(3)
Ἦν δὲ ἐκεῖ καὶ ὁ μακάριος Ἰωάννης, καὶ λέγει τῷ Φιλίππῳ· Ἀδελφέ μου καὶ συναπόστολε, εἰ καὶ μακρὰν ἔχεις τὴν ἀποδημίαν, γνώριζε ὅτι καὶ ὁ ἀδελφὸς Ἀνδρέας ἐπορεύθη εἰς τὴν Ἀχαίαν καὶ ὅλην τὴν Θρᾴκην, καὶ ὁ Θωμᾶς εἰς τὴν Ἰνδικὴν καὶ εἰς τοὺς σαρκοφάγους παλαμναίους, καὶ ὁ Ματθαῖος εἰς τοὺς τρωγλοδύτας καὶ ἀνηλεεῖς· ἡ γὰρ φύσις αὐτῶν ἐστιν ἠγριωμένη· καὶ ὁ κύριος ἐστι μετ᾽ αὐτῶν. καὶ σὺ οὖν Φίλιππε μὴ ῥᾳθυμήσῃς· Ἰησοῦς γὰρ μετὰ σοῦ ἐστιν. Καὶ ἐπευξάμενοι αὐτὸν καὶ ἀσπασάμενοι ἀπέλυσαν εἰς τὸ κήρυγμα.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.