἰ ἡ τῶν ἄστρων φύσις ἐγγυτέρω τέτακται τοῦ θεοῦ, κρείσσων οὐσα τῆς τῶν κρεισσόνων ἀνθρώπων ἀρετῆς, ἀνεννόητα κακίας ἐστὶ καὶ ἀνενδεῆ τὰ ἄστρα. καὶ ἄλλως· πᾶς ἡμῖν ὁμολογήσει τῶν 63 64 65 πεπεισμένων τὸν ἥλιον καὶ ιὴν σελήνην καὶ τοὺς ἀστέρας εἶναι θεῖα καὶ μακρὰν ἀπῳκίσθαι κακίας καὶ τῶν γηγενῶν πράξεων ἀνεπίδεκτα πάθους ἡδονῆς ὄντα καὶ λύπης· οὐ γὰρ προσεῖναι τοῖς οὐρανίοις τοιαύτας ὀρέξεις βδελυκτάς. εἰ δὲ τούτων ἐκτὸς καὶ ἀνενδεῆ πεφύκασι,
πῶς τοῖς ἀν 220 θρώποις ἄ μὴ αὐτὰ βούλονται καὶ ὧν ἐκτός εἰσι τεκταίνονται; οἱ διοριζόμενοι μὴ εἶναι τὸν ἄνθρωπον αὐτεξούσιον, ἀλλ' ἀνάγκαις ἀφύκτοις εἱμαρμένης λέγοντες οἰακίζεσθαι καὶ ἀγρά- φοις προστάγμασιν, εἰς αὐτὸν ἀσεβοῦσι τὸν θεόν, παρεκτικὸν τῶν ἀνθρωπίνων αὐτὸν κακῶν καὶ ποιητὴν εἰσηγούμενοι. εἰ γὰρ τὴν
τῶν ἀστέρων ἅπασαν κυκλικὴν κίνησιν ἐμμελῶς αὐτὸς ἀφράκτῳ σοφίᾳ καὶ ἀνεννοήτῳ διέπει, κατευθύνων τὸν οἴακα τῆς οἰκουμένης, οἱ δὲ ἀστέρες τὰς ποιότητας τῆς κακίας καὶ τῆς ἀρετῆς ἐκτελοῦσι τῷ βίῳ, ἀνάγκης δεδμοῖς τοὺς ἀνθρώπους ἕλκοντες εἰς ταῦτα, αἴτιον τῶν κακῶν τὸν θεὸν ἀποφαίνονται καὶ δότην. ἀλλ’ ἀναίτιος
πᾶσι πάσης βλάβης 221 ὁ θεός. οὐκ ἄρα γένεσις. πᾶς ὅστις κἂν βραχὺ συνετὸς ὁμολογήσει τὸ θεῖον δίκαιον, ἀγαγόν, σοφόν, ἀληθές, ὠφέλιμον, ἀναίτιον κακῶν, ἀσύμπλοκον πάθους καὶ πᾶν ὅ τι τοιοῦτον. καὶ εἰ οἱ δίκαιοι κρείσσους εἰσὶ τῶν ἀδίκων καὶ ἔστιν αὐτοῖς ἡ ἀδικία βδελυκτή, χαίρει δὲ ὁ θεὸς τῇ δικαιοσύνῃ, δί- 66 67 καιος ὤν, στυγητὴ δὲ αὐτῷ ἡ ἀδικία, ἐναντίον οὐσα καὶ ἐΜ·ὸν τῇ δικαιοσύνῃ , οὐκ ἄρα ἀδικίας αἴτιος ὁ θεός. — εἰ τὸ ὠφελοῦν πάντως ἐστὶν ἀγαθόν, ἀφέλιμον δὲ σωφροσύνῃ καὶ οἴκῳ καὶ βίῳ καὶ φίλοις. ἀγαθὸν ἄρα ἐστὶν ἡ σωφροσύνη. καὶ εἰ ἡ σψφροσύνη
φύσει ἀγαθόν, ἀκολασία δὲ ἐναντίον σωφροσύνῃ, τὸ δὲ ἀναντίον τῷ ἀγαθῷ κακόν , κακὸν ἄρα ἡ ἀκολασία. 222 καὶ εἰ ἡ ἀκολασία φύσει κακόν, κατὰ ἀκολασίαν δὲ μοιχεῖαι γίνονται καὶ κλοπαὶ καὶ ὀργαὶ καὶ φόνοι, φόνοι, φύσει κακόν ἐστιν ὁ ἀκόλαστος βίος· τὸ δὲ θεῖον παθῶν ἀσύμπλοκον. οὐκ ἄρα γένεσις. — εἰ οἰ σώφρονες βελτίους εἰσὶ
τῶν ἀκρατῶν καὶ ἔστιν αὐτοῖς ἡ ἀκρασία βδελυκτή. χαίρει Τε ὁ θεὸς τῇ σωφροσύνῃ, παθῶν ἀνεννόητος ὤν, στυγητὴ ἄρα καὶ τῷ θεῷ ἡ ἀκρασία. ὅτι δὲ ἡ κατὰ σωφροσύνην πρᾶξις, ἀρετὴ οὖσα, κρείττων ἐστὶ τῆς κατὰ ἀκρασίαν, κακίας οὔσης, μαθεῖν ἔστιν ἀπὸ βασιλέων, ἀπὸ ἀρχόντων, ἀπὸ στρατηγῶν, ἀπὸ γυναικῶν, ἀπὸ τέκνων, ἀπὸ
πολιτῶν, ἀπὸ δεσποτῶν, ἀπὸ οἰκετῶν, ἀπὰ παιδαγωγῶν, ἀπὸ διδασκάλων· ἕκαστος γὰρ τούτων καὶ 223 ἑαυτῷ καὶ τῷ κοινῷ ὠφέλιμος 68 69 70 σωφρονῶν, σωφρονῶν, ἀκολασταίνων δὲ καὶ ἑαυτῷ καὶ τῷ κοινῷ βλαβερός. καὶ εἰ ἴσαι διαφορά τις κιναίδων καὶ ἀνδρῶν καὶ ἀκολάστων καὶ σωφρόνων, καὶ ἔστι κρείσσων ἡ τῶν ἀνδρείων καὶ σωφρόνων, χείρων δὲ ἡ τῶν ἑναντίων, οἱ δὲ τῆς κρείσσονος ἐγγύς εἰσι καὶ φίλοι
θεοῦ, οἱ δὲ τῆς χείρονος μακρὰν καὶ ἐχθροί, οἱ λέγοντες γένεσιν τὸ αὐτὸ τὴν ἀδικίαν εἶναι καὶ τὴν δικαιοσύνην διορίζονται, κιναιδίαν καὶ ἀνδρείαν, ἀδρασίαν καὶ σωφροσύνην, ὅπερ ἀδύνατον. εἰ γὰρ τῷ κακῷ τὸ ἀγαθὸν ἐναντίον, τὸ δὲ ἄδικον κακόν, τούτῳ δὲ ἐναντίον τὸ δίκαιον, τὸ δὲ δίκαιον ἀγαθόν, τὸ δὲ ἀγαθὸν ἐχθρὸν τοῦ κακοῦ 224
ἀνόμοιον δὲ τὸ κακὸν τῷ ἀγαθῷ, ἕτερον ἄρα τὸ δίκαιον τοῦ ἀδίκου. οὐκ ἄρα αἵτιος κακῶν ὁ θεός, οὐ χαίρει τοῖς κακοῖς — ὡς συνέστησεν αὐτὸς ὁ λόγος — ἀγαθὸς ὤν. εἰ εἰσὶ δὲ πονηροί τινες, κατὰ ἔνδειαν φρενῶν εἰσιν οὗτοι πονηροὶ καὶ οὐ κατὰ γένεσιν,
ζοντες γενέσει γένεσιν λύουσιν. ἤτοι οὖν γένεσις ἔστι καὶ οὐκ ἐχρῆν εἶναι νόμους, ἢ εἰσὶ νόμοι, καὶ οὐκ εἰσὶ κατὰ γένεσιν. ἀλλὰ ἀμήχανον χωρὶς γενέσεως φῦναί τινα καὶ διαπλάσασθαί τι· οὐδὲ γὰρ τὸν δάκτυλου ἀξεῖναί φασι χωρὶς εἱμαρμένης κινῆσαί τινι. κατὰ γένεσιν ἄρα καὶ Μίνως καὶ Δράκων καὶ Λυκοῦργος καὶ Σόλων καὶ Ζάλευκος
νομοθέται φύντες διεάξοντο τοὺς νόμους, ἀπαγορεύοντες μοιχείας, φόνους βίας, ἁρπαγάς, κλοπάς, ὡς οὐκ ὄντων τούτων καὶ γινομένων κατὰ γένεσιν. εἰ δὲ κατὰ γένεσιν καὶ ταῦτα, οὐ 226 κατὰ γένεσιν οἱ νόμοι· οἳ γὰρ ἂν αὐτὴ ὑφ’ ἑαυτῆς ἀνῃρεῖτο γένεσις, αὐτὴ ἑαυτὴν ἀκυροῦσα καὶ αὐτὴ ἑαυτῇ μαχομένη, καὶ ἐνταῦθα μὲν ἀπαγορευτικοὺς μοιχείας
καὶ φόνων νόμους τιθεμένη καὶ τιμωρουμένη καὶ ἀπεξερχομένη τοὺς κακούς, ἐνταῦθα δὲ φόνους καὶ μοιχείας ἐργαζομένη. ἀλλὰ τοῦτο 74 75 ἀδύνατον· οὐδὲν γὰρ ἀλλόκοτον αὐτὸ ἑαυτοῦ καὶ αὐτὸ ἑαυτῷ ἀπεχθανόμενον καὶ αὐτὸ ἑαυτὸ καταλύον καὶ ἀσύμφορον αὐτὸ ἑαυτῷ. οὐκ ἄρα γένεσις. — εἰ κατὰ γένεσιν πᾶν ὅ τί ποτ’ οὖν γίνεται καὶ ἔστι δίχα γενέσεως οὐδέν, ἀνάγκη καὶ τὸν νόμον γενέσει γεγονέναι.
ἀλλὰ νόμος γένεσιν ἀναιρεῖ, διδακτήν διδάσκων τὴν ἀρετὴν καὶ ἐξ ἐπιμελείας προσγινομένην, φευκτὴν δὲ τὴν κακίαν καὶ 227 ἐξ ἀπαιδευσίας φυομένην. οὐκ ἄρα γένεσις. — εἰ τὸ ἀλλήλους ἀδικεῖν καὶ τὸ ὑπ’ ἀλλήλων ἀδικεῖσθαι γένεσις ποιεῖ, τίς χρεία νόμων; εἰ δὲ ἵνα τοὺς ἁμαρτάνοντας ἀμύνωνται, φροντίζοντος τοῦ θεοῦ τῶν ἀδικουμένων,
ἄμεινον ἦν κακοὺς μὴ ποιῆσαι καθ’ εἱμαρμένην ἢ μετὰ τὸ ποιῆσαι νόμοις ἀπανορθοῦσαι. ἀλλ' ἀγαθὸς ὁ θεὸς καὶ σοφὸς καὶ τὰ κρείσσω ποιῶν. οὐκ ἄρα γένεσις. — ἤτοι ἀνατροφαὶ καὶ τὰ ἔθη τῶν ἁμαρτημάτων εἰσὶν αἴτια, ἢ τὰ πάθη τῆς ψυχῆς καὶ αἱ διὰ σώ- ματος ἐπιθυμίαι. ὁπότερον δ’ ἂν τούτων ᾖ τὸ αἴτιον, ὁ θεὸς ἀναίτιος.
— εἰ κρεῖσσόν ἐστι τὸ δίκαιον εἶναι τοῦ ἄδικον διὰ τί τοιοῦ- 76 77 78 τος αὐτόθεν ὁ ἄνθρωπος ἀπὸ τῆς γενέσεως οὐ γίνεται; εἰ δὲ 228 ὕστερον, ὅπως ἀμείνων γενηθῇ, σωφρονίζεται μαθήμασι καὶ νόμοις, ὡς αὐτεξούσιος ἄρα σωφρονίζεται καὶ οὐχ ὡς ἐκ φύσεως ὥν κακός. — εἰ οἱ πονηροὶ πονηροὶ κατὰ γένεσιν πεφύκασι προνοίας ταγαῖς, οὐκ εἰσὶ μεμπτοὶ
καὶ ἄξιοι τιμωρίας τῆς ἐκ τῶν νόμων, ζῶντες κατὰ τὴν οἰκείαν φύσιν, ἐπεὶ μr̀ι δεδύνηνται μεταβληθῆναι. — καὶ ἄλλως· εἰ οἱ ἀγαθοὶ κατὰ τὴν οἰκείαν φύσιν ζῶντές εἰσιν ἐπαινετοί, τῆς γενέσεως οὔσης αἰτίας τοῦ εἶναι τοὺς ἀγαθοὺς ἀγαθούς, οὐδὲ οἱ πονηροὶ ἄραι κατὰ τὴν οἰκείαν φύσιν ζῶντες, αἰτιατέοι παρὰ δικαίῳ κριτῇ. καὶ εἰ χρὴ
διαρρήδην εἰπεῖν, ὁ κατὰ τὴν προσοῦσαν αὐτῷ φύσιν ζῶν οὐδὲν ἁμαρτάνει· οὐ γὰρ ἑαυτὸν ἀποίησε τοιοῦτον, 229 ἀλλ' ἡ εἱμαρμένη, καὶ ζῇ κατὰ τὴν ταύτης κίνησιν ἀγόμενος ἀφύκτοις ἀνάγκαις. οὐδεὶς οὑν κακός. ἀλλ' εἰσὶ κακοί, καὶ ἡ μὲν κακία ψεκτὴ καὶ ἐχθρὰ τῷ θεῷ, ὡς συνέστησεν ὁ λόγος ἡ δὲ ἀρετὴ προσφιλὴς καὶ ἐπαινετή,
θεοῦ διατάξαντος νόμον τιμωρὸν τῶν κακῶν. οὐκ ἄρα εἱμαρμένη.
διαφέρετον ἀλλήλοιν. ὅθεν καὶ δύο ἐλαβέτην ὀνόματε· ἡ μὲν γὰρ ἀρετῆς, ἡ δὲ κακίας. δεῖν δὲ τῇ καλλίστῃ καὶ χρυσῇ πείθεσθαι τῆς ἀρετῇς ἀγωγῇ, τὰ βέλτιστα πρὸ τῶν φαύλων αἱρουμένους. — ἀλλὰ περὶ τούτων ἅλις ἤδη, καὶ ἐφέξω τὸν λόγον. αἰδοῦμαι γὰρ μετὰ τοὺς τῆς ἁγνείας λόγους καὶ ἐγκαλύπτομαι, τὰς τῶν μετεωρολόγων
ἢ ματαιοσκόπων ἀνθρώπων ἀναγκαζομένη δόξας εἰσηγεῖσθαι, οἳ τὸν τῆς ζωῆς μετ᾿ οἰήσεως καταναλίσκουσι χρόνον, οὐδενὶ ἢ μυθικοῖς ἐνδιατρίβοντες πλάσμασι.
καὶ σῶμα καὶ Ψυχήν.
μεγάλοις καὶ πρώτοις ἄθλοις ὑπαντῶσα τῶν μαρτύρων ἴσην τῇ προθυμίᾳ τὴν σπουδὴν κεκτημένη καὶ τῇ ἀκμῇ τῶν βουλευμάτων ιην ρωμην του οωματος.
πρῶτον καὶ τῶν ἑξῆς παρθένων ἀξαγγεῖλαί με δεῖ σοι τοὺς λόγους, καθὼς ὑπέστην, μᾶλλον δὲ Τυσιανῆς καὶ Δομνίνας· αὗται γὰρ ὔτι περιλείπονται.
Symposium Sive Convivium Decem Virginum. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.