(30)
Λέγει ὁ Φίλιππος· Τί μοι ὀργίζῃ κύριε ὅτι κατηρασάμην τοὺς ἐχθροὺς μου; διὰ τί γὰρ οὐ πατάσσεις αὐτούς; ὅτι ἔτι ζῶσιν εἰς τὴν ἄβυσσον· καὶ σὺ ἐπίστασαι κύριε ὅτι διὰ σὲ ἦλθον εἰς τὴν πόλιν ταύτην, καὶ τῷ σῷ ὀνόματι ἐδίωξα πᾶσαν πλάνην εἰδώλων καὶ πάντα τὰ δαιμόνια. οἱ δράκοντες ἐξηράνθησαν καὶ οἱ ὄφεις· ἐπειδὴ δὲ οὗτοι οὐκ ἐδέξαντό σου τὸ φῶς, διὰ τοῦτο κατηρασάμην αὐτοὺς καὶ κατέβησαν εἰς ᾅδου ζῶντες.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.