(10)
Καὶ ἐξῆλθεν ὁ Ἴρεος τῆς οἰκίας συναντῆσαι τῷ Φιλίππῳ, καὶ λέγει αὐτῷ· Δέομαι, ἀνάστα καὶ εἴσελθε εἰς τὴν οἰκίαν μου, καὶ ἀνάπαυσον σεαυτὸν ἐν εἰρήνῃ. Προφθάσας δὲ ὁ Φίλιππος ἀνήγγειλεν αὐτῷ πάντα ὅσα ἐστασίασεν αὐτῷ ἡ γυνὴ αὐτοῦ· ὁ δὲ Ἴρεος ἐξεπλάγη πῶς πάντα ἔγνω. καὶ λέγει ὁ Φίλιππος· Γίνωσκε τέκνον ὅτι, εἰ καὶ ἐλάχιστός εἰμι καὶ ταπεινός, ἀγῶνα ἔχω ὅπως τελειώσω τὴν ἐμπιστευθεῖσάν μοι οἰκονομίαν. εἰ δὲ θέλεις, ἀναγγέλλω σοι καὶ τὰ λαληθέντα ῥήματα πάντα ἐν τῇ οἰκίᾳ σου. Ὁ δὲ Ἴρεος παρεκάλεσεν αὐτὸν σιωπῆσαι τὸν ἔλεγχον τῆς γυναικὸς αὐτοῦ.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.