(11)
Οἱ δὲ συνόντες τῷ Φιλίππῳ λέγουσιν αὐτῷ· Ἀπόστολε Χριστοῦ, ἕως πότε ἐσόμεθα ὡς αἰχμάλωτοι ἐνταῦθα; ἐπεὶ οὖν ἡτοίμασεν ἡμῖν Ἰησοῦς Χριστὸς τὸν ἄνδρα τοῦτον, ἀπέλθωμεν μετ' αὐτοῦ ἐν εἰρήνῃ. Ὁ δὲ Ἴρεος ἠγαλλιάσατο ὅτε ἤκουσεν ταῦτα παρὰ τῶν μαθητῶν αὐτοῦ, καὶ πεσὼν ἐπὶ πρόσωπον παρεκάλει τῷ Φιλίππῳ καταλῦσαι ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ ἀναστάς ἠκολούθησεν αὐτόν, ὁ δὲ Ἴρεος ἐβάδιζεν ἔμπροσθεν χαίρων.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.