(29)
Τότε ὁ κύριος φανεὶς τῷ Φιλίππῳ εἶπεν· Ὦ Φίλιππε, οὐκ ἤκουσας Μὴ ἀποδώσῃς κακὸν ἀντὶ κακοῦ; Καὶ διὰ τί τοσοῦτον ἔπληξας ἀφανισμῷ; ὦ Φίλιππε, τίς θέμενος τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν αὐτοῦ ἡ αὖλαξ; ἢ τίς παραχωρεῖ τὸν ἑαυτοῦ λύχνον ἑτέρῳ καὶ αὐτὸς ἐν σκότει καθέζεται; ἢ τίς καταλείπει τὸ ἑαυτοῦ οἰκητήριον καὶ αὐτὸς οἰκεῖ ἐν κοπρία; τίς δὲ ἐάσας τὸ ἑαυτοῦ ἔνδυμα ἐν χειμῶνι πορεύεται γυμνός; ἢ τίς χαρήσεται ἐχθρὸς ἐν τῇ χαρᾷ τοῦ μισοῦντος αὐτόν; τίς δὲ στρα τιώτης πορεύεται ἐπὶ πόλεμον ἄνευ πανοπλίας; τίς δὲ δοῦλος πληρώσας τὸ τοῦ κυρίου αὐτοῦ πρόσταγμα οὐκ ἐπαινεθήσεται; τίς δὲ ἐν σταδίῳ γενναίως δραμὼν οὐ λαμβάνει τὸ βραβεῖον; τίς δὲ πλύνας τὰ ἱμάτια αὐτοῦ ἡδέως αὐτὰ μολύνει; ὦ Φίλιππε ἰδοὺ ὁ νυμφών μου ἕτοιμός ἐστιν, ἀλλὰ μακάριός ἐστιν ὁ εὑρεθεὶς ἐν αὐτῷ ἔχων τὸ ἔνδυμα λαμπρόν· αὐτὸς γάρ ἐστιν ὁ λαμβάνων τὸν στέφανον ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. ἰδοὺ τὸ δεῖπνον ἕτοιμον, καὶ μακάριος ὁ καλούμενος καὶ ἕτοιμος γενόμενος ἐλθεῖν πρὸς τὸν κεκληκότα αὐτόν. πολύς ἐστιν ὁ θερισμὸς τοῦ ἀγροῦ, μακάριος δέ ἐστιν ὁ ἐργάτης ὁ καλός. ἰδοὺ τὰ κρίνα καὶ πάντα τὰ ἄνθη· ὁ δὲ καλὸς γεωργός ἐστιν ὁ πρῶτος μεταλαμβάνων αὐτῶν. πῶς δὲ σὺ γέγονας ὦ Φίλιππε ἄσπλαγχνος, καταρασάμενος τοὺς ἐχθρούς σου ἐν ὀργῇ;Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.