Λόγος έ. Θάλλουσα.
σε κατὰ νοῦν, ὅπως πρῶτον μὲν σοῦ, καὶ τῶν παρόντων δὲ φανῶμεν ἂξια λέγειν. τὸ γὰρ μέγιστον καὶ ἐπιφανέστατον ἀνάθημα καὶ δῶρον, οὑ μηδὲν ἀντάξιον ἄλλο προσενέγκασθαι πάρεστιν 109 ἀνθρώποις θεῷ, τὸν ἆθλον τῆς παρθενίας εἶναι πέπεισμαι διαρκῶς, ἀπὸ τῶν ἱερῶν ᾐσθημένη γραμμάτων. οὐ γὰρ ἄν, πολλὰ πολλῶν κατ’
εὐχὰς ἐν τῷ νόμῳ καλὰ κατεργασαμένων, μόνοι μεγάλην εὐχὴν ἐλέγοντο πληροῦν οἱ σφᾶς αὐτοὺς αὐθαιρέτῳ βουλῇ προσενέγκαντες θεῷ. ἔχει γὰρ τὸ ῥητὸν οὕτως· »καὶ ἐλάλησε κύριος πρὸς λέγων· λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ερεῖς πρὸς αὐτούς· ἀνὴρ ἢ γυνή, ὃς ἂν μεγάλως εὒξηται εὐχὴν ἀφαγνίσασθαι ἁγνείαν κυρίῳ«.
εὒχεται χρυσᾶ καὶ ἀργυρᾶ εἰς τὸν νεὼν σκεύη προσκομίσας ἀναθεῖναί τις, ἓτερος ἀναθεῖναι τὴν δεκάτην τῶν καρπῶν, ἂλλος τῆς οὐσίας, ἕτερος τὰ κράτιστα τῶν ποιμνίων, ἄλλος τὴν ὕπαρξιν 110 καθιεροῖ, καὶ οὐδέπω μεγάλην εὐχὴν εὒξασθαι λέγεται τῷ κυρίῳ, ἀλλ’ ἐκεῖνος ὁ ἑαυτὸν ἀναθεὶς τῷ θεῷ ὁλοτελῶς.
μοι« λέγων »δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα, καὶ τρυγόνα καὶ περιστεράν«, ὃ ἐστιν εὐφήμως ἐπίστησον γὰρ ὅτι περὶ τούτων κἀκεῖνο παρεγγυᾷ)· 111 προσένεγκέ μοι καὶ φύλαξον ἂζυγα καὶ ἀκάκωτόν σου τὴν ψυχὴν δαμάλεως δίκην, καὶ τὴν σάρκα καὶ τὸν λογισμόν, τὴν μὲν ὡς αἶγα, ἐπειδὴ τὰ μετέωρα
καὶ κρημνώδη περιπολεῖ, τὸν δὲ ὡς κριόν, ἳνα μηδαμῶς ἀποσκιρτήσας ἐκπέσῃ καὶ ἐξολισθήσῃ τῆς ἀληθείας· οὓτω γὰρ ἐντελὴς ἴον καὶ ἀνεπίληπτος, ὦ Ἀβραάμ, ἀναθεὶς ἐμοὶ καὶ τὴν ψυχὴν καὶ τὴν αἲσθησιν καὶ τὸν νοῦν· ἃ συμβολικῶς δάμαλιν ἴφη καὶ αἶγα καὶ κριὸν τριετίζοντα, οἱονεὶ τὴν γνῶσιν ἀκακέμφατον τῆς τριάδος ἐπανῃρημένα.
τάχα δὲ καὶ τὴν πρώτην καὶ τὴν μέσην καὶ τὴν τελευταίαν τοῦ βίου τῆς ἡλικίας ἡμῶν αἰνίσσεται τρίβον , βουλόμενος, ὡς ἒνι μάλιστα, καὶ τὸν τῶν παίδων καὶ τὸν τῶν 112 ἀνδρῶν καὶ τὸν τῶν γεραιτέρων χρόνον σωφρόνως βιώσαντας αὐτῷ προσενέγκασθαι. καθ᾿ ὃν τρόπον καὶ ὁ κύριος ἡμῶν ἐν εὐαγγελίοις παρακελεύεται Ἰησοῦς
Χριστός, ὡδε νομοθετῶν· οἱ λύχνοι ὑμῶν‘« μὴ σβεννύσθωσαν, καὶ »αἱ ὀσφύες ὑμῶν μὴ λυέσθωσαν. διὰ τοῦτο καὶ ὐμεῖς ὃμοιοι γίνεσθε ἀνθρώποις προσδεχομένοις τὸν κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἳνα ἐλθόντι καὶ κρούσαντι αὐτῷ εὐθέως ἀνοίξωσι. μακάριοί 3 4 5 ἐστε, ὁτι ἀνακλινεῖ ὑμᾶς καὶ παρελθὼν διακλονήσει· κἂν τῇ κἂν τῇ τρίτῃ, μακάριοί ἐστε.‘ ἐπισκέψασθε γὰρ ὄτι τρεῖς ὑποθέμενος φυλακὰς νυκτός, ἑσπερινὴν καὶ δευτέραν καὶ τρίτην, καὶ τρεῖς ἑαυτοῦ παρουσίας, 113 ὦ παρθένοι, τὰς τρεῖς ἡμῶν τῆς ἡλικίας ᾐνἰξατο
μεταβολάς, τὴν μειρακιώδη καὶ τὴν πρόσηβον καὶ τὴν πρεσβυτικήν, βουλόμενος, ἴνα κἂν τὴν πρώτην ἄγοντας ἡλικίαν, τουτέστι παῖδας ὄντας, ἐὰν ἔλθῃ παραληψόμενος <ἐκ> τοῦ κόσμου, ἑτοίμους καὶ καθαρούς, μηδὲν ἐπιτετηδευκότας σκαιόν, κὰν τὴν δευτέραν ὁμοίως, κἂν τὴν τρίτην. ἐσπερινὴ γὰρ φυλακὴ ὁ καιρός ἐστι τῆς ἀκμῆς τοῦ
ἀνθρώπου καὶ ἡ νεότης, καθ’ ἢν ἄρχεται ταράσσεσθαι τὸ ἡγεμονικόν, ἐπιθολούμενον ταῖς ἐξαλλαγαῖς τοῦ βίου, ἡβώσης αὐτοῦ τῆς σαρκὸς ἤδη καὶ τρεπομένης εἰς πάθη. δευτέρα δέ, ὁπηνίκα λοιπὸν »εἰς ἄνδρα τέλειον« ἐλάσας ἄρχεται στάσιν καὶ βεβαιότητα τῶν θορύβων ὁ νοῦς προσλαμβάνειν καὶ τῆς οἰήσεως. 114 τρίτη δέ ὅτε αἱ πλεῖσται
φαντασίαι φθίνουσι τῶν ἐπιθυμιῶν, ἀπομαραινομένης ἤδη τῆς σαρκὸς κα) εἰς γῆρας προκοπτούσης.
ἡλικίᾳ παραλαβεῖν ἡμῶν τινας βουληθῇ, κἂν ἐν τῇ δευτέρᾳ, κἂν ἐν τῇ τρίτῃ, ἐλθὼν καὶ εὑρὼν ἐτοιμοτάτους καὶ ἄ προσέταξεν ἐργαζο- 6 7 8 μένους, ἀνακλίνῃ εἰς Ἀβραὰρ κόλπους καὶ Ἰσαὰκ καὶ Ἰακώβ. καὶ Ἱερεμίας δέ »ἀγαθόν« φησίν »ἀνδερί, ὅταν ἄρῃ ζυγὸν βαρὺν ἐν νεότητι αὐτοῦ‘ καὶ »ἀπὸ τοῦ κυρίου« οὐ μὴ »ἀποστῇ ἡ ψυχὴ 115 αὐτοῦ.. ἀγαθὸν γὰρ ἐκ παίδων ὠς ἀληθῶς ὑποθέντα τὸν αὐχένα τῇ θείᾳ προσοχῇ
μὴ ἀποσείσασθαι μέχρι γἠρως τὸν ἐπιβάτην καθαραῖς φρεσὶν ἐποχούμενον, άεὶ τὸν λογισμὸν εἰς τὰ χεἰρω καθέλκοντος τοῦ πονηροῦ. τίς γὰρ οὐ τὰς δι’ ὀμμάτων, τίς δ’ οὐ τὰς δι’ ὤτων, τίς δ’ οὐ τὰς διὰ γεύσεως ὀσφρήσεώς τε καὶ ἁφῆς ἡδονὰς καὶ τέρψεις ἀποδέχεται, τὸν ἡνίοχον μὴ φέρων, σωφροσύνην εἴργουσαν καὶ καθαιμάττουσαν
τὸν ἵππον τῆς κακίας; ἕτερος ἔν οὖν εἰς ἔτερα ἐπιβλέψας ἄλλα δοξάσει, ἡμεῖς δὲ ἀνατιθέναι λέγομεν τελείως ἑαυτὸν τῷ θεῷ, ὅς καὶ τὴν σάρκα ἄχραντον ἐκ παίδων φιλοτιμεῖται φυλάττειν, παρθενίαν ἀσκῶν. περισπουδάστους γὰρ καὶ μεγάλας 116 ἐλπίδων δωρεὰς τοῖς ἐφιεμένοις αὐτῆς ταχέως φέρει, τὰ λυμαντήρια τῆς ψυχῆς ἀπομαρίνουσα
πάθη καὶ ὑπεκκαύματα. — φέρε γὰρ εἰσηγήσωμαι, πῶς ἀνακείμεθα τῷ κυρίῳ.
ἁγνείαν. τότε γὰρ ἀνάκειμαι προφανῶς πᾶσα τῷ κυρίῳ, ὁπότε μὴ μόνον τὴν σάρκα συνουσίας ἀνέπαφον, ἀλλὰ καὶ τῶν λοιπῶν ἀτοπημάτων ἄσπιλον τηρεῖν ἀγωνίζομαι. »ἡ γὰρ ἄγαμος μεριμνᾷ. φησί 9 10 11 τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίῳ«. οὐ μόνον ἴνα μὴ χωλὴν τῆς ἀρετῆς κατά τι μόριον 117 ἀπενέγκηται τὴν δόξαν, ἀλλ’ ἄμφω, κατὰ τὸν ἀπόστολον , καὶ ἐν τῷ πνεύματι καὶ ἐν τῷ σώματι« ἁγιάζηται, ἀναθεῖσα τὰ μέλη κυρίῳ. τί γάρ ἐστι τὸ ἀναθεῖναι τελείως ἑαυτὸν
κυρίῳ, λεκτέον. ἐὰν ἐπὶ τῶνδε μὲν ἀνοίξω τὸ στόμα, ἐπὶ τῶνδε δὲ καταλείσω, οἶον ἀνοίξω μὲν περὶ τὰς ἐξηγήσεις τῶν γραφῶν εἰς τὸ ὀρθοδόξως ὑμνῆσαι καὶ μεγαλοπρεπῶς κατὰ δύναμιν τὸν θεόν, κατακλείσω δὲ » θύραν‘ αὐτῶ θεμένη καὶ φυλακὴν‘ <τπῦ > μάταια μὴ λαλεῖν, ἀγνεύει μου τὸ στόμα καὶ ἀνάκειται τῷ κυρίῳ, »ἡ γλῶσσά μου κάλαμος«
γέγπμε. σοφίας ὄργανον· γράφει γὰρ δι’ αὐτῆς ἀριδήλοις ἀπὸ τοῦ βάθους καὶ τῆς δεινότητος τῶν γραφῶν φωτίζων τὸν νόμον τοῦ πνεύματος«, ὁ λόγος, 118 ὁ κύριος, ὁ γραμματεὺς τῶν αἰώνων ὀξυγράφος, ὅτι ταχέως καὶ ὀξέως τὴν βουλὴν ἀνα- γράφεται μόνος καὶ πληροῖ τοῦ πατρός, »ὀξέως σκύλευσον‘ ἀκούων
»ταχέως προνόμευσον‘. τούτου »κάλαμός« ἐστιν »ἡ γλῶσσά μου« τοῦ »γραμματέως«· ἡγνίσθη γὰρ αύτῷ καὶ άνάκειται κάλαμος ὤσπερ »ὡραῖος«, ὡραιότερα γράφων τῶν τὰ ἀνθρώπινα δόγματα κρατυνόντων ποιητῶν καὶ λογογράφων. ἐὰν ἐθίσω καὶ τὰς ὄφεις μὴ ἐπιθυμεῖν ὤρας σωμάτων, μηδὲ τέρπεσθαι θέαις ἀσχήμοσιν, ἀλλὰ τὰ ἄνω
περισκοπεῖν, ἁγνεύουσι καὶ οἱ ὀφθαλμοὶ καὶ ἀνάκεινται τῷ κυρίῳ. ἐὰν τὰ ὦτα φράξασα ἀπὸ δυσφημίας καὶ ψιθυρισμῶν ἀναπετάσω 119 Xoycp θεοῦ, φοιτῶσα παρὰ σοφοῖς, ἀντέθεικα καὶ τὰς ἀκοὰς τῷ κυρίῳ. ἐὰν ἀποσείσωμαι τὰς χεῖρας ἀπὸ καπηλείας, ἀπὸ μεταπράσεως, ἀπὸ φιλοχρημοσύνης, ἀπὸ πληκτισμοῦ, ἀγνεύουσι καὶ αἱ χεῖρες τῷ 12 13 θεῷ. ἐὰν ἀφέφω τὸ πορευτικὸν διεστραμμἐνας ὁδοὺς πορεύεσθαι, ἀνατέθεικα καὶ τοὺς πόδας, οὐκ εἰς δικαστήρια κοὶ θιάσους παρερχομένη,
ἐὰν διαγνεύω καὶ τὴν καρδίαν, πάσας τὰς διανοήσεις αὐτῆς ἀναθεῖσα κυρίῳ; φλαῦρον οὐδὲν ἐνθυμοῦμαι, κοσμικὸν οὐδὲν διαλογίζομαι, τῦφος οὐκ ἐμπολιτεύεται καὶ ὀργὴ παρ’ ἐμοί, τὸν νόμον καὶ ἐν ἡμέρᾳ μελετῶ κυρίου καὶ ἐν νυκτί· καὶ τοῦτ΄ ἐστί »ὰγνείαν ὰγνεῦσαι, 120 μεγάλην εύξάμενον εύχήν«.
υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἀνὴρ ἢ γυνή, ὅς ἂν μεγάλως εὔξηται εὐχὴν ἀφαγνισθῆναι κυρίῳ , ἀπὸ σίκερα καὶ οἴνου ἁγνισθήσεται, καὶ ὄζος ἐξ οἴνου καὶ ὄξος ἐκ σίκερα καὶ καὶ κατεργάζεται ἐκ σταφυλῆς οὐ πίεται, καὶ σταφυλὴν πρόσφατον καὶ σταφίδας οὐ φάγεται 121 πάσας τὰς ἡμέρας τῆς εὐχῆς αὐτοῦ«, ὅπερ ἐστίν· ἀπὸ τοῦ
φυτοῦ τῆς πονηρίας τῶν γεννωμένων ὁ κατεγγυήσας ἑαυτὸν τῷ καὶ ἀναθεὶς οὐ δρέψεται διὰ τὸ παρεκτικὸν ἀεὶ μέθης αὐτὸ xai ἐκστάσεως πεφυκέναι. δύο γὰρ ἀμπέλων διαφορὰς ἐκ τῶν γραφῶν 14 15 16 ᾐσθήμεθα, αἳ χωρὶς ἀλλήλων γεγονέτην ἀνομοίως τε ἐχέτην. ἡ γὰρ ἀθανασίας τε καὶ δικαιοσύνης ἐστὶ παρεκτική, ἡ δὲ μανίας αὐ καὶ παραφοσύνης. ἄμπελος μὲν γὰρ νηφάλιος καὶ εὐφραντική, κλημάτων δίκην ἐκ τῶν μαθημάτων τοὺς βότρυς ἱλαρῶς ἀπαιωροῦσα
τῶν χαρισμάτων καταστάζοντας ἀγάπην, ὁ κύριος ἡμῶν ἐστιν Ἰησοῦς ὁ λέγων διαρρήδην 122 τοῖς ἀποστόλοις »ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὑμεῖς τὰ κλήματα· ὁ δὲ πατήρ μου ὁ γεωργός«. ἀγρία δὲ κοὶ θανατηφόρος ὁ διάβολος, λύσσαν καὶ ἰὸν καὶ ὀργὴν ἀποστάζων, ὤσπερ δὴ καὶ Μωυσῆς ὑφηγεῖταιδιαγράφων περὶ αὐτοῦ· »ἐκγὰρ ἀμπέλου Σοδόμων«
φησίν ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας. ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς βότρυς πικρίας αὐτῶν. θυμὸς δρακόντων ὁ οἶνος αὐτῶν, καὶ θυμὸς ἀσπίδων ἀνίατος‘. ἐκ ταύτης τρυγήσαντες οἱ Σοδόμων οἰκήτορες εἰς ἄκαρπον ἀρρένων ὄρεξιν οἰστρηλατήθησαν τραπῆναι »παρὰ φύσιν«. ἐντεῦτεν οἱ ἐπὶ Νῶε κραιπαλήσαντες εἰς ἀπιστίαν κατώλισθον
καὶ ὑποβρύχιοι 123 κατεποντώθησαν κατακλυσμῷ, ἐντεῦθεν ἀρυσάμενος ὁ Κάἵν τὰς μισαδέλφους ἐφοίνιξε χεῖρας καὶ ἔχρανε πρῶτος τὴν γῆν λύθρῳ συγγενικῷ, ἐντεῦθεν μεθυσκόμενα τὰ ἔθνη θήγουσιν ἑαυτῶν εἰς ἀλληλοφόνους μάχας τοὺς θυμούς. οὕτως γὰρ οὐκ ἐξίσταται ἄνθρωπος ἀπὸ οἴνου καὶ παραπαίει, ὤσπερ ἀπὸ ζήλου καὶ ὀργῆς·
οὕτως οὐ μεθύσκεταί τις ἀπὸ οἴνου καὶ παραφρονεῖ, ὡς ἀπὸ λύπης, ὡς ἀπὸ ἔρωτος, ojg ἀπὸ ἀκρασίας. ἀπὸ ταύτης προστέτακται τῆς μὴ γεύσασθαι ἀμπέλου μὴ γεύσασθαι τὴν παρθένον, ἴνα νηφάλιος 17 18 ἄὔπονς ἀπὸ μερίμνηγς βιωτικῆς ἔκλαμπρον τὴν λαμπάδα τοῦ τῆς δικαιοσύνης ἐξάπτῃ τῷ λόπῳ. »προσέχετε« γάρ φησιν ὁ κύριος μήποτε βαρυνθῶσιν 124 ὑμῶν αἱ καρδίαι κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς καὶ ἐπιστῇ ἐφ' ὑμᾶς ἡ ἡμέρα ἐκείνη ὠς παγίς«.
ὄν τρόπον αἱ ἐξ οἴνου προποσίαι καὶ ταῦτα σφοδρῶς τὸν λογισμόν. καὶ εἰ χρὴ φάναι λόγῳ πρὸς ὑμᾶς ἀληθεῖ, πᾶν τὸ μέθην φέρον καὶ ἔκστασιν τῇ ψυχῇ μετὰ τὸν οιἶνον τὸν ἐξ ἀμπέλου σίκερα κικλήσκουσιν οἱ σοφοί. ὄπως 125 οὐν δὴ μὴ μόνον τῶν γενικῶν ἁμαρτημάτων φυλασσομένη τῆς πονηρίας ὑπὸ τῶν ἀντιμίμων αὐτῆς χραίνηται καὶ
ἀντιρρόπων, ἐτέρων μὲν κρατοῦσα, ὑφ’ ἑτέρων δὲ κρατουμένην, τουτέστιν ἱματίων διαφερόντων ὑφαῖς ἁβρυνομένη ἢ καὶ λίθοις καὶ χρυσῷ καὶ πλεονεξίᾳ καὶ τοῖς ἄλλοις τοῖς περὶ τὸ σῶμα καλλωπισμοῖς, ἃ δὴ καὶ αὐτὰ μεθύσκει τὴν ψυχήν· διὰ τοῦτο ταῦτα νομοθετεῖ, μὴ εἰς γυναικισμοὺς ἐκχέηται καὶ γέλωτας καὶ ἀπάτας ἀνασοβουμένη
καὶ μωρολογίας, ἄ περιδινοῦσι καὶ κυκῶσι τὸν λογισμόν· ὥσπερ καὶ ἐν ἑτέροις ἐμήνυσεν, οὐ φάγεσθε τὴν ὕαιναν« εἰπών »καὶ τὰ ὅμοια 19 20 21 αὐτῇ, καὶ τὴν γαλῆν καὶ τὰ ὅμοια <αὐτῇ>« αὕτη γὰρ ὀρθὴ 126 πρὸς οὐρανὸν καὶ σύντομος ὸδοιπορία, τὸ μὴ μόνον ἐμπόδιον ἐφέλκεσθαί τι τῶν ἐκτραχηλιζόντων τὸν ἄνθρωπον ἐπτοημένον περὶ τὰς ἡδυπαθείας καὶ τέρψεις, ἀλλὰ καὶ τῶν ἀντιμίμων αὐτοῖς· καὶ γὰρ θυσιαστήριον
ἀναίμακτον εἶναι παρεδόδη θεοῦ τὸ ἄθροισμα τῶν ἁγνῶν. οὔτως μέγα τι χρῆμα καὶ ἔνδοξον ἡ παρθενία φαίνεται. διὸ δὴ ἄχραντον αὐτὴν καὶ καθαρὰν πάντῃ φυλακτέον, μηδὲν κοινωνοῦσαν ταῖς σαρκὸς ἀκαθαρσίαις, ἀλλ’ ἔσω κατὰ πρόσωπον τοῦ μαρτυρίου« σοφίᾳ κεχρυσωμένην εἰς τὰ ἄγια τῶν ἁγίων ἱδρύσθαι, τὴν εὐωδίαν
τῆς άγάπης ἀναθυμιῶσαν κυρίῳ. »ποιήσεις« γάρ »μοι«, φησί, μετὰ τὸ θυσιαστήριον τὸ περικεχαλκωμένον 127 (εἰς ὃ τὰ ὁλοκαυτώματα ἀνεκομίζοντο καὶ αἱ προσφοραί) ἄλλο »θυσιαστήριον ἐξ ἀσήπτων ξύλων., καὶ καταχρυσώσεις αὐτὸ χρυσίῳ‘, »καὶ δώσεις αὐτὸ ἀπέναντι τοῦ καταπετάσματος τοῦ ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου« κατὰ
»πρόσωπον τοῦ ἱλαστηρίου«, ὄ ἐστιν » τῶν μαρτυρίων«, »ἐν οἶς γνωσθήσομαί σοι ἐκεῖ. καὶ θυμιάσει ἐπ’ αὐτοῦ Ἀαρὼν θυμίαμα κυρίῳ] ἀρωμάτων ἐν πρωί, ὄτε ἀγαθύνῃ τοὺς λύχνους· θυμιάσει ἐπ’ αὐτοῦ θυμίαμα διαπαντὸς ἔναντι κυρίου εἰς τὰς γενεὰς ὑμῶν. οὐκ ἀνοίσεται ἐπ’ αὐτοῦ θυμίαμα ἀλλότριον καὶ ὁλοκαύτωμα· θυσίαν καὶ σπονδὴν
οὐ σπείσεται ἐπ’ αὐτοῦ. «
ἡμεῖς τρανότερον μὲν ταῖν τύπων , ἀμαυρότερον δὲ τῆς άληθείας φεραπεύομεν νῦν. Με γὰρ ἀκραιφνὲς εἰς ἀνθρώπους ὡς πέφυκεν οὔπω τὸ ἀληθές, οἴ μηδὲ βαστάσσι φέρομεν ἄκρατον 129 ἐνταῦθα θεάσασθαι σασθαι τὴν ἀφθαρσίαν, ὁπότε μηδὲ τὰς ἡλιακὰς ἀνέδην ἀκτῖνας. ἀλλ’ Ἰουδαῖοι μὲν τὴν »σκιὰν« τῆς εἰκόνος τρίτην ἀπὸ τῆς ἀληθείας
κατηγγέλκασιν, ἡμεῖς δὲ τὴν εἰκόνα τῆς κατ’ οὐρανὸν διοικήσεως ἐναργῶς ἐκθειάζομεν. τὸ γὰρ ἀληθὲς ἀκριβῶς μετ’ ἀνάστασιν δηλωθήσεται, ὁπότε »πρόσωπον κατὰ πρόσωπον‘ τὴν ἁγίαν σκηνήν, τὴν πόλιν‘ τὴν ἐν τοῖς οὐρανοῖς, »ἡς τεχνίτης καὶ δημιουργὸς ὁ θεός«, ἀλλ’ οὐ δι’ »αἰνιγμάτων« καὶ ἐκ μέρους‘ ἐποπτεύσομεν.
φέρειν , καὶ τὸ μὲν περικεχαλκωμένον ἀπεικάζεσθαι τῇ γερουσίᾳ καὶ τῷ περιβόλῳ τῶν χηρῶν (θεοῦ γάρ εἰσιν ἔμψυχος βωμός, ἀνακομίζοντες τοὺς μόσχους καὶ τὰς δεκάτας καὶ τὰ ἑκούσια θυσίας τελοῦμεν κυρίῳ), τὸ δὲ περίχρυσον θυσιαστήριον ενδον ἐν τοῖς ἁγίοις 24 25 τῶν ἁγίων ἀνακείμενον κατὰ πρόσωπον τοῦ μαρτυρίου. εἰς ὃ θυσίαν καὶ σπονδὴν ἀναφέρεσθαι, ταῖς ἐν παρθενίᾳ παραβλητέον, τῷ ἀκηράτῳ χρυσῷ τὰ ἄσηπτα συνουσίας σώματα κατησφαλισμέναις. δύο 131 γὰρ ἄ εἰς ἔπαινον θρυλλοῦνται χρυσοῦ,. ὅτι τε ἰὸν οὐ
παραδέχεται καὶ τὴν χροιὰν ταῖς ὴλίου μετρίως παραπλησιάζειν φαντάζεται βολαῖς· σύμβολον δὲ εἰκότως ἄρα τοῦτο τῆς ἁγνείας τῆς μὴ προσιεμένης ἐστὶ κηλῖδα καὶ σπῖλον, ἀλλὰ τῷ φωτὶ καταστραπτομένης ἀεὶ τοῦ λόγου. διὸ καὶ ἔνδον εἰς τὰ ἄγια τῶν ἀγίων ἕστηκε πλησιέστερον καὶ ἔμπροσθεν τοῦ πετάσματος, ἀχράντοις χερσὶ θυμιαμάτων
δίκην τὰς προσευχὰς ἀναπέμπουσα κυρίῳ , δεκτὰς εἰς »ὀσμὴν εὐωδίας«. καθὼς καὶ Ἰωάννης ἐμήνυσε, τὰ θυμιάματα τὰ ἐν ταῖς φιάλαις τῶν κἰκοσιτεσσάρων πρεσβυτέρων προσευχὰς ἁγίων εἶναι φράσας.
ἁγνείας, ὦ Ἀρετή, συμβάλλομαι.
Symposium Sive Convivium Decem Virginum. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.