(11)
Ταῦτα εἰπούσης τῆς Νικανόρας, προσηύξατο περὶ αὐτῆς πρὸς τὸν θεὸν ὁ ἀπόστολος Φίλιππος ἅμα Βαρθολομαίῳ καὶ Μαριάμνῃ καὶ τοῖς σὺν αὐτοῖς λέγων· Ὁ ζωοποιῶν τοὺς νεκροὺς Χριστὲ Ἰησοῦ δέσποτα, ὁ ἐλευθερώσας ἡμᾶς διὰ τοῦ βαπτίσματος ἐκ τῆς δουλείας τοῦ θανάτου, ῥῦσαι αὐτὴν ἐκ τῆς πλάνης τοῦ ἐχθροῦ τελείως, ζωοποίησον αὐτὴν ἐν τῇ ζωῇ σου καὶ τελείωσον αὐτὴν ἐν τῇ τελειότητί σου, ἵνα πορευθῇ εἰς τὴν χώραν τῶν πατέρων αὐτῆς ἐν ἐλευθερίᾳ, ἔχουσα κλῆρον ἐν τῇ ἀγαθότητί σου κύριε Ἰησοῦ.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.