(27)
Καὶ ἰδοὺ ἐξαίφνης ἠνεῴχθη ἡ ἄβυσσος, καὶ κατεπόθη ὅλος ὁ τόπος ἐν ᾧ ἐκάθητο ὁ ἀνθύπατος καὶ ὅλον τὸ ἱερόν, καὶ ἡ ἔχιδνα ἣν ἐσέβοντο, καὶ ὄχλοι πολλοὶ καὶ οἱ ἱερεῖς τῆς ἐχίδνης, ὡς ἄνδρες ἑπτακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων· πλὴν ὅπου ἦσαν οἱ ἀπόστολοι ἔμειναν ἀσάλευτοι· καὶ ὁ ἀνθύπατος κατεπόθη εἰς τὴν ἄβυσσον. καὶ ἦσαν αἱ φωναὶ αὐτῶν ἀνερχόμεναι κάτωθεν, μετὰ κλαυθμοῦ λέγοντες· Ἐλέησον ἡμᾶς ὁ τῶν ἐνδόξων σου ἀποστόλων θεός, ὅτι ἄρτι ὁρῶμεν τὰς κρίσεις τῶν μὴ ὁμολογησάντων τὸν σταυρωθέντα· ἰδού, ὁ σταυρὸς φωτίζει ἡμᾶς. Ἰησοῦ Χριστέ, φάνηθι ἡμῖν, ὅτι ζῶντες πάντες κατερχόμεθα εἰς τὸν ᾅδην καὶ μαστιζόμεθα, ὅτι ἀδίκως τοὺς σοὺς ἀποστόλους ἐσταυρώσαμεν. Καὶ ἠκούσθη φωνὴ λέγοντος· Ἵλεως ἔσομαι ὑμῖν ἐν τῷ φωτεινῷ μου σταυρῷ.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.