Λόγος γ΄. Θάλεια.
αἰτιάσεται σου τὸν λόγον, οὐδ᾿ εἰ παντάπασι φιλόνεικος εἲη καὶ ἀντιλογικός. πλὴν ἐκεῖνό με μόνον τῶν ἄλλων ὀρθῶς εἰρημίνων, ὡ 1 2 μακαρία. δοκεῖ ταράττειν τε καὶ ἀνιᾶν, ἀναλογιζομένην ὡς 52 οὐκ ἂν ὁ πνευματικώτατος καὶ σοφὸς ἀνήρ, τὸν Παῦλον λέγω, ματαίως ἀνέφερεν »εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν‘ τὴν σύνερξιν τοῦ πρωτοπλάστου καὶ τῆς γυναικός, εἰ μηδὲν ὑψηλότερον ἐφαντάζετο τῶν ῥητῶν
καὶ τῆς ἱστορίας ἡ γραφή. εἰ γὰρ ὃλως εἰς τὸν περὶ συνελεύσεως ἀνδρός τε καὶ γυναικὸς δεὶ παραλαμβάνεσθαι τύπον φιλῶς τὴν γραφήν, τίνος δὴ χάριν ὁ ἀπόστολος τούτων ἐπιμνησθεὶς καὶ εἰς τὴν τοῦ πνεύματος ἡμᾶς, ὡς οἶμαι, χειρσγωγῶν ὁδόν, »εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν‘ ἀναφέρων ἀλληγορεῖ τὰ κατὰ τὴν Εὒαν καὶ τὸν
Ἀδάμ; ἡ μὲν γὰρ λέξις τῆς Γενέσεως οὕτω φησί· »καὶ εἶπεν ὁ Ἀδάμ· τοῦτο 53 νῦν ὀστοῦν ἐκ τῶν ὁστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὓτη κληθήσεται γυνή, ὃτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο
σάρκα μίαν«. ὁ δὲ ἀπόστολος εἰς αὐτὴν δὴ ταύτην ἐπισκεπτόμενος τὴν περικοπὴν οὐκέτι κατὰ τὸ κείμενον αὐτήν, ὡς ἔφην, ἐπὶ συνέρξεως βούλεται παραλαμβάνεσθαι γυναικός τε καὶ ἀνδρός, ὥσπερ δὴ καὶ σύ. σὺ γὰρ φυσικώτερον ἐπεργαζομένη τὸν λόγον 3 4 5 λήψεων πέρι καὶ τοκετῶν ἒδωκας άποφαίνεσθαι μόνον τὴν γραφήν· ἳνα γὰρ τὸ ἀπὸ τῶν ὀστέων ὀστοῦν ἂνθρωπος ἓτερος ληφθὲν γεννηθῇ ταύτῃ συνεῖναι τὰ ζῷα σπαργῶντα καὶ ὠδίνοντα δένδρων ἂίκην ἐν 54 ὥρᾳ τοῦ κυεῖν. ἐκεῖνος δὲ πνευματικώτερον εἰς τὸν Χριστὸν
ἀναλαμβάνεσθαι τὸν λόγον διδάσκων οὕτως ἴφη· »ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα ἑαυτὸν ἀγαπᾷ. οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ᾿ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν, ὃτι μέλη μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ. ἀντὶ τούτου καταλείψει ἂνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται
τῇ γυναικὶ αὐτοῦ, καὶ ἒσονται οἱ δύο εἰς σάρκα μίαν. τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν.«
55 τοῖς προκειμένοις, παρεκβαίνοντα τοῦ σκἐμματος, ωοσλερ ὴ καὶ νῦν. τὸν περὶ τῆς ἁrνείας γὰρ ἐθελήσος, ὡς εἰκός, μεμsλημένως αὐτῷ κρατυνθῆναι λόγον, προδιορθοῦται πρότερον τὴν ἐπιχείρησιν, τῷ λειοτέρῳ τῆς φράσεως ἀρχόμενος τύπῳ ὁ γάρ τοι χαρακτὴρ αὐτῷ τῶν λόγων, ποικιλώτατος ὢν καὶ κατὰ παραύξησιν ἐξειργασμένος,
ἄρχεται μὲν ἐπιπολαιότερον, προχεῖται δὲ εἰς τὸ ὑφηλότερον καὶ μεrαλοπρεπἐς· εἶτ᾿ αὖθις εἰς βαθύτητα μεταβάλλων ὁτὲ μὲν εἰς τὸ ἁπλούστερον καὶ ἀφελές, ὁτὲ δὲ εἰς τὸ δεινότερον καταλήγει καὶ λεπτόν, οὐδὲν ἀλλότριον ἐπεισάγων τῶν κεφαλαίων ταῖς ἐξαλλαγαῖς, ἀλλὰ πάντα κατά τινα θαυμαστὴν 56 οἰκειότητα συμχεριγράφων εἰς ἕν 6 7 τὸ προκείμενον αὐτῷ σκέμμα τῆς ὑποθέσεως ἀπεργάζεται. ἀνδρειότερον γὰρ ἀνακαλύψαι τὸν νοῦν τῶν κατὰ τὸν ἀπόστολον ἐπιχειρημάτων, οὐδὲν τῶν ἒμπροστθεν ἐιρημένων ἀποκρουομένην. ἱκανῶς γὰρ κἀκεῖνά μοι διεξεληλυθέναι καὶ λαμπρῶς δοκεῖς, ἀκινδυνότερον,
ὦ Θεοφίλα, τὰ ῥήματα τῆς γραφῆς, ὡς εἶχεν, ἐπεξεργασαμένη. σφαλερὸν γὰρ πάντῃ καταφρονεῖν τῶν κειμένων, ὡς εἲρηται, μάλιστα τῆς Γενέσεως ἒνθα ἀποφάσεις ἀπαράλλακτοι φέρονται τοῦ θεοῦ εἰς τὴν σύστασιν τοῦ παντός, αἷς ἡρμοσμένως εἰσέτι καὶ νῦν κάλλιστα κατὰ μέτρον τέλειον ἀπευθύνεται τελείως ὁ κόσμος, ἒστ᾿ ἂν αὐτὸν
πάλιν αὐτὸς ὁ διακοσμήσας 57 κοσμήσας ἀναστοιχειῶσαι ἀναστοιχειῶσαι βουληθεῖς ἑτέρῳ διατάγματι τοὺς πρώτους τῆς φύσεως ἀναλύσῃ θεσμούς. ἀλλ ἐπειδὴ οὐ χρὴ ἀνεξέλεγκτον καὶ ὣσπερ ἐξ ἡμισείας χωλὴν τὴν ἀπόδειξιν τοῦ λόγου καταλεῖψαι, φέρε δὴ καὶ τὴν κατ᾿ ἀναγωγὴν αὐτῷ συζυγίαν ἀποδῶμεν ἡμεῖς βαθύτερον ἐπισκεψάμεναι τὴν γραφήν. οὐ
γὰρ <τοῦ Παύλου> καταφροντέον τοῦ ὑπεραναβαίνοντος τὸ ῥητὸν καὶ εἰς τὸν Χριστὸν αὐτὸ συντείνειν καὶ εἰς τὴν ἐκκλησίαν ἀποφηναμενου.
θεοῦ, ἐν τῷ παραπτώματι τῆς παραβάσεως εὑρεθεὶς καὶ ἀκούσας τό »γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ‘. πῶς δὲ καὶ »πρωτότοκος 58 πάσης τῆς κτίσεως‘ νομισθήσεται ὁ μετὰ τὴν γῆν καὶ τὸ στερέωμα πηλοπλαστούμενος; πῶς δὲ καὶ τὸ »ξύλον τῆς ζωῆς« αὐτὸς εἶναι συγχωρηθήσεται ὁ ἐκβαλλόμενος διὰ τὴν παράβασιν, »ἳνα μὴ πάλιν ἐκτείνας τὴν 8 9 Χεῖρα καὶ φαγὼν ἀπ᾿ αὐτοῦ ζήσεται εἰς τὸν αἰῶνας«; τὸ γὰρ ἀπεικαζόμενον ἐκείνῳ οὗ ἐστιν ἀπεικασία ὁμοιιοῦσθαι [αὐτῷ] καὶ κατὰ πολλὰ χρή. ἀλλὰ μὴ ἐκ τῶν ἐναντίων καὶ ἀνοικείων τὴν σύστασιν ἒχειν. οὐ γὰρ ἂν τὸ ἄνισον τῷ ἀρτίῳ ἢ τὴν ἁρμονίαν τῇ
ἀναρμοστίᾳ τις ἐξισάσαι τολμῶν ὡς ἔμφρων ἀποδεχθήσεται, ἀλλὰ ἴσον τῷ φύσει ἴσῳ, κἂν ἐξ ὀλίγου ἲσον ᾐ, καὶ τὸ λευκὸν τῷ λευκῷ, κἂν αὐτὸ βραχύτατον καὶ με τρίως φαντάζοιτο τὴν λευκότητα 59 ἐκείνου, δι᾿ ἣν δὴ καὶ αὐτὸ λέγεται λευκόν. ἲσον δὲ καὶ καὶ λαμπρὸν τὸ ἀναμάρτητον εἶναι καὶ ἀδιάφθορον ἀνενδοίάστως
παντί που σαφὲς τὴν σοφίαν, ἀνάρτιον δὲ καὶ ἀναρμόνιον τὸ θνητὸν καὶ ἁμαρτωλὸν καὶ διὰ κατάγνωσιν ἐκβληθὲν καὶ ὑπὸ καταδίκην ἐληλυθός.
τὸν πρῶτον ἄνθρωπον , καταφρονοῦντες τῆς συνέσεως, ὡς εἰκός, Παύλου. φέρε γὰρ ἡμεῖς ἐπισκεψώμεθα, πῶς ὀρθοδόξως ἀνήγαγε τὸν Ἀδὰμ εἰς τὸν Χριστόν, οὐ μόνον αὐτὸν τύπον ἡγούμενος εἶναι καὶ εἰκόνα, 60 ἀλλὰ καὶ αὐτὸ τοῦτο Χριστὸν καὶ αὐτὸν γεγονέναι διὰ τὸ τὸν πρὸ αἰώνων εἰς αὐτὸν ἐγκατασκῆψαι λόγον. ἥρμοζε γὰρ
τὸ πρωτόγονον τοῦ θεοῦ καὶ πρῶτον βλάστημα καὶ μονογενὲς τὴν σοφίαν τῷ πρωτοπλάστῳ καὶ πρώτῳ καὶ πρωτογόνῳ τῶν ἀνθρώ- πων ἀνθρώπῳ κερασθεῖσαν ἐνηνθρωπηκέναι. τοῦτο γὰρ εἶναι τὸν 10 11 Χριστόν, ἄνθρωπον ἀκράτῳ θεότητι καὶ τελείᾳ πεπληρωμένον καὶ θεὸν ἐν ἀνθρώπῳ κεχωρημένον· ἦν γὰρ πρεπωδέστατον τὸν πρεσβύτατον τῶν αἰώνων καὶ πρῶτον τῶν ἀρχαγγέλων, ἀνθρώποις μέλλοντα συννομιλεῖν, εἰς τὸν πρεσβύτατον καὶ πρῶτον τῆς ἀνθρωπότητος
ἄνθρωπον εἰσοικισθῆναι τὸν Ἀδάμ. ταύτῃ γὰρ τὰ ἐξ ὑπαρχῆς 61 καὶ ἀναπλάσσων αὖθις ἐκ παρθένου καὶ πνεύματος τεκταίνεται τὸν αὐτόν, ἐπειδὴ καὶ κατ’ ἀρχάς, οὔσης παρθένου τῆς γῆς ἔτι καὶ ἀνηρότου, λαβὼν χοῦν τὸ λογικώτατον ἐπλάσατο ἀπ᾿ αὐτῆς ὁ θεὸς ἄνευ σπορᾶς.
τὸν Ἀδάμ, ὡς ἔστιν καὶ τηκτὸν ὄντα καὶ ὁδαρῆ, καὶ μηδέπω φθάσαντα δίκην ὀστράκου τῇ ἀφθαρσίᾳ κραταιωθῆναι καὶ 62 ἀποπετρωθῆναι, ὕδωρ ὥσπερ καταλειβομένη καὶ καταστάζουσα διέλυσεν αὐτὸν ἡ ἁμαρτία. διὸ δὴ πάλιν ἄνωθεν ἀναδεύων καὶ τὸν αὐτὸν »εἰς τιμήν‘ ὁ θεός, ἐν τῇ παρθενικῇ κραταιώσας
πρῶτον καὶ πήξας μήτρᾳ καὶ συνενώσας καὶ συγκεράσας τῷ λόγῳ, ἄτηκτον καὶ ἄθραυστον ἐξήγαγεν εἰς τὸν βίον, ἵνα μὴ πάλιν τῆς φθορᾶς ἔξωθεν ἐπικλυσθεὶς ῥεύμασιν τηκεδόνα γεννήσας διαπέσῃ. — 12 13 καὶ ἐν τῇ περὶ τῆς ἀνευρέσως δὲ τοῦ προβάτου φαίνεται <τὰ αὐτὰ> διδάσκων ὁ κύριός μου παραβολῇ, ἒνθα φησὶ ρπὸς τοὺς παρεστηκότας· »τίς ἐστιν ἐξ ὑμῶν ἂνθρωπος, ὃς ἒχει ἑκατὸν πρόβατα, κἂν ἀπολέσῃ ἓν ἐξ αὐτῶν, οὐκ ἀφίησι τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τοῖς ὄρεσι,
καὶ πορευθεὶς ἐπὶ 63 τὸ ἀπολωλὸς ζητεῖ αὐτὸ ἓως εὓρῃ; καὶ εὑρὼν ἐπιτίθησιν ἐπὶ τοὺς ὤμους αὐτοῦ, καὶ ἐλθὼν εἰς οἶκον τοὺς φίλους καὶ τοὺς γείτονας, λέγων· συχάρητέ μοι. ὅτι εὑρέθη πρόβατόν μου τὸ ἀπολωλός.«
ὢν »πρὸς τὸν θεὸν. καὶ »θεὸς« ὤν, ὁ »ἀρχιστράτηγος« καὶ »ποιμἠν« τῶν κατ' οὐρανόν, ᾠ πάντα πείθονται καὶ ὁμαρτοῦσι τὰ λογικά, καὶ ποιμαίνων εὐτάκτως καὶ ἀριθμῶν τὰ πλήθη τῶν μακαρίων ἀγγέλων, . . οὗτος γὰρ ἴσος καὶ τέλειος ἀριθμὸς ἀθανάτων ζῴων κατὰ γένη καὶ φῦλα διῃρημένων, συμπαραληφθέντος ἐνταῦθα τῇ ποίμηῃ καὶ τοῦ
ἀνθρώπου· δεδημιούρητο 64 γὰρ δὴ καὶ αὐτὸς ἒξω φθορᾶς, ἳνα τὸν βασιλέα γεραίρῃ πάντων καὶ ποιητὴν ἀντίφθογγα μελῳδῶν ταῖς τῶν ἀγγέλων ἐξ οὐρανοῦ φερομέναις βοαῖς. ἀλλ’ ἐπεὶ συνέβη παρεληλυθότα τὴν ἐντολὴν ὀλέθριον πτῶμα καὶ δεινὸν πεσεῖν, εἰς θάνατον ἀνστοιχειωθέντα, διὰ τοῦτό φησιν ὁ κύριος ἑαυτὸν εἰς τὸν βίον ἐκ
τῶν οὐρανῶν ἐληλυθέναι, καταλελοιπότα τὰς τάξεις καὶ τὰ στρατόπεδα τῶν ἀγγέλων. ἀπεικονίστέον γὰρ τὰ μὲν ὄρη τοῖς 14 15 τὰ δὲ ἐνενήκοντα πρόβατα καὶ ἐννέα ταῖς δυνάμεσι καὶ »ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις«, ἃς καταλέλοιπεν ἀναζητῆσαι κατελθὼν τὸ ὁ στρατηγὸς καὶ ποιμήν. ἔλειπε γὰρ ἂνθρωπος εἰς ἐγκαταλεχθῆναι τούτων ἔτι καὶ τὸν ἀριθμόν, βασιτάσαντος αὐτὸν
τοῦ 65 κυρίου καὶ ἀμφιεσαμένου, ἳνα δὴ μὴ πάλιν, ὡς ἒφην, ταῖς τρικυμίαις καὶ ταῖς ἀπάταις τῆς ἡδονῆς περικλυσθεὶς καταποντωθῇ. ταύτῃ γὰρ τὸν ἂνθρωπον ἀνείληφεν ὁ λόγος, ὅπως δὴ δι᾿ αὑτοῦ καταλύσῃ τὴν ἐπ᾿ ολέθρῳ γεγονυῖαν καταδίκην, ἡττήσας τὸν ὃφιν. ἥρμοζε γὰρ μὴ δι᾿ ἑτέρου νικηθῆναι τὸν πονηρόν, ἀλλὰ δι᾿
ὃν δὴ καὶ ἐκόμπαζεν ἀπατήσας αὐτὸν τετυραννηκέναι· ὅτι μὴ ἂλλως τὴν ἁμαρτίαν λυθῆναι καὶ τὴν κατάκρισιν δυνατὸν ἡν, εἰ μὴ πάλιν ὁ αὐτὸς ἐκεῖνος ἂνθρωπος, δι᾿ ὃν εἴρητο τό »γῆ εἶ καὶ εἰς ἀπελεύση«, ἀναπαλαίσας ἀνέλυσε τὴν ἀπόφασιν τὴν δέ αὐτὸν εἰς πάντας ἐξενηνεγμένην, ὅπως, καθὼς »ἐν τῷ 66 Ἀδάμ« πρότερον »πάντες
ἀποθνῄσκουσιν, οὓτω« δὴ πάλιν καὶ »ἐν τῷ« ἀνειληφότι »χριστω« τὸν Ἀδὰμ» πάντες ζῳοποιηθῶσιν«.
ἐστὶ μήτε μὴν ἀναρμοστία πάλιν ἐξ ἀρχῆς διὰ βραχέων ἐπισκεπτέον. τὸ γὰρ αὐτοφύσει καλὸν καὶ αὐτοφύσει δίκαιον καὶ ὅσιον, οὑ τὰ ἄλλα κατὰ μετοχὴν γίνεται καλά, τὴν σοφίαν ὁ λέγων τυγχάνειν μετὰ τὸν θεὸν ὀρθότατα λέγει, τὸ δὲ αὖ ἀ νόσιον καὶ ἂδικον 16 17 καὶ πονηρὸν τὴν ἁμαρτίαν. δύο γἀρ τὰ εἰς ἂκρον ἀλλήλοις ἐναντία 67 ζωὴ καὶ θάνατος, ἀφθαρσία καὶ φθορά. ἰσότης μὲν γάρ ἐστιν ζωςη, ἀνισότης δὲ ἡ φθορά, καὶ ἁρμονία μὲν ἡ δικαιοσύνη καὶ ἡ φρόνησις, ἀναρμοστία δὲ ἡ ἀδικία καὶ ἡ ἀφροσύνη. ὁ δὲ δὲ
τούτων ὢν μεταξύ, οὔτε αὐτὸ τοῦτο δικαιοσύνη οῦτε μήν ἐστιν ἀδικία· ἀλλὰ τῆς ἀφθαρσίας ἐν μέσῳ βεβηκὼς καὶ τῆς φθορᾶς, εἰς ὁποτέραν < ἂν> αὐτῶν νεύσας προσκλιθῇ, εἰς τὴν τοῦ κρατήσαν·τος μεταβάλλεσθαι λέγεται φύσιν. ἐκκλίνας μὲν γὰρ εἰς τὴν φθορὰν φθαρτὸς γίνεται καὶ θνητός, εἰς δὲ τὴν ἀνθαρσίαν ἄφθαρτος καὶ ἀθάνατος.
μεθόριος γὰρ τοῦ τῆς ζωῆς« ξύλου κοὶ τοῦ γνωστοῦ καλοῦ τε καἰ πονηροῦ‘ τεθείς, οὗπερ ἀπεγεύσατο τῶν καρπῶν, εἰς τὴν τούτου καἰ μετεβλήθη 68 μορφήν, οὒτε »τὸ τῆς ζωῆς ξύλον« « αὐτὸς ὢν οὒτε τὸ τῆς φθορᾶς, ἀλλὰ μετοχῇ μὲν καὶ παρουσίᾳ φθορᾶς θνητὸς φανείς, προσοικείωσει δὲ καὶ ἀλοιφῇ ζωῆς ἄφθαρτος πάλιν καὶ ἀθάνατος. ὥς
καὶ Παῦλος ἐδίαξεν εἰπών· »οὐ γὰρ ἡ φθορὰ κληρονομήσει τὴν ἀφθαρσίαν«, οὐδὲ ὁ θάνατος τὴν ζωήν, φθορὰν μὲν καὶ θάνατον αὐτὸ τὸ φθεῖρον ὁρισάμενος εἰκότι λόγῳ καὶ τὸ ἀποκτεῖνον, ἀλλ᾿ οὐ τὸ φθειρόμενον καὶ τὸ θνῇσκον, αφθαρσίαν δὲ καὶ ζωὴν αὐτὸ τὸ ἀπαθανατίζον καὶ ζῳοποιοῦν, ἀλλ᾿ οὐ τὸ ἀπαθανατιζόμενον καὶ
ζῳοποιούμενον. ὥστε οὔτε ἀναρμοστία καὶ ἀνισότης ὁ ἂνθρωπός ἐστιν οὔτε μὴν ἰσότης καὶ εὐαρμοστία· ἀλλ’ ὃτε μὲν ἐδέξατο τὴν ἀναρμοστίαν, ὃπερ ἐστὶ τὴν 69 παράβασιν καὶ τὴν ἁμαρτίαν, γέγονεν ἀνάρμοαστος καὶ ἀπρεπής· ὃτε δὲ τὴν ἁρμονίαν, τουτέστι τὴν δικαιοσύνην γέγονεν εὐάρμοστον ὄργανον καὶ εὐπρεπές, ὃπως ὁ κύριος,
ἡ ἀφθαρσίαν νικήσασα τὸν θάνατον, εὐήχως τὴν ἀνάστασιν μελῳ- 18 19 δήσῃ τῇ σαρκί, μὴ ἐάσας αὐτὴν κληρονομηθῆναι πάλιν ὑπὸ τῆς φθορᾶς. καὶ μὲν δὴ καὶ περὶ τούτων αὐτάρκως ἤδη λελέχθω.
δύναται τὸν Χριστόν, οὐκέτι τύπος ὢν καὶ ἀπεικασία μόνον καὶ εἰκὼν τοῦ μονογενοῦς, ἀλλὰ καὶ αὐτὸ τοῦτο σοφία γεγονὼς καὶ λόγος. δίκην γὰρ ὕδατος ὁ ἂνθρωος συγ 70 κερασθεὶς τῇ σοφίᾳ καὶ τῇ ζωῇ τοῦτο γέγονεν, ὅπερ ἠν αὐτὸ τὸ εἰς αὐτὸν ἄκρατον φῶς. ὅθεν ὁ ἀπόστολος εὐθυβόλως εἰς Χριστὸν
τὰ κατὰ τὸν Ἀδάμ. οὓτως γὰρ ἂν μάλιστα ἐκ τῶν ὀστῶν αὐτοῦ καὶ τῆς σαρκὸς τὴν ἐκκλησίαν συμφωνησαι γεγονέναι, ἡς δὴ χάριν καταλείψας τὸν πατέρα τὸν ἐν τοῖς οὐρανοῖς κατῆλθεν ὁ λόγος προσκολληθησόμμενος τῇ γυναικὶ καὶ ὕπνωσε τὴν ἔκστασιν τοῦ πάθους, ὑπὲρ αὐτῆς ἀποθανών, »ὃπως αὐτὸς ἑαυτῷ παραστήσῃ τὴν
ἐκκλησίαν ἔνδοξον καὶ ἂμωμον, καθαρίσας τῷ λουτρῷ« πρὸς τοῦ νοητοῦ καὶ μακαρίου σπέρματος, ὃ σπείρει μὲν αὐτὸς ὑπηχῶν καὶ καταφυτεύων ἐν τῷ βάθει τοῦ νοός, ὑποδέχεται δὲ καὶ μορφοῖ 71 δίκην γυναικὸς ἡ ἐκκλησία εἰς τὸ γεννᾶν τὴν ἀρετὴν καὶ ἐκτρέφειν. ταύτῃ γὰρ καὶ τό »αὐξάνσθε καὶ πληθύνεσθε« πληροῦται προσηκόντως,
εἰς μέγεθος καὶ κάλλος καὶ πλῆθος αὐξανομένης καθ᾿ ἡμέραν αὐτῆς διὰ τὴν σύνερξιν καὶ τὴν κοινωνίαν τοῦ λόγου συγκαταβαίνοντος ἡμῖν καὶ νῦν ἒτι καὶ ἐξισταμένου κατὰ τὴν ἀνάμνησιν τοῦ πάθους. οὐ γὰρ ἂν ἄλλως ἡ ἐκκλησία συλλαβεῖν τοὺς πιστεύοντας καὶ ἀναγεννῆσαι »διὰ τοῦ λουτροῦ« δύναιτο »τῆς παλιγγενεσίας«, ἐὰν 20 21 22 μὴ καὶ διἰ αὐτοὺς ὁ Χριστὸς κενώσας ἑαυτόν, ἳνα χωρηθῇ κατὰ τὴν ἀνακεφαλαίωσιω, ὡς ἒφην, τοῦ πάθους, πάλιν ἀποθάνῃ καταβὰς ἐξ οὐρανῶν καὶ προσκολληθεὶς τῇ ἑαυτοῦ γυναικί, τῇ ἐκκλησίᾳ, 72 παράσχοι σχοι πλευρᾶς ἀφαιρεῖσθαι τῆς ἑαυτοῦ δύναμίν τινα, ὂπως αὐξηθῶσιν
οἱ ἐν αὐτῷ οἰκοδομηθέντες ἀπαντες, οἱ γεγεννημένοι διὰ τοῦ λουτροῦ, ἐκ τῶν ὀστῶν καὶ ἐκ τῆς σαρκός. τουτέστιν ἐκ τῆς ἁγιωσύνης αὐτοῦ καὶ ἐκ τῆς δόξης προσειληφότες. ὀστᾶ ὀστᾶ γὰρ καὶ σάρκα σοφίας ὁ λέγων εἶναι σύνεσιν καὶ ἀρετὴν ὀρθότατα λέγει, πλευρὰν δὲ τὸ πνεῦμα τῆς ἀληθείας« τὸ παράκλητον, ἀφ᾿ οὑ λαμβάνοντες
εἰς ἀφθαρσίαν ἀναγεννῶνται προσηκόντως οἱ πεφωτισμένοι. άδύνατον δὲ τοῦ πνεύματος τοῦ ἁγίου μετασχεῖν τινα καὶ μέλος καταλεχθῆναι Χριοτοῦ, ἐὰν μr̀ι πρότερον καὶ ἐπὶ τούτου συγκατελὼν ὁ λόγος ἐκστῇ κοιμμηθείς, ἳνα τὴν ἀνανέωσιν καὶ τὸν ἀνακαινισμὸν συνεξαναστὰς 73 τοῦ ὕπνου τοῦ κεκοιμημένου καὶ αὐτὸς μεταλαβεῖν
δυνηθῇ, πνεύματος ἀναπλησθείς. τοῦτο γὰρ κυρίως ἂν ἡ πλευρὰ λέγοιτο τοῦ λόγου, »τὸ πνεῦμα τῆς ἀληθείας« τὸ ἑπτάμορφον κατὰ τὸν προφήτην· ἀφ᾿ οὗ λαμβάνων ὁ θεὸς μετὰ τὴν ἒκστασιν τοῦ Χριστοῦ, ὃ δή ἐστι μετὰ τὴν ἐνανθρώπησιν καὶ τὸ πάθος, τὴν »βοηθὸν« αὐτῷ κατασκευάζει, λέγω δὴ τὰς ἡρμοσμένας αὐτῷ καὶ νενυμφευμένας
ψυχάς. ἔστι γὰρ ὅτε πολλαχῶς αὐτὸ τὸ ἂθροισμα καὶ 23 24 25 ἀγεληδὸν τῶν πεπιστευκότων ἐκκλησίαν οὕτως ὀνομάζουσιν αἱ τῶν τελειοτέρων κατὰ προκοπὴν εἰς ἓν πρόσωπον καὶ σῶμα τὸ τῆς ἐκκλησίας ἀναγομένων. οἱ μὲν γὰρ κρείττονες καὶ τρανότερον σπάσαντες ἤδη τὴν ἀλήθειαν, οὗτοι διὰ τὴν 74 τελείαν κάθαρσιν καὶ πίστιν
ἀποστερωθέντες τῶν τῆς σαρκὸς ἀτοπημάτων ἐκκλησία γίνονται καὶ βοηθὸς‘ τοῦ Χριστοῦ, »παρθένος« ὣσπερ κατὰ τὸν ἀπόστολον αὐτῷ καθηρμοσμένοι τε καὶ νενυμφευμένοι, ἵνα τὴν καθαρὰν τῆς διδασκαλίας ὑποδεξάμενοι καὶ γόνιμον σπορὰν συνεργήσωσι βοηθοῦντες τῷ κρηύγματι πρὸς τὴν τῶν λοιπῶν λοιπῶν οἱ δὲ ἀτελεῖς
ἔτι καὰ ἀπαρχόμενοι εἰς σωτηρίαν τῶν μαθημάτων ὠδίνονται μορφοῦνται ὥσπερ ὑπὸ μητράσι πρὸς τῶν τελειοτέρων, ἒστ᾿ ἂν ἀποκυηθέντες ἀναγεννηθπωσιν εἰς μέγεθος καὶ κάλλος ἀρετῆς, καὶ πάλιν αὖ κατὰ προκοπὴν ἐκκλησία καὶ οὑτοι γεγονότες εἰς ἑτέρων τόκον ὑπουργήσωσι τέκνων καὶ ἀνατροφήν, μήτρας δίκην ἐν τῷ 75 δοχείῳ
τῆς ψυχῆς τὸ θέλημα τελεσφορήσαντες ἀλώβητον τοῦ λόγου.
ἠνδρώθη καὶ ᾠκοδομήθη ἤδη εἰς τελειότητα πνευματικὴν ἀναπλασθεὶς καὶ »βοηθὸς« ἀπειρηάσθη καὶ »νύμφη« τοῦ λόγου, τὰ σπέρματα τῆς ζωῆς ὑποδεξάμενος καὶ συλλαβών, τὸ τηνικαῦτα ὁ πρότερον χρηματίσας παιδίον ἐκκλησία γίνεται καὶ μήτηρ, ὠδίνων καὶ αὐτὸς τοὺς δἰ αὐτοῦ τῷ κυρίῳ πεπιστευκότας, ἔστ᾿ ἂν καὶ ἐν τούτοις ὁ Χριστὸς
ἀποτεχθῇ. »τεκνία« γάρ »μου« φησίν »οὓς πάλιν ὠδίνω, ἂχρις 76 26 27 28 29 οὑ μορφωθῇ Χριστὸς έν ὑμῖν« καὶ πάλιν »ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἒγὼ ὑμᾶς ἐγέννησα«. οὐκοῦν ταύτῃ συνέστηκεν εἰς τὴν ἐκκλησίαν άναφέρεσθαι καὶ τὸν Χριστὸν τὸ κατὰ τὴν Εὺαν θεώρημα καὶ τὸν Ἀδάμ. τοῦτο γὰρ τὸ μέγα μυστήριον. ὠς ἀληθῶς
καὶ ὑπερκόσμιον, ὃ ἐγὼ δι᾿ ἀδθένειαν καἰ ἀμβλύτητα νοὸς κατ’ ἀξίαν τε καὶ μέγεθος εἰπεῖν ἀδυνατῶ. ὅμως δ’ οὐν ἐπιχειρτέον· λέγειν γὰρ ἑπόμενον ἂν εἴη λοιπὸν δὴ καὶ τὰ καθεξῆς πρὸς ὑμᾶς.
δευτέραν ἐπαπόρησιν εἰς Χριστὸν ἀνηκόντισε καὶ τὴν ἐκκλησίαν πρὸς τὸ τοὺς ἀνεπιστήμονας κατασιγᾶσθαι γυμνουμένους προφάσεω. ἀκολασταίνοτες γὰρ διὰ τὰς ὑπερβαλλούσας ῥύσεις ἐν αὐτοῖς τῶν ἡδυπαειῶν παρὰ τὸν όρθόδοξον βιάζεσθαι τολμῶσι λογισμὸν τὰς γραφάς, ὣσπερ ἒρυμα προανατείνοντες ἀκρασίας τό τε »εἶπεν ὁ θεός·
αὐξάνεσθε καὶ πληθύνεσθε« καὶ τό »ἓνεκεν τούτου καταλίψει ἂνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα«, οὐδὲ αἰσχύνονται κατατρέχοντες τοῦ πνεύματος, ἀλλ᾿ ὥσπερ ἐπὶ ωσπερ ἐπὶ ἔτι καὶ ἐνθωεύοντα τὸν οἶστρον ἀναρριπίζουσιν ἐξάπτοντες ἐρεθισμοῖς. διὸ μάλα δριμέως τὰς ἐπικλόπους ταύτας 78 αὐτῶν κακοφροσύνας
τε καὶ πεποιημένος προφάσεις ἐκκόπτων, ἐλθὼν εἰς τὸ διατάξασθαι, πῶς δέοι προσφέρεσθαι τοὺς ἂνδρας ταῖς γυναιξί, καὶ ἀποφηνάμενος, ὅτι οὓτως ὥσπερ καὶ ὁ Χριστὸς τῇ παραδιδοὺς« ὑπὲρ αὐτῆς, »ἳνα αὐτὴν ἁγιάσῃ καὶ καθαρίσῃ τῷ λουτρῷ 30 31 32 τοῦ ὓδατος ἐν ῥήματι«, ἀνέδραμεν εἰς τὴν Γἐνεσιν ἐπιμνησθεὶς τῶν περὶ τὸν πρωτόπλαστον ῥητῶν, ἐξοαλίζων εἰς τὸν προκείμενον αὐτῷ καὶ αὐτὰ νοῦν τῆς ὑποθέσεως, ὃπως μὴ παράσχῃ λαβὴν τοῖς κεφαλαίοις καταχρῆσθαι τούτοις τοὺς πρεσβεύοντας προφάσει τεκνογονίας
σωμάτων παρατριβάς.
ἤδη περιφανῶς τὸ μὴ προσψαύειν γυναικὸς καλόν , προτάξας αὐτὸ καὶ προεκθέμενος ἀπολελυμένως. εἶτα τὴν ἀσθένειαν αὐθις συνιδὼν καὶ τὴν ὑπέκκαυσιν τῶν ἀκρατωτέρων τὴν εἰς συνουσίαν, συνεχώρησε τοῖς μὴ δυναμίνοις ἄρχειν σαρκὸς χρῆσθαι ταῖς ἑαυτῶν ὁμεύνοις μᾶλλον ἢ παραπίπτοντας ἀσχημόνως ἐκχεῖσθαι
πορνείας. ἀμέλει μετὰ τὸ ἐπιτρέψαι ταῦτα παρήγαγεν »εὐθέως τόδε »ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν«, ὅπερ εἰ δὲ μὴ δύνασθε, ὦ οὗτοι, παντάπασι σωφριβεῖν διὰ τὴν ἀκρασίαν καὶ τὴν ὑγρότητα τῶν σωμάτων, 80 ἐπέτρεψα μᾶλλον ταῖς σφῶν αὐτῶν κοινωνεῖν γαμεταῖς, καὶ ἵνα μὴ ἐγκράτειαν ἐπαγγέλλεσθαι νομιζόμενοι
πειράσησθε συνεχῶς ὑπὸ τοῦ πονηροῦ, εἰς ἀλλοτρίας ἐκφλεγόμενοι.
παρήγαγε »διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα τουτέστι διὰ τὴν ἀνάγκην τῆς πορνείας, μὴ φέρετε κολάξειν τὴν ἡδονήν. »καὶ ἑκάστη γυνὴ τὸν ἴδιον ἂνδρα ἐχέτω. τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίοις δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί. ἡ γυνὴ 81 τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ᾿ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ
ἀνὴρ τοῦ ἰφςιου σώματος οὐκ ἐξουσιάζει, ἀλλ’ ἡ γυνή. μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἳνα σχολάζητε τῇ προσευχῇ· καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχεσθε, ἴνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾿ ἐπιταγήν«· τεθεωρημένως δ·ὲ σφόδρα καὶ τοῦτο. »κατὰ συγγνώμην«
γὰρ ἐπεσημήνατο συμβεβουλευκέναι νῦν, καὶ οὐ κατ’ ἐπιταγήν«, ἐπειδὴ τὴν μὲν ἐπιταγὴν ἐπὶ τῆς σωφροσύνης καὶ τοῦ μὴ ἃπτεσθαι γυναικὸς παραλαμβάνει. τὴν δὲ συγγνώμην ἐπὶ τῶν μὴ δυναμένων, 82 ὠς ἔφην. κολάζειν τὴν ἐπιθυμίαν. καὶ περὶ μὲν οὖν μονογάμων τε καὶ μονογαμίδων, ὡν ἡ συζυγία ἕως ἒτι καὶ αὖθις ταῦτα
νομοθετεῖ· περὶ δὲ τῶν ἀποβαλομένων ἤδη <τὰς< γαμετὰς ἀνδρῶν ἢ τοὺς σύζυγας πάλιν αὐτὴν ἀκριβῶς ἐξιχνευτέον τοῦ ἀποστόλου τὴν φωνήν, ὅ τί ποτε χρησμῳδεῖ. »λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς, ἐὰν οὕτως μείνωσιν, ὡς καὶ ἐγώ. εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμείτωσαν· κρεῖσσον γὰρ γαμῆσαι ἢ πυροῦσθαι.. 35 36 ἐπέμεινε καὶ ἐνθάδε προκρίνων τὴν ἐγκράτειαν. ἑαυτὸν γὰρ παράδειγμα μέγιστον λαβὼν εἰς τὸ ζηλῶσαι τοὺς ἀκροατὰς προεκαλέσατο ταύτην τὴν 83 ἔνστασιν, κρεῖττον εἶναι διδάξας τὸν ἐπὶ μιᾷ γαμετῇ συνεζευγμένον ἐφ᾿ ἑαυτῷ μένειν, ὣσπερ δὴ καὶ αὐτός. εἰ δ᾿ αὐ τοῦτο
διὰ τὴν ἐκπύρωσιν καὶ τὴν ἀκμὴν τοῦ σώματος δυσκαόρθωτον εἴη τινί, εἰς δεύτερον κατὰ συγγνώμην παρελθεῖν τὸν οὕτως ἔχοντα γάμον, οὐκ αὐτὸ τοῦτο τὴν διγαμίαν ἀποφηνάμενος εἶναι καλόν, ἀλλ’ ἄμεινον κρίνας τῆς ἐκπυρώσεως. ὣσπερ γὰρ εἴ τις ἡμέρᾳ τοῦ πάσχα καὶ τῆς ἐῖσφαλῶς ἐπισφαλῶς νοσηλευομένῳ προσέφερε
τροφὴν καὶ ἐκέλευε διὰ τὴν ἀσθένειαν ἀπογεύεσθαι τῶν προσφερομένων τούτων, λέγων· Ὡς ἄρα τὸ μὲν ἀληθῶς, ὦ οὗτος, καλὸν † ἐχρῆν ὣσπερ δὴ καὶ ἡμᾶς καὶ σὲ καρτερῶς διαμείναντα τῶν αὐτῶν . . μεταλαβεῖν 84 (ἀπηγόρευται γὰρ σήμερον διαίτης ἐπιμνησθῆναι τὸ σύνολον)· ολον)· ἀλλ᾿ ἐπειδὴ νόσῳ προκατασχεθεὶς ἐξησθένησας καὶ οὐ δύνῃ
φέρειν, ταύτῃ δὴ συγγνώμην ἀπονέμοντες συμβουλευόμεν σιτίων ἐπορέξασθαί σε. ἴνα μὴ παντάπασι διὰ τὴν νόσον οὐ δυνηθεὶς ἀντισχεῖν πρὸς τὴν ἐπιθυμίαν τῆς τροφῆς διαφθαρῇε· οὕτω δὴ καὶ ὁ ἀπόστολος ἐνθάδε, πρότερον εἰπὼν ὅτι βούλοιτο πάντας καὶ σώφρονας, ὥσπερ δὴ καὶ αὐτός, τὸ μετὰ ταῦτα τοῖς
νόσῳ τῶν παθῶν, ἵνα μὴ πορνεύσαντες πάντῃ λυμανθῶσιν, τῶν παιδογόνων μελῶν τοῖς γαργαλισμοῖς εἰς ἐπιμιξίας ὀθνείων σπερμάτων, ἐπέτρεφε τὴν διγαμίαν, μᾶλλον κρεῖσσον αὐτὴν εἶναι κρίνας τοῦ »πυροῦσθαι« καὶ ἀσχημονεῖν.
οὐκοῦν καὶ τούτων πέρι διαληπτέον. ἔχει γὰρ ὡδε· »περὶ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἒχω· γνώμην δὲ δίδωμι, ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι. νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν χειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὃτι καλὸν ἀνθρώπῳ οὓτως εἶναι. δέδεσαι γυναικί; μὴ ζήτει λύσιν. λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει
γυναῖκα. ἐὰν δὲ καὶ λάβῃς, οὐχ ἣμαρτες, καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἤμαρτε· θλίψιν δὲ ἕξουσι τῇ σαρκὶ οἱ τοιοῦτοι. ἐγὼ δὲ ὑμῶν 86 φείδομια.« λίαν εὐλαβῶς τὸν περὶ παρθενίας εἰσηγησάμενος λόγον καὶ μέλλων συμβουλεύειν γαμίζειν τὴν ἑαυτοῦ παρθένον ὃτῳ φίλον, ὅπως δὴ μηδὲν τῶν εἰς ἁγιασμὸν ἀναφερομένων κατ’ ἀνάγκην
καὶ βίαν, ἀλλὰ κατὰ πρόθεσιν αὐτεξούσιον ψυχῆς (τοῦτο γὰρ πρόσφορον θῷ), οὐ βούλεται ἐξ αὐθεντίας αὐτῷ ταῦτα καὶ γνώμης λελέχθαι τοῦ κυρίου, τουτέστι τὸ γαμίζεσθαι τὴν παρθένον. ἀμέλει φήσας ἐὰν δὲ καὶ γήμῃ ἡ παρθένος, οὐχ ἣμαρτε« σχεδὸν πάλιν ὑπευλαβηθεὶς ἀνετάραξε τὴν συγκαταθεσιν, κατὰ συγγνώμκκκκην ἀνθρωπίνην
ὑπεμφαίνων ταῦτα συμβεβουλευκέναι, ἀλλ’ οὐ κατὰ θείαν. εὐθέως γοῦν μετὰ τὸ εἰπεῖν »καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἣμαρτε« ἐπήγαγε 87 τό »θλίψιν δὲ ἓξουσι τῇ σαρκὶ οἱ τοιοῦτοι. ἐγὼ δὲ ὑμῶν φείδομαι«, ὃ δή ἐστιν· ἐγὼ φειδόμενος ὑμῶν, ὦ οὗτοι, ταῦτα συνεθέμην, 39 40 ἐπειδήπερ οὕτως αὐτοὶ φρονεῖν εἲλεσθε, ὂπως δὲ μὴ δόξω κατὰ βίαν ἐπισπέρχειν ὑμῶν εἰς τοῦτο καὶ καταναγκάζειν τινάς. ὅμως δὲ εἰ καὶ ταύτην φίλον ὑμῖν μᾶλλον τρέπεσθαι ἀποδυσπετήσαντας ἁγνείαν βασιτάσαι, καὶ οὕτως λυσιτελεῖν ἡγοῦμαι κρατεῖν ὐμᾶς τῶν τῆς σαρκὸς
ἐρεθισμῶν, μὴ παραχρωμένους διὰ τὸ γεγεαμηκίναι τοῖς ἑαυτῶν σκεύεσιν εἰς ἀκαθαρσίαν. ἐπιφέρει γοῦν »τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς λοιπὸν συνεσταλμένος ἐστίν , ἕνα καὶ οἱ ἒχοντες γυναῖκας ὡς 88 μὴ ἒχοντες ὦσιν.« εἲτα αὐθις ἐπιμένων καὶ προκαλούμενος ἐπὶ τοῖς αὐτοῖς ἐπεξειργάσατο τὸν λόγον, ἰσχυρῶς κρατύνων τὴν
ἒνστασιν τῆς παρθενίας. ῥητῶς γοῦν τὰ ἑξῆς ἐπισυνάψας τοῖς προειρημένοις ἐπεφώνησε »θέλω δὲ ἀμερίμνους ὑμᾶς εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσει τῷ κυρίω· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσει τῇ γυναικί. καὶ μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. ἡ ἂγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, ἳνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι·
ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί.α πᾶσι γὰρ ἀναμφισβητήτως ἐστὶ καταφανές, ὡς ἂρα μεριμνᾶν τὰ τοῦ 89 κυρίου καὶ ἀρέσκειν τῷ κυρίῳ πολλῷ ἄμεινον τοῦ μεριμνᾶν ἐστι τὰ τοῦ κόσμου καὶ ἀρέσκειν τῇ γυναικί. τίς γὰρ οὓτως ἠλίθιος καὶ πηρὸς τὰς ὄφεις, ὃς οὐκ αὐτόθεν αἲσθεται τὴν παραίνεσιν τοῦ Παύλου τὸ
πλέον ῥέπουσαν εἰς ἀγνείαν; »τοῦτο γάρ« φησί πρὸς τὸ ὑμῶν αὐτῶν συμφέρον λέγω, οὐχ ἴνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὒσχημον«.
φλεγμονὰς παρεχούσης αὐτοῖς τῆς σρκὸς 90 ἀσχημονῶσιν οἰστρηλατούμενοι τὴν ψυχήν. τί γὰρ παραδίδωσιν ἐπισκεπτέον. »εἰ δέ τις ἀσχημομεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει« φησίν »ἐὰν ᾐ ὑπέρακμος, καὶ οὓτως ὀφείλει γενέσθαι, ὃ θέλει ποιείτω, οὐχ ἀμαρτάνει γαμείτσαν«, οἰκείως ἐνταῦθα προκρίνων τὸν γάμον τῆς ἀσχημοσύνης
ἐπὶ τῶν ἑλομένων μὲν παρθενεύειν, δυσανασχετούντων δὲ τὸ μετὰ ταῦτα καὶ ἀποκαμνόντων, καὶ λόγῳ μὲν δι᾿ αἰδῶ τὴν χρὸς τοὺς ἀνθρώπους αὐχούντων ἐπιμένειν, ἒργῳ δὲ οὐδὲ μακρότερον ἐνδιατρίψαι δυναμένων. τῷ μέντοι αὐτοκρατορικῇ καὶ αὐθαιρέτῳ κρίνοντι προθεσει »τηρεῖν τὴν ἑαυτοῦ« σάρκα »παρθένον« καὶ μὴ ἒχοντι
»ἀνάγκην«, ὅπερ ἐστὶ πάθος ἐκκαλούμενον τὴν 91 ὀσφῦν εἰς συνουσίαν (εἶναι γὰρ δὴ καὶ διαφοράς, ὡς εἰκός, σωμάτων), τούτῳ καὶ διαθλοῦντι καὶ σπουδαίως ἐπιμένοντι τῇ ἐπαγγελίᾳ, καὶ ταύτην ἄριστα διαπεραινομένῳ παρακελεύεται μένειν καὶ τηρεῖν, τῇ παρθενίᾳ τὰ πρωτεῖα νέμων. ὁ γὰρ δυνάμενος, φησί, καὶ φιλοτιμούμενος
»τηρεῖν τὴν ἑαυτοῦ« σάρκα »παρθένον καρεῖττον ποιεῖ«, ὁ δὲ μὴ δυνάμενος, »τηρεῖν« δὲ νομίμως καὶ μὴ λαθροφθορῶν, »καλῶς«. καὶ 43 44 περὶ μὲν τούτων αὐτάρκως. λαβέτω δὲ μετὰ χεῖρας ὁ βουλόμενος τὴν πρὸς Κορινθίους ἐπιστολήν , καὶ καθ’ ἕκαστον ὁμιλήσας τοῖς ἐγγεγραμμένοις, τότε καὶ τὰ ὑφ᾿ ἡμῶν λεγόμενα σκεψάσθω ἀντιπαραβάλλων, εἰ μὴ συμφωνίας 92 πάσης ἒχονται καὶ ὁμοφροσύνης τῆς
πρὸς αὐτά.
πέλαγος λόγων.
ἑαυτὴν ἒφη εἰπεῖν τάδε.
Symposium Sive Convivium Decem Virginum. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.