(13)
Ὁ δὲ Φίλιππος ἰδὼν τὸ γενόμενον ἔλεγεν· Ὤ ἀσθενὴς φύσις, ἥτις ἐπαίρει μὲν ἑαυτὴν ἐφ᾽ ἡμᾶς, εὐθέως δὲ εἰς ἑαυτὴν καταταπεινουμένη· ὢ ἡ πικρὰ θάλασσα τὰ ἑαυτῆς κύματα εἰς ἡμᾶς ταράσσουσα καὶ ἐκφοβεῖν νομίζουσα, ἀλλὰ παρ᾽ ἑαυτῇ τὰ κύματα κοιμίζουσα. νῦν οὖν ὁ ἡμέτερος καλὸς οἰκονόμος, Ἰησοῦ, τὸ ἅγιον φῶς, οὐ παρεῖδες ἡμᾶς τὸ σύνολον κράζοντας ἄνω πρὸς σὲ ἐν πᾶσι τοῖς καλοῖς ἔργοις, ἀλλ᾽ ἦλθες τελέσαι αὐτὰ δι᾽ ἡμῶν. νῦν οὗν ἐλθὲ Ἰησοῦ κύριε, ἔλεγξον τὴν ἀπόνοιαν τούτων.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.