(5)
Ἰδὼν οὖν ὁ ἀπόστολος τοῦ Χριστοῦ τὴν θλῖψιν αὐτῶν, ἀναστὰς ἀπὸ τοῦ τόπου οὗ ἦν ἡσυχάζων, εἶπεν· Μὴ φοβεῖσθε ὦ ἄνδρες· ἀποβολὴ γὰρ ἐξ ἡμῶν οὐδεμία ἔσται, ἀλλ᾽ οὐδὲ τοῦ πλοίου· Καὶ ἀπελθὼν ἔστη ἐπὶ τὰ πρῷρα, καὶ ἐβόησεν εἰς ἐπήκοον πάντων· Θάλασσα, θάλασσα, κελεύει σοι Ἰησοῦς ὁ Χριστὸς δι᾽ ἐμοῦ τοῦ δούλου αὐτοῦ, ὁ ἐπὶ τῶν σῶν ὑδάτων περιπατήσας, καταστεῖλαί σου τὸν θυμὸν τῆς ἀτάκτου φορᾶς. Καὶ εὐθέως σὺν τῷ λόγῳ Φιλίππου ἐν πολλῇ γαλήνῃ ἐγένοντο αὐτῆς τὰ κύματα. ἰδόντες δὲ οἱ ναῦται τὸ γεγονὸς ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ λέγοντες· Εὐχαριστοῦμέν σοι δοῦλε θεοῦ· διὰ σοῦ γὰρ ἡμῖν ἡ ζωὴ κεχάρισται· εἰπὲ οὖν ἡμῖν τί ἡμᾶς ποιῆσαι δεῖ ἵνα γενώμεθα δοῦλοι τοῦ Ἰησοῦ τοῦ ὑπὸ σοῦ κηρυττομένου.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.