(28)
Ἀπέμειναν δὲ ὅ τε Στάχυς καὶ πᾶς ὁ οἶκος αὐτοῦ, καὶ ἡ τοῦ ἀνθυπάτου γυνή, καὶ ἄλλαι πεντήκοντα γυναῖκες αἵτινες ἐπίστευσαν σὺν αὐτῇ ἐπὶ τὸν κύριον, καὶ ἄλλο πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν, καὶ παρθένοι ἑκατόν, αἵτινες οὐ κατεποντίσθησαν διὰ τὴν ἁγνείαν αὐτῶν, ἐσφραγισμέναι τῇ σφραγῖδι τοῦ Χριστοῦ.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.