(12)
Πάντων δὲ ἀναπεμψάντων τὸ ἀμὴν ἅμα τῷ ἀποστόλῳ Φιλίππῳ, ἰδοὺ ἦλθεν ὁ τύραννος, ὁ ἀνὴρ τῆς Νικανόρας, ὡς ἵππος ἀδάμαστος μεμηνώς, καὶ ἐπιλαβόμενος τῶν ἱματίων τῆς γυναικὸς αὐτοῦ ἐβόα λέγων· Ὦ Νικανόρα, μὴ οὐκ ἀφῆκά σε ἐπὶ τῆς κλίνης οὖσαν; πῶς τοσαύτην δύναμιν ἔσχες ἐλθεῖν πρὸς τοὺς μάγους τούτους; πῶς δὲ ἀπὸ τῆς φλεγμονῆς τῶν ὀφθαλμῶν σου; νῦν οὖν ἐὰν μή μοι εἴπῃς τίς ἐστιν ὁ ἰατρός σου καὶ τί τὸ ὄνομα αὐτοῦ, τιμωρήσομαί σε διαφόροις τιμωρίαις καὶ οὐ σπλαγχνισθήσομαι ἐπὶ σοί.Acta Philippi. Acta Philippi. ed. Maximilian Bonnet. Leipzig. 1903.
Funding provided by University of Virginia; Center for Hellenic Studies.