(4)
Ἦλθεν οὖν τότε ὁ Φίλιππος κατὰ θάλασσαν ὅροις τῶν Κανδάκων, καὶ εὗρεν ἐκεῖ πλοῖον μέλλον ἀπαίρειν εἰς Ἄζωτον, καὶ εἶπε τοῖς ναύταις· Δέξασθέ με ὦ ναυτικοὶ καὶ · ἀπαγάγετε εἰς Ἄζωτον. Καὶ συνέθετο δοῦναι αὐτοῖς τέσσαρας στατῆρας τὸ ναῦλον, καὶ ἀνέβη μετ᾽ αὐτῶν. ἐμείναμεν δὲ πλέονες ἄχρι σταδίων τετρακοσίων, καὶ ἐπεισῆλθεν ἄνεμος ἰσχυρός, ὥστε καὶ τὸ πλοῖον κινδυνεύειν· οἱ δὲ ναῦται εἰς πολλὴν ἀδημονίαν ἦλθον μὴ εἰδότες τί πράξουσι, καὶ ἤρξαντο ἐκβολὴν τῶν σκευῶν ποιεῖν, καὶ ἀλλήλοις ἀσπαζόμενοι ἀπεδύροντο.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.