(10)
Ὡς δὲ ταῦτα ἤκουσεν ἡ Νικανόρα ἑστῶσα πρὸ τῶν θυρῶν, ἐπαρρησιάσατο ἐνώπιον πάντων κράζουσα καὶ λέγουσα ὅτι Ἐγὼ Ἑβραία εἰμί, θυγάτηρ Ἑβραίων· λάλησον μετ᾽ ἐμοῦ ἐν τῇ διαλέκτῳ τῶν πατέρων μου. ἀκούσασα γὰρ τοῦ κηρύγματος τῶν πατέρων μου ἰάθην εὐθέως ἀπὸ τῆς νόσου καὶ τῶν περιεχουσῶν με ὀδυνῶν. προσκυνῶ οὖν τὴν ἀγαθότητα τοῦ θεοῦ, ὅτι ἐποίησεν ὑμᾶς σκυλῆναι ἄχρι τῆς πόλεως ταύτης διὰ τὸν ἀληθινὸν αὐτοῦ λίθον τὸν ἔντιμον, ἵνα δι᾽ ὑμῶν δεξώμεθα τὴν γνῶσιν αὐτοῦ καὶ ζήσωμεν σὺν ὑμῖν πιστεύσαντες εἰς αὐτόν.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.