Λόγος δ΄. θεοπάτρα.
ἂν ὑπῆρχε μηχανὴ τοῦ οὐκ ἀποκναίειν ἐπιχειροῦσαν τοῖς ἢδη 1 2 προηγωνισμένοις. εἰ δὲ μυρίαι μὲν λόγων ὁρμαὶ καὶ διέξοδιο, »πολυμερῶς καὶ πολυτρόπως« ἐπεισπνέοντος ἡμᾶς τοῦ θεοῦ, τίς η ἀποκλήρωσις ἐγκαλύπτεσθαι καὶ δειλπιᾶν; οὐκ ἀνυπαίτιος γὰρ ὅτῳ μέτεστι χάριτος, ἐὰν τὰ καλὰ μὴ 94 κοσμῇ λόγοις εὐχαριστηρίοις. διὸ φέρε καἰ
ἡμεῖς ὑμνήσωμεν τῶν χαρισμάτων τὸ καλλιφεγγὲς ἄστρον καὶ τιμαλφέστατον τοῦ Χριστοῦ, τὴν ἁγνείαν. εὐρυτάτη γὰρ ἡ τοῦ πνεύματος αὕτη καὶ ἄφθονος ὁδός. πόθεν οὐν ἀπαρξάμεναι δὴ πρέποντα δόξομεν καὶ εἰκότα λέγειν τοῖς προκειμένοις, ἐντεῦθεν ἐπισκεπτέον.
ἀποκαταστάσεως καὶ τῆς εἰς τὴν ἀφθαρσίαν μεταβολῆς καἰ τῆς πρὸς τὸν θεὸν καταλλαγῆς οὐδὲν αἴτιον οὕτως ἄλλο γέγονε καὶ σωτήριον ἀνθρώποις, τὸ στρατηγῆσαν ἡμᾶς εἰς ζωήν, ὡς ἁγνεία. πειράσομαι γὰρ ᾗ διανοοῦμαι περὶ τούτων ἐνδείξασθαι νῦν, ἴνα 95 σαφῶς τὴν δύναμιν τοῦ προειρημένου χαρίσματος ἀκούσασαι, πόσων
ἡμῖν παρεκτικὸν ἀγαθῶν ἐγενήθη γνῶτε. τὸ γοὺν ἀρχαῖον, μετὰ τὸ μετοικισθῆναι τὸν ἄνθρωπον ἐκβληθέντα διὰ τὴν παράβασιν, τὸ ῥεῦμα τῆς φθορᾶς ἐπὶ πολὺ προσεχύθη καὶ φερόμενον σφοδρῶς 3 4 5 συρμοῖς ἐξαισίοις οὐ μόνον ἔξωθεν ἀτάκτως παρεφέρετο ἀλλ’ ἤδη καὶ ἐπεισχεόμενον εἴσω κατέκλυζε τὰς ψυχάς. συνεχῶς τοῦτο πάσχουσαι κωφαὶ καὶ δουμαθεῖς ἐφέροντο, κυβερνᾶν ἀπαλλαγήσασαι τὰ σφέτερα σκάφη παρὰ τὸ μὴ ἔχειν
βεβαίου τινός. αἱ γὰρ αἰσθήσεις τῆς ψυχῆς, ὡς οἱ τούτων ἒφασαν ἐπιστήμονες, ἐπειδὰν τῶν ἒξωθεν προσπιπτόντων 96 παθῶν ἡττηθεῖσαι. προσδέξωνται τὰς ἐπιφορὰς τοῦ τῆς ἀνοίας ἐπικλύσαντος εἲσω κύματος, εὐθέως τῆς εὐθείας ὁρμῆς ἐμποδίζουσι σκοτωθεῖσαι τὸ πᾶν αὐτῆς εὐήνιον πορεύεσθαι κατὰ φύσιν κύτος. ὅθεν οὐν ὁ θεὸς οἰκτειρήσας
ἡμᾶς ἡμᾶς οὕτως καἰ οὒτε ἀνασχεῖν οὒτε ἀνασφῆλαι δυναμένους κατεπερμψεν ἐξ οὐρανῶν τὸ ἄριστον καὶ εὐκλεέστατον βοήθημα, τὴν ἁγνείαν, ὅπως ἐξ αὐτῆς ἀποδήσαντες ἡμῶν τὰ πλοίων δίκην γαληναίως ἔχωμεν ὁρμισθέντες τῆς φθορᾶς, καὶ τὸ πνεῦμα τὸ ἅγιον μαρτυρεῖ. τοῦτο γὰρ ἐν τῷ ἑκατοστῷ
κοστῷ φέρεται ψαλμῷ, ἔνθα ὕμνον εὐχαριστήριον ἱλαρῶς 97 αἱ ψυκαὶ τῷ θεῷ, ὁπόσαι δὴ παραληφθεῖσαι καὶ καρατηθεῖσαι περιπολοῦσιν ἤδη μετὰ Χριστοῦ τὸν οὐρανόν, ὅτι ὑπὸ τῶν ὑλικῶν καὶ σωματικῶν ῥευμάτων. ἐντεῦθεν γὰρ καὶ τὸν Φαραώ φασι τύπον ἀπενέγκασθαι <τὸν> κατὰ τὴν
τοῦ διαβόλου, ἐπειδὴ τὰ μὲν ἄρρενα ἀφειδῶς εἰς τὸν ποταμὸν ἐκέλευε 6 7 ῥίπτεσθαι, τὰ δὲ θήλεα ζῳογονεῖσθαι. καὶ γὰρ καἰ ὁ διάβολος βασιλεύων »ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωυσέως« τῆς μγεάλης Αἰγύπτου, τοῦ κόσμου, τὰ μὲν ἄρρενα καὶ νοητὰ τῆς ψυχῆς ἔκγονα ὑπὸ παραφέρεσθαι καὶ ἀναιρεῖσθαι παθῶν σπουδὴν ἒσχε, τὰ δὲ σαρκικὰ σαρκικὰ
καὶ αἰσθητὰ αύξάνεσθαί τε καὶ πληθύνεσθαι γλίχεται.
ἡμᾶς τῆς Σιών. ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκεῖ ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν«· ὄργανα καλοῦσαι τὰ σκηνώματα σαφῶς ἀνεκρέμασαν ἀπὸ τῶν πεισμάτων τῆς ἀγνέίας ἐξάψασαι τοῦ Μου ἳνα μὴ δυνηθῶσιν ἐξαρπασθεῖσαι πάλιν παρασυρῆναι τῷ ῥεύματι τῆς ἀκρασίας· Βαβυλὼν γάρ, τάραχος ἢ σύγχυσι ἑρμηνευομένη, τὸν περίρρυτον
βίον δείκνυσι τοῦτον, οὗ ἐν μέσῳ καθεσθέντες περικλυζόμεθα καθ’ ὃν 99 ἐσμὲν ἐν τῷ κόσμῳ χρόνον, τῶν ποταμῶν τῆς κακίας ἐφορμώντων ἀεί. διὸ καὶ περιδεεῖς ἐσμεν καὶ κατολοφυρόμεθα καὶ βοῶμεν μετὰ κλαυθμοῦ πρὸς τὸν θεόν, ἴνα μὴ κατολισθήσωσιν ἡμῶν ἀπορρηχθέντα τοῖς κύμασι τῆς ἠδονῆς ἀπὸ τοῦ φυτοῦ ἦς ἠγνείας
τὰ ὄργανα. ἐν τύπῳ γὰρ τῆς παρθενίας τὴν ἰτέαν πανταχοῦ παραλαμβάωουσιν αἱ θεῖαι γραφαί, ἐπειδήπερ τὸ ἄνθος αὐτῆς εἰς 8 9 10 ἀποτριβέν, ἐὰν ποθῇ , πᾶν ὃσον εἰς ὀχείας ἀναζεῖ καὶ ἐρεθισμοὺς κατασβέννυσιν, ἔστ᾿ ἂν εἰς ἄρδην ἀποστειρώσῃ καὶ ἄγονον πᾶσαν τὴν ἐπὶ παιδοποιίαν φοράν· ὥσπερ δὴ καὶ Ὃμηρος ἐμήνυσε, διὰ τοῦτο καλέσας ὠλεσικάρπους τὰς ἰτέας. 100 καὶ ἐν Ἠσαΐᾳ
δὲ οἱ δίκαιοι ὡς ἰτέα λέγονται φύειν ἐπὶ παραρρέον ὕδωρ. εἰς ὕφος γὰρ τότε τὸ τῆς παρθενίας ἔργος μεγεθύνεται σφοδρῶς τε καὶ ὁπόταν ὁ δίκαιος καὶ ἐγκεχειρισμένος τηρεῖν αὐτὴν καὶ ἐργάζεσθαι τοῖς ἠπιωτάτοις τοῦ Χριστοῦ νάμασιν ἀρδεύῃ, σοφίᾳ καταψεκάζων. ὃν γὰρ τρόπον τὸ δένδρον τοῦτο χλοηφορεῖν πέφυκεν
ὕδατι καὶ βλαστάνειν, οὕτως ἐπανθεῖν ἀεὶ καὶ ἐπακμάζειν πιαινομένη λόγοις πέφυκεν ἡ παρθενία, ἵνα δὴ καὶ ἀνακρεμάσαι τὸ ὄργανον ἀπ αὐτῆς ἑαυτοῦ δύνηταί τις.
ψυχήν, ἀνάγκη τὰς ἰτέας εἶναι τὴν σωφροσύνην, ἀφ᾿ ἡς ἀνακρεμῶντες ἀνέλκομεν 101 τὰ ὅργανα τὰ παιδογόνα ταλαντούμενα κάτω καὶ βρίθοντα τὸν νοῦν, ἴνα μὴ κατενεχθέντα περὶ τοὺς ὀχετοὺς τῆς ἀκρασίας σκωλήκων δίκην εἰς τοὺς ἰχῶρας ἐγχρίμπτωνται καὶ τὰς σηπεδόνας. χρησιμωτάτην γὰρ καὶ ἐπίκουρον εἰς ἀφθαρσίας κτῆσιν τὴν παρθενίαν
ὁ θεὸς ἐδωρήσατο, σύμμαχον ἀποστείλας τοῖς ὀριγνωμένοις καὶ ποθοῦσι, καθῶς ὁ ψαλμῳδὸς ὑφηγεῖται, τὴν Σιών, ὃ δή ἐστι τὴν ἔκλαμπρον ἀγάπην τὴν περὶ αὐτῆς ἐντολήν, ἐπειδήπερ ἡ Σιὼν ἐντολὴ σκοπιᾶς ἑρμηνεύεται. — ὧδε γὰρ ἀναλογισώμεθα πάλιν καὶ τὰ ἑξῆς. τί δή ποτε ἐπηρωτῆσθαι πρὸς τῶν αἰχμαλωτιστῶν
ὁμολογοῦσιν αἱ ψυχαὶ τὴν ᾠδὴν ἐπὶ γῆς 102 ἀλλοτρίας ᾆσαι κυρίου ἢ 11 12 πάντως, ὃτι τὸ εὐαγγέλιον ἰερὰν ᾠδὴν εἶναι καὶ ἀπόρρητον διδάσκουσιν, ἣν οἱ ἁμαρτάνοντες καὶ μοιχώμενοι τῷ πονηρῷ προσᾴδουσιν; ἐξέρχονται γὰρ τὰς ἐντολάς, τὸ θέλημα »τῶν πνευματικῶν« τελοῦντες »τῆς πονηρίας«, καὶ ῥίπτουσι »τὰ ἃγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας
ἒμπροσθεν τῶν χοίρων«, ὅν τρόπον τρόπον κἀκεῖνοι περὶ ὠν ὁ δυσχεραίνων φησί· »καὶ ἀνέγνωσαν ἔξω νόμον.. οὐ γὰρ ὅτι πυλῶν ἔξω τῆς Ἱερουσαλὴμ ἢ ταῖν οἰκιῶν ἀνεγέιννσκον ἐξιόντες Ἰουδαῖοι τὸν νόμον, διὰ τοῦτο δὴ καὶ ὁ προφήτης ἰσχυρῶς αὐτῶν κατηγορεῖ καὶ ὑπευθύνους ἐγκλήματι βοᾷ γεγονέναι, ἀλλ’ ὅτι
τὰς ἐντολὰς καὶ ἀσεβοῦντες εἰς τὸν θεὸν ἐπιμεμορφασμένως 103 μὲν ἀνεγίωσκον δῆθεν ὡς εὐσεβεῖς τὰ προστάγματα, κατὰ ψυχὴν δὲ οὐκ ἐδέχοντο μετὰ πίστεως ἴσχοντες, ἀλλ’ ἀπέπτυον »ἔργοις ἐντεῦθεν γὰρ τὴν ᾠδὴν ἐπὶ γῆς ἀλλοτρίας ᾂδουσι κυρίου, ταπεινότερον περιέλκοντες καὶ ἐξηγούμενοι τὸν νόμον, βασιλείαν
αἰσθητὴν προσδοκῶντες, καὶ ἐπὶ γῆς ταύτης τῆς αλλοτρίας, ἣν παρελεύσεσθαι λόγος, τιθέμενοι τὰς ἐλπίδας, ἒνθα οἱ αἰχμαλωτίζοντες δελεάζουσιν ἡδοναῖς λοχῶντες πρὸς ἀπάτην.
γεωργός. ἀλλ’ αἱ τὸ καθαρώτατον καὶ φαιδρὸν καὶ ἀμιγὲς καὶ εὐλαβὲς καὶ εὐπρεπὲς τῆς παρθενίας ὑποδῦσαι καὶ ἀναλάμψασαι 104 κάλλος, καὶ στεῖραι καὶ ἄγονοι τῶν ῥευστῶν καὶ ἀλγεινῶν εὑρεθεῖσαι »ἐπὶ γῆς ἀλλοτρίας« οὐ μελῳδοῦσι »τὴν ᾠδήν«, ὃτι μὴ φέρονται τὰς ἐλπίδας τῇδε, μηδὲ προστετήκασι θνητῶν σωμάτων τρυφαῖς, μηδὲ
ταπεινῶς κατασκέπτονται τὸν νοῦν τῶν ἐντολῶν, ἀλλ᾿ εὖ καὶ γεν- 13 14 ναίως μετὰ φρονήματος ὑφηλοῦ τὰς ἐπαγγελίας ἄνω περιαθροῦσι, τὸν οὐράνιον διφῶσαι καὶ σύμφυτον τόπον. ὅθεν ἀγάμενος αὐτῶν ὁ θεὸς τὰ φρονήματα »μεθ᾿ ὁρκωμοσίας« ἐξαιρέτους ἐπαγγέλλεται διδόναι τιμάς, »ἐν ἀρχῇ τῆς εὐφροσύνης« προανατάσσων καὶ προκαθιδρύων.
λέγει γὰρ ὧδε »ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλήμ, ἐπιλησεθείη ἡ δεξιάμου μου. κολληθείη ἡ γλῶσσά μου τῷ 105 λάρυγγί μου, ἐὰν μή σου μνησθῶ, ἐὰν μὴ προανατάξωμαι τὴν Ἱερουσαλὴμ ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου«, Ἱερουσαλὴμ τὰς ἀμιάντους αὐτὰς δὴ ταύτας, ὡς ἔφην, ἀπήμονας ψυχὰς εἶναι λέγων, αἵτινες ἄτρυγον τὸ
αὐστηρῶς ἀμολύντοις χείλεσι σπασάμεναι πόμα, »ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν« καθαρμόζονται »παραστῆσαι Χριστῷ« κατ᾿ οὐρανόν, »τὸν τῶν ἀμιάντων ἄθλων ἀγῶνα νικήσασαι«. ταύτῃ γὰρ καὶ Ἡσαΐας ὁ παρεγγυᾷ »φωτίζου, φωτίζου« λέγων »Ἱερουσαλήμ· ἣκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκε«. ταῦτα δὲ τὰ
ἐπαγγέλματα μετὰ τὴν ἐξανάστασιν τελεσιουργηθήσεσθαι δῆλον καὶ παντί. οὐ 106 γὰρ περὶ τῆς πολυθρυλλήτου κατὰ Ἰουδαίαν πολίχνης τὸ πνεῦμα τὸ ἃγιον χρησμῳδεῖ, ἀλλὰ περὶ τῆς οὐρανοπόλεως ὡς ἀληθῶς ἐκείνης καὶ μακαρίας Ἱερουσαλήμ, ἣν δή φασιν αὐτὴν εἶναι τὸ ἄθροισμα τῶν ψυχῶν, ἃς προανατάξασθαι πρώτας »ἐν ἀρχῇ τῆς
εὐφροσύνης‘ τῶν καινῶν αἰώνων ἀνεπισφαλῶς ὁ θεὸς ἐπαγγέλλεται, εἰς καθαρὰν οἴκησιν ἀδύτων φώτων τῷ λευκοτάτῳ τῆς παρθενίας ἐστολισμένας κόσμῳ κατοικίζων , ὃτι μὴ ἐμνημόνευσαν τὸν κόσμον ἀποδύσασθαι τὸν νυμφικόν, τουτέστι χαυνῶσαι τὸν λογισμὸν φαντασίαις ἐκτόποις.
νομίζεται· ἡ δὲ στηθοδεσμίς, ἡ συνδοῦσα ζώνη καὶ συσφίγγουσα τὴν πρόθεσιν τῆς ψυχῆς εἰς ἁγνείαν, ἐστὶν ἡ πρὸς θεὸν ἀγάπη, ἥν τε καὶ ὑμῖν ὁ στρατηγὸς ἡμῶν καὶ ποιμὴν Ἰησοῦς καἰ ἂρχων καὶ νυμφίος, ὦ καλλιπάρθενοι, ἄρρηκτόν τε καὶ ἐσφραγισμένην μέχρι »τέλους« τηρῆσαι παράσχοι. τούτου γὰρ τοῦ κτήματος τοῖς ἀνθρώποις
ἄμεινον βοήθημα οὐκ ἄν τις ῥᾳδίως ἓτερον λάβοι ἀρέσκον θεῷ καὶ προσφιλές. διὸ ἐγὼ χρῆναί φημι τὴν ἀγνείαν ἂπαντας τιμᾶν καὶ διαφεόντως ἀσκεῖν τε καὶ ἐγκωμιάζειν.
Symposium Sive Convivium Decem Virginum. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.