Λόγος ζ΄. Πρόκιλλα.
αὐτὸ πνεῦμα, ἄλλους δὲ τὰ περὶ τὸν πλοῦν ἀλλοίως αὐτῶν] μετα- χειριζομένους οὐκ εἰς τὴν αὐτὴν εἰσορμίσασθαι σπεύδειν· οἶς μὲν γὰρ 1 2 3 τὸ πνεῦμα κατὰ πρύμναν οὔριον ἵσταται, τοὺς δὲ καὶ ἐξ φέρει, καὶ ὅμως ἑκατέροις ὁ πλοῦς ἀνύεται ῥᾷστα. ἀτὰρ δὴ τῆς σοφίας νοερὸν πνεῦμα καὶ ἃγιον καὶ μονογενές«, ἀπὸ πατρῴων ἄνωθεν πράως καταπνεόμενον θησαυρῶν, πάσαις ἡμῖν
λιγυρὸν οὖρον πνεῦσαν γνώσεως ἐπαρκέσει τὸν δρόμον 149 ἀλύπως ἀπευθῦναι τῶν λόγων· ἐμοὶ γὰρ καιρὸς ἤδη λέγειν.
χάριν μηδὲ ἐξ ἀνάγκης μηδὲ κατὰ δόξαν ἡ εὐφημία γίνεται τῶν λόγων, ἀλλὰ κατὰ ἀλήθειαν καὶ ἀθώπευτον κρίσιν. καὶ γὰρ οἱ πληρέ- στερον εἰσηγησάμενοι περὶ τοῦ πρὸ αἰώνων υἱοῦ τοῦ θεοῦ προφῆται καὶ ἀπόστολοι καὶ μᾶλλον αὐτὸν τῶν ἄλλων θεολογήσαντες ἀνθρώπων οὐκ εἰς ἀγγελικὴν ἀνήγαγον αὐτῷ ῥῆσιν τοὺς ἐπαίνους, ἀλλ
εἰς αὐτὸν τὸν ἀνημμένον πάντων τὸ κῦρος καὶ τὸ 150 κράτος· ἦν γὰρ ἐμπρεπὲς τὸν ἁπάντων μείζονα τῶν ἄλλων μετὰ τὸν πατέρα μόνῳ τῷ ἑαυτοῦ μείζονι πατρὶ χρήσασθαι μάρτυρι. καὶ δὴ καὶ τῆς ἁγνείας οὐκ εἰς ἀνθρωπίνην ἀνοίσω κάγὼ δόξαν τοὺς ἐπαίνους, ἀλλ’ εἰς αὐτόν, ᾦ μέλομεν καὶ ὅς τὸ πᾶν ἀνῄρηται, γεωργὸν αὐτῆς ἀποδεικνύουσα
τοῦτον καὶ ἐραστὴν τῆς ὥρας ὄντα καὶ ἀξιόχρεω μάρτυρα. καὶ τοῦτο καὶ ἐν τῷ τῶν Ἀθσνλατωβ Ἄισματι πάρεστι διαθρῆσαι τῷ βουλομένῳ φανερῶς, ἔνθα αὐτὸς ὁ Χριστὸς τὰς ἐν παρθνίᾳ παγίως καταγεγενημένας ἐγκωμιάζων φησίν »ὡς κρίνον ἐν μέσῳ ἀκΜῶν, οὕτως ἡ πλησίον μου ἐν μέσῳ τῶν θυγατέρων«,
κρίνῳ πρεικάζων διὰ τὸ καθαρὸν καὶ εὔπνουν καὶ ἡδὺ καὶ ἱλαρὸν 151 τὸ χάρισμα τῆς ἁγνείας· ἐαρινὸν γὰρ ἡ ἁγνεία καὶ ἐπανθοῦν ἁβρῶς 4 5 ἀεὶ λευκοῖς τοῖς κάλυξι τὴν ἀφθαρσίαν. ὅθεν δὴ καὶ ἐρᾶσθαι τοῦ κάλλους τῆς ἀκμῆς αὐτῆς ὁμολογεῖν οὐκ ἐπαισχύνεται, »ἐκαρδίωσας ἡμᾶς« ἐν τοῖς ἑξῆς ἀδελφή μου νύμφη«, λέγων »ἐκαρδίωσας ἡμᾶς ἑνὶ ἀπὸ ὀφθαλμῶν σου, ἐν μιᾷ, ἐνθέματι τραχήλου σου. ὅτι ἐκαλλιώθησαν
θησαν μαστοί σου ἀπὸ οἴνου, καὶ ὀσμὴ ἱματίων σου ὑπὲρ πάντα τὰ ἀρώματ. κηρίον ἀποστάζουσι χείλη σου, νύμφη· μέλι καὶ γάλα ὑπὸ τὴν γλῶσσάν σου, καὶ ὀσμὴ ἱματίων σου ὡς ὀσμὴ λιβάνου. κῆπος κεκλεισμένος, ἀδελφή μου νύμφη, κῆπος κεκλεισμένος, πηγὴ ἐσφραγισμένη«. 152 Χριστὸς Χριστὸς ταῖς ἐπὶ πέρατα παρθενίας ἐλθούσαις
τὰ ἐγκώμια ψάλλει, πάσας ἑνὶ περιγράψας τῷ νύμφης ὀνόματι, ἐπειδὴ τὴν νύμφην ὴρμόσθαι μὲν δεῖ καὶ κατωνομάσθαι τῷ ἄχραντον δὲ ἔτι καὶ ἀμιγῆ τυγχάνειν, παράδεισον ὥσπερ ἐσφραγισμένην, ἐν ᾡ πάντα τῆς εὐωδίας τῶν οὐρανῶν φύει τὰ ἀρώματα, ἴνα μόνος ἐλθὼν αὐτὰ δρέψηται Χριστὸς ἀσωμάτοις βλαστήσαντα σποραῖς.
ἐρᾷ γὰρ ὁ λόγος οὐδενὸς τῶν σαρκός, ὅτι μὴ πέφυκεν ἀποδέχεσθαί τι τῶν φθειρομένων, οἷον χεῖρας ἢ πρόσωπον ἢ πόδας, ἀλλ’ εἰς αὐτὸ τὸ ἄϋλον καὶ πνευματικὸν βλέπων εὐφραίνεται κάλλος, μὴ ἁπτόμενος τοῦ ὥρας. τῆς ὥρας.
τῇ νύμφῃ πρὸς αὐτοῦ λεγόμενον, ἑνὶ ἀπὸ ὀφθαλμῶν σου. τὸν διορατικὸν τῆς φρονήσεως ὀφθαλμὸν δείκνυσιν, ὁπότε δὴ τοῦτον ὁ ἔσω σμήξας ἄνθρωπος καθαρῶς τρανότερον τὴν ἀλήθειαν ἐποπτεύει· δισσὴν γὰρ ὄφεως δύναμιν εἶναι παντί που καταφανές, μίαν μὲν ψυχῆς, θατέραν δὲ σώματος. ἀλλ’ οὐχὶ τῆς τοῦ σώματος ὁ λόγος
ἐρᾶν ὁμολογεῖ, ἀλλὰ τῆς κατὰ διάνοιαν μόνης, ἐν ἑνί« φάσκων 6 7 »ἐκαρδίωσας ἡμᾶς ἀπὸ ὀφθαλμῶν σου, καὶ ἐν μιᾷ, ἐνθέματι τραχήλου σου«, ὅπερ ἐστίν· ὠ αὕτη, τῷ ἐπεράστῳ σου βλέμματι τῆς συνέσεως ἀνεπτέρωσας ἡμῶν τὴν καρδίαν εἰς πόθον, ἔδωθεν τὸν ἀρίηλον κόσμον ἐξαστράπτουσα τῆς σωφροσύνης. 154 ἐνθέματα γὰρ τραχήλων
καλεῖται τὰ περιδέραια, τὰ ἐκ τιμίων καὶ ποικίλων συντιθέμενα λίθων. ἀλλ’ αἱ μὲν σωμασκοῦσαι ψυχαὶ τὸν αἰσθητὸν τουτονὶ κόσμον ἀμφὶ τὸν τράχηλον τὸν ἔξω τῆς σαρκὸς περιτιθέασι πρὸς ἀπάτην τῶν θεωμένων, αἱ δὲ ἁγνεύουσαι ἔνδοθεν ἔμπαλιν τὸν ἐξάπτονται, τὸν ἀπὸ τῶν τιμίων καὶ ποικίλων ὡς Μῶς συγκείμενον
λίθων τῆς ἐλευθερίας, τῆς μεγαλοφροσύνης, τῆς σοφίας, τῆς ἀγάπης, ὀλίγα φροντίσασαι τῶν τῇδε προσκαίρων ποοικιλμάτων, ἃ φύλλων δίκην πρὸς ὥραν θάλλοντα συναφαυαίνονται τοῦ σώματος ταῖς τροπαῖς. διπλοῦς γὰρ ὁ περὶ τὸν ἄνθρωπον φαίνεται κόσμος, ὧν τὸν ἔνδον ὁ κύριος 155 ἀποδέχεται, τὸν ἀκήρατον, »ἐν μιᾷ« λέγων
τραχήλων ἐνθέματι« τῆς νύμφης κεκαρδιῶσθαι, οἱονεὶ τὸ τοῦ ἔσωθεν ἀνθρώπου τῆς καταστολῆς αἴγλην ἀποστίλβοντος ὠρέχθαι σημαίνων, ὥς που καὶ ὁ ψαλμῳδὸς μαρτυρεῖ, »πᾶσα« λέλων »ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν«.
τῶν πεπιστευκότων , δόξας ἡμᾶς τὰς παρθένους μόνας εἰσηγεῖσθαι τευξομένας τῆς ἐπαγγελίας, οὐ συννοήσας ὅτι καὶ φυλαὶ καὶ πατριαὶ καὶ τάγματα »κατ' ἀναλογίαν« ἑκάστων ἔσονται τῆς πίστεως( καὶ τοῦτο καὶ Παῦλος διαγράφει, ἄλλη δόξα ἡλίου, καὶ ἄλλη δόξα σελή- 8 9 νης« λέγ(ον καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει έν δόΞῃ. οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν«. καὶ ὁ κύριος δὲ οὐ 156 πᾶσι τὰς αὐτὰς ὁμολογεῖ διδόναι τιμάς, ἀλλ’ ἑτέρους μὲν ἐπὶ τὰ βασίλεια καταριθμεῖται τῶν οὐρανῶν, ἄλλοις κληρονομίαν ἐπαγγέλλεται
γῆς, ἐτέροις οψεσθαι τὸν πατέρα. καὶ δὴ καὶ ἐνταῦθα πρῶτον τὸ τάγμα καὶ τὸν χορὸν τὸν ἄγιον αὐτῷ τῶν παρθένων ὥσπερ εἰς νυμφῶνα τὴν ἀνάπαυσιν τῶν καινῶν αἰώνων ἐφομαρτοῦντα συνεισελεύσεσθαι χρησμῳδεῖ. ἐμαρτύρησαν γὰρ οὐ κατά τι μόριον χρόνων ἐν βραχεῖ καρτερήσασαι σωμάτων ἀχθηδόνας, ἀλλὰ διὰ παντὸς ἔτλησαν
τοῦ βίου μὴ άποδειλιάσασαι τὸν ἀγῶνα τὸν Ὀλυμπιακὸν ἀληθῶς διαθλῆσαι τῆς ἁγνείας· βασάνοις τε γὰρ ἀγρίαις ἡδονῶν καὶ φόβοις καὶ λύπαις ἀντισχοῦσαι καὶ τοῖς ἄλλοις τῆς 157 πονηρίας τῶν ἀνθρώπων κακοῖς, ἀποφέρονται τὰ γέρα πρῶται τῶν ἄλλων, εἰς τὸν ἀμείων τῆς ἐπαγγελίας ἐκτασσόμεναι χῶρον. ἀμέλει ταύτας μόνον
ἐκλεκτὴν νύμφην τὰς ψυχὰς καὶ γνησίαν ὁ λόγος ἑαυτοῦ καλεῖ, τὰς δὲ λοιπὰς παλλακὰς καὶ νεανίδας καὶ θυγατέρας, λέγων ὡδε· »ἐξήκοντά εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεανίδες ὦν οὐκ δὲ ἀριθμός. μία ἐστὶ περιστερά μου, τελεία μου· ἐστὶ ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτὴ τῇ τεκούσῃ αὐτήν. εἴδοσαν αὐτὴν θυγατέρες, καὶ
μακαριοῦσιν αὐτήν , βασίλισσαι καί γε παλλακαὶ αἰνοῦσιν αὐτήν‘. πολλῶν γὰρ οὐσῶν δηλονότι τῆς ἐκκλησίας τῶν θυγατέρων 158 μία 10 11 12 ἐστὶ μόνη ἐκλεκτὴ καὶ τιμιωτάτη ἐν ὀφθαλμοῖς αὐτῆς ὑπὲρ πάσας, τὸ τάγμα τῶν παρθένων.
αὐτῶν πνευματικὴν διαρθρωθῆναι πληρέστερον, τίνες εἰσὶν αἱ βασίλισσαι καὶ αἰ παλλακαὶ καὶ αἱ νεάνιδες, λέξομεν δύνασθαι ταῦτα λελαλῆσθαι καὶ ἐπὶ τῶν ἐξ ἀρχῆς κατὰ πρόβασιν χρόνων ἐν δικαιοσύνῃ διαπρεψάντων, οἷον τῶν πρὸ τοῦ κατακλυσμοῦ καὶ τῶν μετὰ τὸν κατακλυσμὸν καὶ τῶν ἀπὸ τοῦ Χριστοῦ καθεξῆς· εἶναι γὰρ νύμφην
μὲν τὴν ἐκκλησίαν, βασιλίσσας δὲ τὰς βασιλικὰς ἐκείνας τὰς πρὸ τοῦ κατακλυσμοῦ ψυχάς, εὐαρέστους τῷ θεῷ γεγενημένας, τουτέστι τὰς ἀμφὶ τὸν Ἄβελ καὶ 159 τὸν Σὴθ καὶ τὸν Ἐνώχ, παλλακὰς δὲ τὰς μετὰ τὸν κατακλυσμὸν τῶν προφητῶν, αἷς πρὸ τοῦ τὴν ἐκκλησίαν ἁρμοσθῆναι τῷ κυρίῳ παλλακίδων δίκην συγγινόμενος ἀληθεῖς ὑπέσπειρε
λόγους ἐν ἀφθόνῳ καὶ καθαρᾷ φιλοσοφίᾳ, ἴνα γεννήσωσιν αὐτῷ συλλαβοῦσαι πίστιν, »πνεῦμα σωτηρίας‘. τοιαῦτα γὰρ ἀποβλαστήματα φύουσιν αἱ ψυχαί, ἀείμνηστον φέροντα κάλλος, ὁπόσαις ἂν ὁ Χριστὸς συνανακραθῇ. εἰ γὰρ βούλεσθε εἰς Μωσέως ἀποβλέψαι τὰς βίβλους ἢ Δαυὶδ ἢ Σολομῶνος ἢ Ἡσαΐου ἢ τῶν καθεξῆς προφητῶν,
ὠ παρθένοι, εἴσεσθε οἷα καταλελοίπασιν ἑαυτῶν ἔκγονα τῷ βίῳ σωτήρια διὰ τὴν πρὸς τὸν υἱὸν τοῦ θεοῦ κοινωνίαν. ὅθεν 160 τεθεωρημένως παλλακὰς προσηγόρευσε τὰς ψυχὰς τὰς προφητικὰς ὁ λόγος, ὅτι μὴ φανερῶς αὐτὰς οὕτως ὥσπερ δὴ καὶ 13 14 τὴν ἐκκληι1ίαν έπηγόγιιοι Διύι1 ας δι’ αὐτὴν .τὸν μόοχον τὸν οι- τιυτόνα.
(̔Α-ικοντα Γφη, τὰς δὲ παλλαΛ-ιΓ̀ ιἰἴδιιŕιἶονται τὰς δὲ νεάνΛας τοοαύ- τας, οοσον ιΠγk̀ ἀριΔι μιΙΓΑιαι όιὰ τὴν πληθύν, τἰιν όὲ νύμφην μίαν. — καὶ πρῶτον 〈μὲνγ περὶ τῶν ὲξήγοντα λῖΑτέον. Ἁ̔ικοντα βασιλίσσac έντεῦΛ́εν, ὡς οί͂μαι, όὴ τοὺς a̓πὸ τοῦ π(ιωτοπλ͂άΓιτιιυ μέχρι Νῶε κατἀ όιαδοχὴν εὐα(ιεστrίσανῖας ἐκάλεσε τῷ Μιι . ἐ,ειδ·Μ́ερ ἑτέρων οὗτοι
παραγ·ίὁλ-αιἴτων καὶ θεσμῶν 161 Ας τὸ σωθῆναι χρείαν οὐκ ἐσΠ·ίκασιν. ἔτι προσφάτου τῆς κατὰ τὴν ἑξαήμερόν οἱ·σης αὐτοΙς τοῦ κόσμοἰ ο͂υοτάο͂εωC. ἐμέμνηντο γàρ οὗτοι ὡς ἐν ὲξ ἡμέραις ὁ Μ̀:- ἐτεκτŕι- νατο τὴν κτίσιν, τό τε ἐν τῷ παραδείσῳ γεγονότa καὶ πῶς ό ἄνθρω- πος ἐντολὴν ἔχων μὴ ὸ́ψασθαι τοῦ φυτοῦ τῆς φρονήσεως ἐξώκειῖ-ενι
ἀποβουκοΑ-ήσαντος αὐτὸν τοῦ τῆς κακίας σοφιστοῦ. ἐντεΜεν ουlν δὴ τὰς ἀπὸ τῆς συστόσεως εὐθέως τοῦ κόσμου κατὰ διαόοχὴν τὸν θεὸν ποθεῖν ἑλομένας ψυχὰς καὶ σχεόόν, εἰ χρὴ φάναι, τοῦ πρώτου οἰωνὸς οὔσας ἔκγονα καὶ γείτονας τῆς μεráλης ὲξαημἐρου ὲξήκοντα βασιλίσσας ὲ́φη συμβολικῶς, διὰ τὸ μετὰ τὴν ὲζαήμερον εὐθέως, ὡς
ἔφην, γεγονέναι. μεγάλην rὰρ ἐσχήκασιν οὗτοι τιμήν, ἀΠέλοις ὁμιλή - σαντες καὶ τὸν θεὸν υοπαρ, οὐκ ὄναρ πολλάκις θεασáμενοι. ἐπι- 162 σκέψασθε rὰρ ὅσην ἴσχε παρρησίαν ὁ Σὴθ πρὸς τὸν nεόν, οοσην ὁ Λ́βελ, ὅσην ό Ἐνώς, οοοην ό Ἐνώχ, ὅσην ὁ Μαθουσάλα, οοσην ὁ Νῶε, 15 16 πρῶτοι δικαιοσύνης γεγονότες ἐρασταὶ καὶ πρῶτοι τῶν »πρωτοτοκων« τέκνων τῶν »άπογεγραμμένων ἐν ούρανοῖς« τῆς βασιλείας καταξιωθέντες, ὥσπερ ἀπαρχή τις τῶν φυτευομένων εἰς σωτηρίαν πρώϊμος τῷ θεῷ βλαστήσαντες καρπός. καὶ περὶ μὲν τούτων αὐτάρκως·
άγκως· περὶ δὲ τῶν παλλακῶν πάλιν λεκτέον.
καλῶν , τὸν ἴδιον παῖδα τοῖς προφήταις ἐκέλευσεν ὑπηχῆσαι τὴν ἐσομένην ἐατοῦ παρουσίαν διὰ σαρκὸς εἰς τὸν βίον, καθ’ ἣν ἡ τῆς πνευματικῆς ὀγδοάδος χαρὰ καὶ γνῶσις κηρυχθήσεται, ἀφέσεως ἁμαρτημάτων οὖσα καὶ ἀναστάσεως παρεκτική· περιτμηθήσεσθαι γὰρ δι αὐτῆς τῶν ἀνθρώπων τὰ πάθη καὶ τὴν φθοράν. καὶ κιὰ τοῦτο
τὸν κατάλογον τῶν ἀπὸ τοῦ Ἀβραὰμ προφητῶν, διὰ τὴν τῆς περιτομῆν πρεσβείαν τὸν ὀκτὼ περιεχούσης ἀριθμόν, ἡς ἐξήρτηται καὶ ὁ νόμος, ὀγδοήκοντα παλλακὰς ἐκάλεσεν, ὅτι πρῶτοι, πρὶν τὴν νύμφην τὴν ἐκκλησίαν κατεγγυηθῆναι τῷ λόγῳ, τὰ θεῖα συλλαβόντες σπέρματα, τῆς νοητῆς προεξήγγειλαν ὀγδοάδος 164 τὴν περιτομήν. — νεάνιδας
δὲ πάλιν εἰς ἀναρίθμητον συντελούσας ὅμιλον τὰ ὑπὸ τοῖς κρείττοσι δικαιοπραγήσαντα πλήθη καὶ νεανικῶς καὶ γενναίων διαθλήσαντα πρὸς τὴν ἁμαρτίαν καλεῖ.
ἀκμῆς καὶ τῆς παρθενίας πάσας. διὸ καὶ μακαρίζεται καὶ αἰνεῖται Πρὸς τῶν ἄλλων, ὅτι αὕτη καὶ εἶδε καἰ ἤκουσεν ἀφθόνως, ἃ ἐκεῖναι ἐπεπόθησαν κἂν ἐκ βραχέος θεάσασθαι καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι καὶ οὐκ 165 ἤκουσαν. »μακάριοι« γάρ φησιν οἱ ὀφθαλμοὶ ὑμῶν« ὁ κύριος τοῖς μαθηταῖς οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι
πολλοὶ προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκούσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν‘. οὐκοῦν διὰ ταῦτα μακαρίξουσι ταύτην οἱ προφῆται καὶ θαυμάζουσιν, ὅτι ὧν αὐτοὶ μὴ ἐπέτυχον ἀκροαταὶ γενέσθαι καὶ θεάμονες ἡ ἐκκλησία κατηξιώθη καὶ μετείληφεν. »ἑξήκοντα« <γάρ> »εἰσι βασίλισσαι καὶ ὀγδοήκοντα
καὶ νεάνιδες ὡς οὐκ ἔωστιν ἀριθμός. μία ἐστὶν ἡ περιστερά μου, τελεία μου.«
εἰς αὐτήν. διὸ δὴ καὶ περιστερὰν αὐτὴν ἔφη τροπικῶς, ἐπειδὴ 19 20 τιθασὸν τὸ ζῷον καὶ ὑπωρόφιον καὶ διαίτῃ τῇ μετὰ ἀνθρώπων ἀσμενίζον. μόνη γὰρ ὡς ἔπος εἰπεῖν ἄσπιλος καὶ ἀμίαντος εὑρέθη καὶ πάντας ὑπερέχουσα τῷ τῆς δικαιοσύνης κόσμῳ καὶ κάλλει, ὥστε μηδένα καὶ τῶν εἰς ἄκρον εὐαρεστησάντων τῷ θεῷ ταύτης
δυνηῆναι πέλας ὡς πρὸς σύγκρισιν ἀρετῆς στῆναι, καὶ διὰ τοῦτο κατηξιῶσθαι κοινωνὸν αὐτὴν γενέσθαι τῆς βασιλέιας τοῦ μονγενοῦς, αὐτῷ καθηρμοσμένην τε καὶ ἑνθωθεῖσαν. καὶ ἐν τῷ 167 τεσσαρακοστῷ δὲ καὶ τετάρτῳ ψαλμῷ ἡ ἐκ τῶν πλειόνων παρισταμένη καὶ δεξιῶν βασίλισσα τοῦ θεοῦ μερῶν, ἡ τῷ διαχρύσῳ τῆς ἀρετῆς κόσμῳ κατεστολισμένη,
ἡς ἐπεθύμησε τοῦ κάλλους« »ὁ βασιλεύς«, ἡ σάρξ ἐστιν, ὡς ἔφην, ἡ ἄχραντος ἐκείνη καὶ μακαρία, ἣν αὐτὸς ἀνακομίσας ὁ λόγος εἰς οὐρανοὺς »ἐκ δεξιῶν« παρέστησε τοῦ πατρός, »ἐν ἱματισμῷ διαχρύσῳ« κεκοσμημένην, ὃ δή ἐστι τοῖς ἐπιτηδεύμασι τῆς ἀφθαρσίας, ἃ συμβολικῶς ἔφησε »χρυσᾶ κροσσωτά«, ἐπειδήπερ ἐκ ποικίλων ποικίλλεται
τοῦτο καὶ συγκαθυφαίνεται κατορθωμάτων τὸ ἔνδυμα, οἷον ἀγνείας, φρονήσεως, πίστεως, ἀγάπης, ὑπομονῆς καὶ τῶν λοιΠῶν Μῶν, ἃ δὴ κατακαλύπτοντα τὴν ἀσχημοσύνην τῆς σαρκὸς κοσμεῖ τὸν ἄνθρωπον 168 κόσμῳ χρυσῷ.
τὸν ἄνθρωπον ἐκ δεξιῶν‘ ἐνθρονισθῆναι τοῦ παντοκράτορος, ὃν ἀνείληφεν ὁ λόγος, τὸ πνεῦμα παραδίδωσιν, ἐπισκεπτέον. »ἀπευνχθήσονται τῷ βασιλεῖ παρθένοι« φησίν« »ὀπίσω αὐτῆς· αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι. ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει· ἀχθήσονται εἰς ναὸν βασιλέως.‘ πάνυ προφανῶς ἐνθάδε λοιπὸν
ἔοικεν ἐγκωιμιάζειν τὸ πνεῦμα τὴν ἁγνείαν, μετὰ τὴν νύμφην, ὡς 21 22 ἀποδεδώκαμεν, τοῦ κυρίου δευτέρας προσιέναι τῷ παντκράτορι »ἐν ἀγαλλιάσει καὶ εὐφροσύνῃ‘ τὰς παρθένους ἐπαγγελλόμενον, ὑπ' ἀγγέλων δορυφορουμένας τε καὶ παραπεμπομένας. οὕτω γὰρ ἀπέραστόν τι τὸ τῆς 169 παρθενίας ἐστὶν ὡς Μῶς καὶ τριπόθητον κλέος, ὥστε
ὀπίσω τῆς βασιλίσσης, ἣν ἀνήγγαγεν ὁ κύριος ἀναμάρτητον ἀποτορνεύσας τῷ πατρί, τὸν χορὸν τῶν παρθενων καὶ τὸ τάγμα προσκομίζεσθαι, τὰ δυτερεῖα τῆς νύμφης κακληρωμένον.
Symposium Sive Convivium Decem Virginum. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.