(9)
Λέγει αὐτῷ ἡ γυνή· Ἆρα ὁ θεὸς αὐτοῦ ὡς οἱ θεοὶ τῆς πόλεως ἡμῶν εἰσι, χρυσοῖ καὶ ἠσφαλισμένοι ἐν τῷ ναῷ; Ὃ δέ φησι· Οὐχ οὕτως· ὁ γὰρ θεὸς αὐτοῦ θεός ἐστι ζῶν ἐν οὐρανοῖς, δυνατός, ὑπερηφάνοις θραύων· οἱ δὲ θεοὶ τῆς πόλεως ἡμῶν τέχνη ἀσεβῶν μελετήματα. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Καὶ ἄγαγε αὐτόν, ἵνα ἴδω κἀγὼ τὸν ἐν αὐτῷ θεόν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.