(12)
Ταῦτα ἀκούσας ὁ ἀρχιερεὺς ἔδραμεν ἐπὶ τὸν Φίλιππον μαστίξαι θέλων αὐτόν, καὶ αὐτῇ τῇ ὥρᾳ ὅλη ἡ χεὶρ αὐτοῦ ἐξηράνθη καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐτυφλώθησαν· ὁμοίως δὲ καὶ οἱ πεντακόσιοι οἱ μετ᾽ αὐτοῦ ἐτυφλώθησαν καὶ αὐτοί. καὶ ἐνύβριζον καὶ κατεθεμάτιζον τὸν ἀρχιερέα λέγοντες ὅτι Ἐξερχόμενοι τὴν Ἰερουσαλὴμ ἐλέγομέν σοι· Κατάστειλον· ἄνθρωποι γὰρ ὄντες θεῷ μάχεσθαι οὐ δυνάμεθα. Ἀλλὰ δεόμεθά σου ἀπόστολε τοῦ θεοῦ τοῦ Ἰησοῦ Φίλιππε, δὸς ἡμῖν τὸ δι᾽ αὐτοῦ φῶς, ἵνα καὶ ἡμεῖς ἀληθῶς αὐτοῦ ἐσόμεθα δοῦλοι.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.