(8)
Λέγει αὐτῇ ὁ Ἴρεος ἐν πρᾳότητι· Τί λυπῆσαι; μακροθύμησον μᾶλλον. πιστεύω γὰρ ὅτι καὶ σὺ αὐτὴ πιστεύσεις τῷ διὰ τοῦ ξένου κηρυττομένῳ θεῷ, ὅτι αὐτὸς κρείττων ἡμῖν ἐστιν ὑπὲρ τὸν μάταιον ἡμῖν πλοῦτον. Λέγει αὐτῷ ἡ γυνὴ αὐτοῦ· Ἀνάστηθι, φάγε καὶ πίε, καὶ γενοῦ εὐφραινόμενος· ἐμὲ γὰρ οὐ δύνασαι ἀπατῆσαι. Λέγει αὐτῇ· Καὶ ποῖον δίκαιον φαγεῖν με ἢ πιεῖν τοῦ ἀνθρώπου τοῦ θεοῦ πεινῶντος ἐν τῇ ἡμετέρᾳ πόλει; ὅνπερ ἐὰν ἴδῃς, πιστεύεις ὅτι ἅγιός ἐστι. κατάστειλον οὖν σεαυτὴν ἐκ τῆς ματαίας ἀπονοίας καὶ ἀπιστίας σου, ἵνα κἀγὼ ἀπαγγείλω σοι μέρος τι τῆς ἐν αὐτῷ ἐπιστήμης. γνῶθι οὖν ὦ γύναι ὅτι ἄνθρωπος θεοῦ ἐστι, καὶ ὅτι χάρις πολλὴ ἐν προσώπῳ αὐτοῦ, πρᾳότης δὲ καὶ ἁπλότης ἐν αὐτῷ.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.