(6)
Ὁ δὲ ἀπόστολος ἤρξατο αὐτοὺς ἀπὸ τῶν γραφῶν διδάσκειν τὰ περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ λέγειν· Ἐὰν δέξησθε τὸν δυνάμενον σῴζειν τὸ ἀσθενές, σωθήσεσθε, καὶ ἐὰν δέξησθε τὸν ἐν οὐρανοῖς πλούσιον, πλουτίσει ἡμᾶς· καταλείψατε οὖν τὸ ἀηδὲς τοῦ κόσμου τούτου, καὶ τὴν μέριμναν τῆς ζωῆς ἐπιρρίψατε εἰς τὸν ἐν οὐρανοῖς εὐεργέτην, ἵνα αἰωνίας τρυφῆς ἀπολαύσητε.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.