Λόγος β΄. Θεοφίλα.
ἐπλήρωσεν, ἐμὲ πειρᾶσθαι τέλος ἐπιθεῖναι τῷ λόγῳ. τὸ μὲν γὰρ εἰς παρθενίαν ἐκ προβάσεως προκόψαι τὸν ἂνθρωπον, τοῦ θεοῦ παρορμήσατος αὐτὸν κατὰ καιρὸν 29 καὶ καιρόν , δοκεῖ μοι καλῶς διελέσθαι, τὸ δὲ μηκέτι χρῆναι λέγειν τοὐντεῦθεν τεκνογονεῖν οὐ καλῶς. ἐγὼ γὰρ καθεωρακέναι μοι δοκῶ σαφῶς ἀπὸ τῶν γραφῶν
ὅτι παρθενίας ἐλθούσης ὁ λόγος οὐκ ἀνεῖλε πάντῃ τὴν τεκνογονίαν. οὐ γὰρ ἐπειδὴ τῶν ἄστρων ἡ σελήνη μείζων ἐστί, παρὰ τοῦτο τῶν ἄλλων ἀστέρων τὸ φῶς ἀναιρῖται. ἀρξώμεθα δὲ ἀπὸ τῆς Γενέσεως, ἴνα δὴ καὶ πρεσβεύωμεν μᾶλλον τὴν γραφήν. ἡ γὰρ ἀπόφασις τοῦ θεοῦ καὶ τὸ διάταγμα τὸ ἐπὶ τῆς παιδοποιίας ὁμολογουμένως
μέχρι καὶ νῦν συμπληροῦται, πλάσσοντος τὸν ἄνθρωπον ἒτι τοῦ δημιουργοῦ. τοῦτο γὰρ καὶ παντὶ καταφανές, ὡς ἄρα τὸν κόσμον ἀκμὴν ἐργίζεται ζωγραφῶν ὁ 30 θεός, ὣσπερ δὴ καὶ ὁ κύριος ἐδίδαξεν, »ἓως ἂρτι ὁ πατήρ μου ἐργάζεται« λέγων. ἀλλ’ ὁπόταν οἱ ποταμοὶ ἤδη λωφήσωσιν εἰς τὸ τῆς θαλάσσης ἐμβάλλοντες ἀγγεῖον, καὶ τὸ
φῶς ετλείως χωρισθῇ τοῦ σκότους (νῦν γὰρ ἒτι διαχωρίζεται) καὶ τοὺς καρποὺς μετὰ τῶν ἑρπετῶν καὶ τετραπόδων ἀναδιδόναι παύσηται λοιπὸν ἡ ξηρά, καὶ ὁ προωρισμένος τῶν ἀνθρώπων ἀριθμὸς 1 2 3 ἀναπληρωθῇ· τότε δὴ λοιπὸν καὶ τῆς παίδοποιίας ἀφεκτέον. νῶν γὰρ εἰς τὴν εἰκόνα τοῦ θεοῦ τὸν ἄνθρωπον συνεστῶτος τοῦ κόσμου καὶ τεκταινμένου. »αὐξάνεσθε« γὰρ ἐλέχθη »καὶ πληθύνεσθε«. καὶ οὐ χρὴ τὸ διάταγμα βδελύττεσθαι τοῦ δημιουργοῦ,
31 ἐξ οὑ δὴ καὶ αὐταὶ γεγόναμεν. ἀρχὴ γὰρ γενέσως ἀνθρώπων ἡ τοῦ σπέρματος εἰς τὰς αὓλακας τῆς μήτρας γίνεται καταβολή, ὃπως τὸ ἐκ τῶν ὀστέρων ὀστοῦν καὶ ἡ ἐκ τῆς σαρκὸς σαρξ ἕτερος ἄνθρωπος άοράτῳ ληφθέντα δυνάμει πάλιν ὑπὸ τεχνίτου δημιουργηθῶσι. ταύτῃ γὰρ ἐκείνην ἡγητέον πληροῦσθαι
τὴν φωνήν τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκος μου«.
παιδογόνοις ἐκθηλυνόμενος καθ᾿ ὕπνον ἡδοναῖς, ἴνα πάλιν τι τῶν ὀστῶν αὐτοῦ καὶ τῆς σαρκὸς ἀποσπασθὲν 32 ἕτερος ἄνθρωπος, ὡς ἔφην, ἀναπληρωθῇ. ἐκταρασσομένης γὰρ ἀρτῆς ἁρμονίας τῶν ἐν τοῖς κατὰ τὴν συνουσίαν ἐρεισμοῖς, ὡς οἱ τετελεσμένοι τὴν γαμήλιον ἡμᾶς διδάσκουσι τελετήν, πᾶν τὸ μυελῶσες τοῦ αἳματος
καὶ γονιμώτατον, ὅπερ ἐστὶν ὑγρὸν ὀστοῦν, ἐκ πάντων τῶν μελῶν, ἀφροποιῆσαν καὶ θρομβωθὲν διὰ τῶν παιδογόνων ὀργάνων εἰς τὴν ἒμψυχον τῆς θηλείας ἐξέσσυται γῆν. εἰκότως ἂρα 4 5 6 ἕνεκεν τούτου καταλιπεῖν λέλεκται »τὸν πατέρα καὶ τὴν τότε πάντων ἀθρόως ἀμνημονήσας, ὅτε φιλοστόρηοις ἑνούμενος τῇ γυναικὶ συμπλοκαῖς κάτοχος ἐπιθυμίας γίνεται γεννητικῆς, παρέχων ἀφαιρεῖσθαι τῷ θείῳ τὴν πλευρὰν 33 δημιουργῷ, ὃπως ἐξ υἱοῦ δὴ καὶ
αὐτὸς ὁ πατὴρ πάλιν ἐκφανῇ. οὐκοῦν εἰσέτι πλάσσοντος καὶ νῦν δὴ τὸν ἄνθρωπον τοῦ θεοῦ, πῶς οὐ τολμηρὸν τὸ βδελύσσεσθαι παιδουργίαν, ἣν αὐτὸς οὐκ ἐπαισχύνεται ταῖς ἀμιάντοις ὁ ἐργαζόμενος χερσί; »πρὸ τοῦ« γάρ με πλάσαι σε ἐν κοιλίᾳ μητρός, ἐπίσταμαί δε« τῷ Ἱερεμίᾳ φησί· τῷ δὲ Ἰώβ »μὴ σὺ λαβὼν πηλὸν
ἒπλασας ζῷον καὶ λαλητὸν αὐτὸ ἒθου« ἒφη »ἐπὶ τῆς γῆς;« καὶ ὁ Ἰὼβ δὲ πρὸς αὐτὸν εὐκτικῶς φέρεται λέγων τό »κἱ χεῖρές σου ἐποίησάν με καὶ ἒπλασάν με«. πῶς δὲ οὐκ ἄτοπον τὸ ἀπαγορεύεσθαι γάμων συναλλαγάς, προσδοκωμένων ἔτι καὶ μεθ’ ἡμᾶς ἔσεσθαι καὶ τῶν ἀντιτασσομένων τῷ πονηρῷ, δι᾿ οὓς δὴ καὶ τὰς τὰς ὁ 34
λόγος ἐπηγγείλατο κολοβωθήσεσθαι; εἰ γὰρ φαῦλον, ὡς ἔφης, ἀπεντῦθεν νενόμισται τῷ θεῷ τὸ παιδοσπορεῖν, δι᾿ ἢν αἰτίαν οἱ παρὰ δόγμα φυόμενοι καὶ τὴν βουλὴν τὴν θείαν εὐάρεστοι δυνήσονται παραστῆναι τῷ δεῷ; ἀνάγκη γὰρ εἶναι κίβδηλον, ἀλλὰ μὴ θεοφιλὲς τὸ τεχθέν, εἰ παρὰ τὴν γνώμην καὶ τὸ διάταγμα δίκην παραχαράγματος
πλάσσεται τῆς δυνάμεως, ἴνα δὴ καὶ ἀνθρώπους δύνασθαι δῶμεν ἀνθρωποπλαστεῖν;
ἵνα μὴ καταφύγῃς ὥσπερ εἰς τειχίον, ἐχέγγυον λέγουσαν γραφήν »τέκνα δὲ μοιχῶν ἀτελεσφόρητα«, ἀποκρούσεταί σε πράως εἰπὼν ὃτι· Καὶ μὴν τελεσφόροις πολλαχῶς ὠδῖσιν ὥριμον καρπὸν τοὺς ἐκ παρανόμων συλληφθέντας ὡδε συναλλαγῶν ὁρῶμεν φυομένους. εἰ δ᾿ αὖ πάλιν σοφιζομένη φαίης· Ὦ οὗτος, 36 ἐγὼ τὸ ἀτελεσφόρητον
ἐπὶ τῶν μὴ τελειουμένων ἡγοῦμαι τάσσεσθαι τῇ χριστοδιδάκτῳ δικαιοσύνῃ, λελέξεται· Καὶ μήνι ὠ μακαρία, πλεῖστοι τεχθέντες ἔξ ἀδίκου σπορᾶς οὐδὲν ἡσσον οὐ μόνον τῇ ποίμνῃ καταξιοῦνται τῶν ἀδελφῶν , ἀλλὰ καὶ προκαθηγεῖσθαι τούτων κληροῦνται πολλαχῶς. οὐκοῦν ὄντος φανεροῦ καὶ πάντων ἱστορούντων
καὶ τὰ ἐκ μοιχείας φυόμενα τελεσιουργεῖσθαι, οὐ χρὴ νομίζειν συλλήψεων πέρι καὶ τοκετῶν τὸ πνεῦμα πεπροφητευκέναι, ἀλλ᾿ ἴσως περὶ τῶν τὴν ἀλήθειαν μοιχωμένων, οἵτινες κλεψισόφοις νοθεύοντες δόγμασι τὰς γραφὰς ἀτελεσφόρητον γεννῶσι σοφίαν, τῇ θεοσεβίᾳ 9 10 11 συγκιρνῶντες τὴν πλάνην. διὸ καὶ ταύτης 37 σου τῆς προφάσεως ἐξῃρημένης ἴθι δή, εἰ καὶ τὰ ἐκ μοιχείας εὐδοκοῦντος, ἀπόκριναι, τοῦ θεοῦ. ἔφης γὰρ εἶναι ἀδύνατον ἀνθρώπου γονήν, μὴ μορφώσαντος αὐτὴν καὶ ἐμψυχώσαντος τοῦ κυρίου.
γὀνιμον φυτευόμενα γῆν. οὐ γἀρ τὸ σπειρόμενον αἰτιατέον, ἀλλὰ 38 τὸν εἰς ἀλλοτρίαν ἄρουραν κλεψιγάμοις εὐναῖς, οἱα μισθωτὸν ὀλίγης ἡδονῆς, τὴν ἰδίαν ἀναισχύντως πιπράσκοντα σποράν. ἀπείκασον γὰρ τοιούτῳ τινὶ τὴν ἡμετέραν γέννεσιν εἰς τὸν βίον, οἱον οἴκῳ παρακειμένην ἔχοντι τὴν εἲσοδον ὂρεσιν ὑψηλοῖς· διήκειν δὲ τὸν
ἐπὶ πολὺ κάτω μέχρι μακρὰν τῆς εἰσόδου, ἒχοντα πολλὰς ὀπὰς ἐκ τῶν ὀπίσω καὶ περιφερῆ κατὰ τοῦτο τὸ μέρος γεγονότα.
ὁρῶντος τὸν τεχνίτην. δὸς δὲ κεκαλύφθαι τὸν οἶκον ὁμίκλῃ καὶ νεφέλαις 39 καὶ μηδὲν αὐτοῖς ἒξωθεν εἶναι καταφανὲς ἢ μόνας τὰς ὀπάς.
αὐτὸν φέροντα τὴν ἰδίαν ὕλην ἀποτίθεσθαι, μὴ ἁπτόμενον ἑτέρας. εἰ δ’ αὐ περιέργως ἀνοιγνύναι τὴν ἑτέρῳ κεκληρωμένην ἐπιχειροίη, πῦρ αὐτῷ καὶ μάστιγας ἀπειλητέον. † οὐκοῦν τὸ μετὰ ταῦτα λοιπὸν δὴ θεώρησον, ἒσωθεν τὸν πλάστην περιερχόμενον τὰς ὀπὰς καὶ τὸν εὑρισκόμενον ἐν ἑκάτστῃ πηλὸν κατ᾿ ἰδίαν λαμβάνοντα πλάττειν,
καὶ μηνῶν περιόδοις ἀποπλάσαντα πάλιν 40 ἀποδιδόναι τοῖς ἔξω διὰ τῆς αὐτῆς τὸν πλάστην ὀπῆς, ἔχοντα τοιαύτην ἐντολήν, πάντα τὸν δυνάμνον δημιουργηθῆναι πηλὸν ἀδιαφόρως ἐργάσζεσθαι, κἂν εἰς ἀλλοτρίαν ὑπό τινος εἰσοχετεύηται κακοτρόπως ὀπήν (οὐδὲν ἠδικηκέναι τὴν ὕλην· διὸ ὡς ἀναιτίαν μὲν δὴ χρῆναι πλάττεσθαι καὶ
μορφοῦσθαι) , τὸν δὲ παρὰ τὸ διάταγμα καὶ τὴν ἐντολὴν εἰς ἀλλοτρίαν αὐτὴν ἀποτιθέμενον ὀπήν, τοῦτον ὡς ἀλάστορά τε καὶ παραβάτην τιμωρεῖσθαι. οὐ γὰρ τὸν πηλὸν αἰτιατέον, ἀλλ᾿ ἐκεῖνον τὸν παρὰ τὸ ὅσιον τοῦτο πεποιηκότα· ἀκρασίας γὰρ χάριν εἰς ἀλλοτρίαν ἀποκομίσας ὀπὴν ἀπέθετο λαθραίως ἢ βίᾳ.
οὐρανῶν εἰς τὰ σώματα καταβάσει καὶ παραπομπῇ τῶν ψυχῶν, τὰς δὲ ὀπὰς τῷ θηλυκῷ καὶ γυναικείῳ γένει, τὸν δὲ πλάστην τῇ ποιητικῇ δυνάμει τοῦ θεοῦ, ἥτις ἐπικαλύμματι τῆς γενέσεως ἡμῶν ὡς ἒφην τῇ φύσει χρωμένη ἒνδον ἡμᾶς ἀοράτως ἀνθρωποπλαστεῖ, τὰ ἐνδύματα ταῖς ψυχαῖς ἐργαζομένη. τοὺς δὲ κομίζοντας τὴν ὕλην
πηλοῦ τῷ ἀνδρείῳ καὶ ἀρρενικῷ παραβλητέον, ὁπότε διψήσαντες τέκνων εἰς τοὺς κατὰ φύσιν τῆς θηλείας φερόμενοι πόρους ἐγκαταβάλλουσι τὴν σποράν, 42 ὥσπερ κἀκεῖ τὸν πηλὸν εἰς τὰς ὀπάς. θείας γάρ, ὡς ἔπος μοίρας τῆς δημιουργικῆς τὸ σπέρμα μεταλαμβάνον οὐκ αὐτὸ αἲτιον νομιστέον εἶναι τῶν τῆς ἀκολασίας ὑπεκκαυμάτων.
ἡ μὲν γὰρ τέχνη τὴν ὑποκειμένην ὓλην ἀεὶ τεκταίνεται· οὐδὲν γὰρ αὐτό τι καθ’ ἑαυτὸ τῶν πραγμάτων ἡγητέον εἶναι κακόν, ἀλλὰ 16 17 18 παρὰ τὴν πρᾶξιν ταῖν χρωμένων τοιοῦτο γίνεσθαι. κοσμίως μὶν γὰρ πραττόμενον καὶ σωφρόνως κόσμιον ἀπέβη, αἰσχρώς δὲ καὶ ἀσχημόνως αἰσχρόν. τί γὰρ ἠδίκησε σίδηρος γεωρικῆς χάριν καὶ τεχνῶν εὑρεθεὶς τοὺς εἰς ἀλληλοφόνους θήξαντας αὐτὸν μάχας; τί δὲ χρυσὸς
ἢ ἄργυρος ἢ χαλκὸς καὶ συλλήβδην ἡ εὐέργαστος 43 πᾶσα γῆ τοὺς πλημμελοῦντας ἀχαρίστως εἰς τὸν σφέτερον δημιουργὸν ἐν τῷ προστρέπεσθαι τὰ ἀπ᾿ αὐτῶν ποικιλλόμενα βρέτη; κἂν γὰρ ἀπὸ κλεψιμαίων τῇ ὑφαντικῇ παρέχοιτό τις ἔρια τέχνῃ, πρὸς ἓν τοῦτο ἡ τέχνη δημιουργεῖ τὴν ὑποκειμένην ὓλην, εἰ δέξεται
τὴν κατασκευήν, οὐδὲν ἀποβαλλομένην τῶν ἑαυτῇ χρησίμων, ἐπεὶ μηδὲ αἲτιόν ἐστιν ἐνταῦθα τὸ κλαπέν, ἄψυχον ὄν. διὸ δὴ αὐτὸ μὲν καὶ κοσμητέον. τὸν δὲ ὑφελόμενον ἀδίκῳ φωρᾷ τιμωρητέον. ἀτὰρ δὴ καὶ τοὺς δηλήμονας τῶν γάμων καὶ διαρρήκτας τῆς εὐαρμοστίας τοῦ βίου, τῶν χορδῶν φέγ,αόμπμτας οἴστρῳ καὶ τὴν ὅρεξιν
εἰς 44 μοιχείαν ἐκκαλουμένους, αὐτοὺς μὲν βασανιστέον καὶ τιμωρητέον· ἀπ᾿ ἀλλοτρίων γὰρ κήπων τὰς παιδογόνους λυμαίνονται κλέπτοντες συμπλοκάς· τὴν δὲ σποράν, ὣσπερ δὴ κἀκεῖ τὰ ἒρια, μορφωτέον καὶ ἐμωυχωτἐον.
μαλθακὴν ἐκ χοὸς σάρκα ἢ μόνος ὁ ἀριστοτςεχνας, τὴν λογικωτάτην εἰκόνα καὶ ἔμψυχον 45 τὸν ἄνθρωπον, ἡμᾶς, ἑαυτοῦ τεκταινόμενος καὶ κηροπλαστῶν ἐξ ὑγρῶν καὶ βραχυτάτων σπερμάτων ἐν μήτρᾳ; τίς γάρ ἐστιν ὁ προμηθούμενος μὴ συμπνίγεσθαι τῷ ὑγρῷ καὶ τῇ συνοχῇ τῶν ἀγγείων ἐπικλυζόμενον ἔσω τὸ ἔμβρουν; ἢ τός ὁ μετὰ τὸ
καὶ εἰς φῶς ἀνελθεῖν εἰς μέγεθος καὶ λάλλος καὶ ῥώμην ἐξ ἀσθενοῦς καὶ βραχέος μεταβάλλων, εἰ μὴ αὐτὸς οὑτος ὁ ἀριστοτέχνας, ὡς ἔφην, θεός, τῇ ποιητικῇ δυνάμει τῷ Χριστῷ μετασχηματίζων καὶ μεταζωγραφῶν τὰς ἰδέας;κλ ὅθεν δὴ καὶ τημελούχοις ἀγγέλοις, κἂν ἐκ μοιχείας ὦσι, τὰ ἀποτικτόμενα παραδίδοσθαι παρειλήφαμεν ἐν θεοπνεύστοις
γράμμασιν. εἰ γὰρ παρὰ τὴν γνώμην ἐγίνοντο καὶ τὸν θεσμὸν τῆς μακαρίας ἐκείνης φύσεως τοῦ θεοῦ, πῶς 46 ἀγγέλοις ταῦτα 21 22 παρεδίδοτο τραφγσίνεβα μετὰ πολλῆς ἀναπαύσεως καὶ πῶς δὲ καὶ κτηγορήσοντα σφῶν αὐτῶν τοὺς γονεῖς εὐπαρρησιάσατως εἰς τὸ δικαστήριον ἐκίκλησκον τοῦ Χριστοῦ, »σὺ οὐκ ἐφθόνησας ἡμῖν, ὡ κύριε, τὸ κοινόν‘ λέγοντα »τοῦτο φῶς· οὗτοι δὲ εἰς θάνατον ἡμᾶς
ἐξέθεντο, καταφρονήσαντες ἧς σῆς ἐντολῆς;« »ἐκ« γάρ ἀνόμων. φησίν »ὕπνων τέκνα γεννώμενα μάρτυρές εἰςι πονηρίας κατὰ γονέων έν ἐξετασμῷ«.
τοῦτον ὑπὸ ἀνθρώπων φυτευόμενον ἀυτοματὶ μορφοῦσθαι παρὰ τὴν ἀπόφασιν τοῦ θεοῦ· οὐ μὴν ἢδη καὶ τῆς ψυχῆς τὴν 47 οὐσίαν μετὰ τοῦ θνητοῦ σπείρεσθαι διδάσκων πιστευθήσεται σώματος. τὸ γὰρ ἀθάνατον καὶ ἀγήρων μόνος ὁ παντοκράτωρ ἐμφυσᾷ, ᾐ καὶ μόνος τῶν ἀοράτων ἐστὶ καὶ ἀνωλέθρων ποιητής. »ἐνεφύσησε« γάρ εἰς τὸ πρόσωπον
αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο« φησίν »ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.« ἀμέλει τοὺς χειροτέχνας τούτους αἰτιώμενος ὁ λόγος, ἐπὶ λύμῃ τῶν ἀνθρώπων τὰ ἀνδροείκελα κατασκευάζοντας ἀγάλματα, οὐχ αἰσθανομένους τὸν ἒδιον ποιητήν , ἐν τῇ παναρέτῳ Σοφίᾳ φησί· »σποδὸς ἡ καρδία αὐτῶν, καὶ γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτῶν, πηλοῦ
τε ἀτιμότερος ὁ βίος αὐτῶν, ὅτι ἡγνόησαν 48 τὸν πλάσαντα αὐτοῦς καὶ τὸν ἐμπνεύσαντα αὐτοῖς ψυχὴν ἐνεργοῦσαν καὶ ἐμφυσήσαντα αὐτοῖς πνεῦμα ζωτικόν.« οὕτως ἐστὶ πάντων ἀνθρώπων ποιητὴς ὁ θεός. 23 24 διὸ καὶ »πάντας ἀνθρώπους« κατὰ τὸν ἀπόστολον »σῴζεσθαια βούλεται καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν«. — καὶ ἐπειδὴ τοῦτο μόλις ἴσχε τέλος, λοιπὸν δὴ τὰ μετὰ ταῦτα λεκτέον. ὁπόταν γάρ τις τὴν θεωρίαν τῶν κατὰ τὸν ἄνθρωπον συμβαινότων κατὰ φύσιν
ἐκμάθῃ, εἴσεται μὴ βδελύσσεσθαι παιδοποιίαν, ἐπαινεῖν δὲ καὶ προτιμᾶν ἀγνείαν. οὐδὲ γάρ, ἐπειδὴ τῶν ἄλλων ἐστὶν ἡδύτερον καὶ τὸ μέλι, τὰ λοιπὰ δὴ ταύτῃ προσῆκε νομίζεσθαι πικρά, ὁπόσα δὴ τῇ ἐμφύτῳ 49 γλυκασίᾳ κεέρασται τῶν ἀκροδρύων. καὶ τούτων μὲν ἐχέγγυον μάρτυρα παρέξομαι τὸν Παῦλον ὥστε καὶ
ὁ γαμίζων« λέγοτα »τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ, καὶ ὁ μὴ γεμίζων κρεῖσσον ποιεῖ«. οὐ γὰρ δὴ τῇ τοῦ κρείττονος καὶ γλυκυτέρου παραθέσει τὸ ἕτερον ἀτερον ἀπαγορεύσας ὁ λόγος, ἑκάστῳ τὸ οἰκεῖον καὶ λυσιτελὲς ἀπονέμων διαθεσμοθετεῖ. τοῖς μὲν γὰρ οὐδέπω συνεχώρησε παρθενίας τυχεῖν, τοὺς δὲ καὶ οὐκέτι βούλεται
χραίνεσθαι φοινισσομένους ἐρεθισμοῖς, ἀλλὰ μελετᾶν ἀπεντεῦθεν ἤδη καὶ φαντάζεσθαι τὴν ἰσάγγελον μεταστοιχείωσιν τῶν σωμάτων, ἔνθα »οὔτε γαμοῦσιν οὔτε γαμίσκονται«, κατὰ τοὺς ἀψευδεῖς 50 χρησμούς· ἐπεὶ μηδὲ πᾶσιν ὁ ἀμόλυντος καὶ παρεκτικὸς τῆς βασιλείας τῶν οὐρανῶν εὐνουχισμὸς ἐμπιστεύεται, ἀλλὰ μόνοις ἐκείνοις
δηλονότι τοῖς καὶ δυναμένοις τὸ ἀειθαλὲς ἂνθος καὶ ἄχραντον τῆς παρθενίας τηρῆσαι. ἀνθηροτάτῳ γὰρ ἀπεικάζεσθαι καὶ ποικιλωτάτῳ λειμῶνι λόγος ἔχει προφητικὸς τὴν ἐκκλησίαν, οὐ μόνον 25 26 27 τῆς ἀγνείας πεποικιλμένην καὶ κατεστεμμένην ἂνθεσιν, ἀλλὰ καὶ τοῖς τῆς τεκνογονίας καὶ τοῖς τῆς ἐγκρατείας. »ἐν κροσσωτοῖς« γάρ »χρυσοῖς πεποικιλμένη« »ἐκ δεξιῶν ἡ βασίλισσα« παρίσταται τοῦ νυμφίου.
Symposium Sive Convivium Decem Virginum. Methodius. ed. D.G. Nathanael Bonwetsch. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.