(11)
Ὡς δὲ ἤκουσαν ταῦτα τὸ περιεστῶς πλῆθος, οἱ μὲν ὑπὸ τῆς πίστεως ἐστηριγμένοι οὐκ ἐκινήθησαν οὐδὲ ἐδιψύχησαν· ᾔδεισαν γὰρ ὅτι Φίλιππος νικήσει ἐν τῇ δόξῃ τοῦ Ἰησοῦ. ὁ οὖν Φίλιππος ἀπελογήσατο ἐν τῇ δυνάμει τοῦ Χριστοῦ μετὰ μεγάλης παρρησίας ἀγαλλιῶν καὶ λέγων· Ἐγὼ ἄνδρες Ἀθηναῖοι καὶ οἱ ἐν ὑμῖν φιλόσοφοι ἦλθον πρὸς ὑμᾶς οὐ λόγοις διδάξαι ἀλλ᾽ ἐν ἀποδείξει θαυμασίων, ὧν καὶ ἀπὸ μέρους τάχα ἐθεάσασθε δι᾽ ἐμοῦ γεγενημένων ἐν ἐκείνῳ τῷ ὀνόματι ᾧ οὗτος ὁ ἀρχιερεὺς ἀποβάλλεται. ἰδοὺ οὖν βοήσω πρὸς τὸν θεόν μου καὶ διδάξω ὑμᾶς, καὶ ὑμεῖς δοκιμάσατε τοὺς τῶν ἀμφοτέρων λόγους.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.