πληρεστάτην λήψεσθε παρὰ τοῦ θεοῦ τὴν ὑπὲρ τῆς ἐμῆς σωτηρίας ἀμοιβήν. ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ τοῦ αὐτοῦ ἐπισκόπου 2 3 4 Λεοντίου·
χάρις ὑμῶν τῇ ἱερᾷ κεφαλῇ. φατὲ δέ μοι, ώ ἱερώτατοι, πῶς νοητέον τὸ τὸν θεὸν λόγον τὸν τοῦ θεοῦ υἱὸν ἐπὶ τῆς γῆς ὠφθαι καὶ τοῖς ἀνθρώποις συνανεστράφθαι ἀθέατον ὄντα πάσῃ κτιστῇ φύσει ὁρωμένῃ τε καὶ νοουμένῃ, καὶ τίς ἡ αἰτία, δι᾿ ἥν ταῦτα ἐπραγματεύσατο, διδάξατε, παρακαλῶ. ἀπόκρισις τῶν ἁγίων πατέρων πρὸς
τὸν φιλόσοφον διὰ τοῦ ἐπισκόπου Λεοντίου·
ἀποδοῦναι ἠθέλησεν ὁ δημιουργὸς τῷ τῶν ἀνθρώπων γένει. καὶ νοντέον ἐνταῦθα, ὅτι ὥσπερ εἶπεν ὁ θεὸς »ποιήσωμεν ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον‘ κατὰ τὰς προρρηθείσας ἀποδείξεις, ὁ αὐτὸς πάλιν εἶπε, σώσωμεν τὸν ἀπολωλότα ἄνθρωπον, ὃν κατ΄ εἰκόνα
ἡμετέραν καὶ καθ’ ὁμοίωσιν ἐποιήσαμεν.
θεὸς ὢν ἀναλλοίωτος; ἀπόκρισις παρὰ τῶν ἁγίων πατέρων διὰ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων·
ἐπανάληψις· διὰ δὴ τοῦτο ἀποδιδοὺς ἡμῖν τὴν πρὸς ἑαυτὸν ὁμοίωσιν ὁ αὐτὸς τοῦ θεοῦ λόγος εἰς ὁμοίωσιν ἡμῶν κατῆθεν.
ἐγίνετο· διὰ τοῦτο σῶμα ἀληθῶς προσέλαβεν, ἵνα οἱ τῆς ἐξ ἀρχῆς ἀδελφότητος ἐκπεσόντες διὰ τὴν τοῦ ἀσωμάτου εἴδους ἀλλαγήν, τοῦτ ἔστι τῆς τοῦ πνεύματος χάριτος, ἧς διὰ τῶν πρώτων ἀνθρώπων τοῦ τε Ἀδὰμ καὶ τῆς Εὔας ἀπωλέσαμεν, εἰς ἐδελφότητα εἰσαχθῶμεν διὰ τῆς σωματικῆς προσλήψεως καὶ πάλιν τὸ ἀσώματον τὸ τὸ
θεῖον ἀπολάβωμεν.
τοῦ ζωοποιοῦ, ὃ καὶ ψυχὴν ἰδίως ἡ γραφὴ καλεῖ.
ἐπὶ τῶν τοῦ θεοῦ μυστηρίων λέγειν τὸ ὅπως· ἀπόρρητα γάρ εἰσι καὶ ἀνεπιλόγιστα· ὡς δὲ ἐκ τῶν ἱερῶν λόγων ἐδιδάχθημεν, ἐροῦμεν ὅσον ὁ λόγος παραστῆσαι δυνήσεται.
ὁ διακονησάμενος τῷ μυστηρίῳ ἐκείνῳ, οὐδὲ ἡ πάναγνος καὶ καθαρὰ καὶ ἁγία παρθένος Μαρία παραστῆσαι δυνήσεται τὴν ὅλην τῆς αὐτῆς 8 9 10 τοῦ θεοῦ λόγου σαρκώσεως κατάληψιν — αὐτὸς γὰρ μόνος ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς τὸ ἀκριβὲς οἶδε τῆς ἑαυτοῦ δι᾿ ἡμᾶς ἐνανθρωπήσεως —
τῆς ἐνσάρκου αὐτοῦ οἰκονομίας ὅτι »ἐκ σπέρματος Δαυῒδ καὶ Ἀβραὰμ τὸ κατὰ σάρκα« καὶ τὸ »ἐξ ἧς ἐγεννήθη Ἰησοῦς«, τοῦτ’ ἔστιν ἐκ τῆς παρθένου, »ὁ λεγόμενος Χριστός«, καὶ ὅτι »ὧν οἱ πατέρες καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα«, καὶ ὅτι »οὐκ ἀγγέλων, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο«, καὶ ὅτι »κατὰ πάντα
ὡμοιώθη ἡμῖν, πλὴν τῆς ἁμαρτίας«.
πλήθους εἰς τὴν ἀκρόασιν προσθέντες οἱ ἅγιοι πατέρες διὰ Μακαρίου ἐπισκόπου Ἱεροσολύμων εἶπον·
ὁ λόγος, ἀνακαινίσαι τὰ διὰ τὴν ἀπόπτωσιν τῶν πρωτοπλάστων Μέντα, γέγονεν ἐν τοῖς ἡμετέροις, ἵνα ἡμᾶς ποιήσῃ ἐν τοῖς ἑαυτοῦ, συγκαταβὰς ὡς ἰατρὸς ἄριστος τῇ ἀσθενείᾳ ἡμῶν.
τῇ γὰρ θεότητι αὐτοῦ τὰ πάντα σὺν τῷ πατρὶ πληροῖ ἀεὶ κατὰ τὰς προαποδοθείσας ἐννοίας.
προκοπὴν καὶ αὔξησιν ἡλικίας· οὐκ ἀπηξίωσε γενέσθαι καὶ αὐτὸς τοῦτο σωματικῶς, καθὼς γέγραπται ὅτι »Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις«·
τῷ λαῷ βάπτισμα μετανοίας, οὐκ ἀφέσεως ἁμαρτιῶν οὔτε υἱοθεσίας δῶρον διδόντος· οὐ γὰρ ἦν Ἰωάννου ταῦτα δοῦναι άκκ᾿ ] οὔτε ἀγγέλου, ἀλλ’ αὐτοῦ τοῦ σαρκωθέντος καὶ ἐνανθρωπήσαντος θεοῦ λόγου.
βαπτίσματος, ἀλλ’ ἀλλ᾿ τὸ ἡμέτερον βάπτισμα δοξάσῃ, ἵνα πιστεύσωμεν, ὅτι ὥσπερ ἐπ’ αὐτὸν κατῆλθε τὸ πνεῦμα τὸ ἅγιον, οὕτως καὶ ἐφ ἡμᾶς τοὺς εἰς αὐτὸν βαπτιζομένους.
τετάρτου ἀρξάμενος οὕτως ἐπὶ τὸ ὑπὲρ ἡμῶν ἑκούσιον αὐτοῦ σωματικὸν ἔρχεται πάθος· πάθος· ἡμῖν γὰρ κεχρεώστητο τιμωρία σταυροῦ· ἀλλ εἰ πάντες ἐσταυρώθημεν, οὔτε ἑαυτοὺς ἐκ τοῦ θανάτου ὰρπάσαι ἰσχύσαμεν.
προφῆται, πολλοὶ δικαιοι· καὶ οὐδεὶς αὐτῶν τῆς τοῦ θανάτου ἐξουσίας ἑαυτὸν ἠδυνήθη λυτρώσασθαι, ἀλλὰ ἦλθεν αὐτὸς ὁ τῶν πάντων σωτὴρ καὶ τὰς ἡμῖν χρεωστουμένας τιμωρίας εἰς τὴν ἐξ ἡμῶν ἀνθ ἡμῶν ὑπὲρ ἡμῶν ἀναμάρτητον αὐτοῦ ὑπεδέξατο σάρκα.
καὶ ἀποθανὼν σαρκί, ὃς τῇ τῆς θεότητος αὐτοῦ δυνάμει ἀνέστησε τὸν σωματικὸν αὐτοῦ ναὸν κατὰ τὰς γραφὰς καρποφορήσαντα τὴν τοῦ παντὸς ἀνθρωπίνου γένους ἀνάστασιν, καὶ ἐμφανίσας τοῖς μαθηταῖς μετὰ τὴν τριήμερον ταφὴν καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐπέδειξεν αὐτοῖς τὰ ἐν τῷ σταυρῷ τοῦ σώματος αὐτοῦ πάθη, εεἰπών· »ψηλαφήσατέ
με, καὶ ἴδετε, ὅτι αὐτὸς ἐγώ εἰμι, ὁ θαυματουργῶν, ὁ καὶ τὰ ὑπὲρ τοῦ ὑμετέρου γένους ἐν τῇ σαρκί μου καταδεξάμενος πάθη«.
ἱεροὶ ἐδίδαξαν λόγοι. ὃν καὶ ἥξειν προσδοκῶμεν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς ἀϊδίως ὡς ἀεὶ συμβασιλεύοντα τῷ πατρὶ εἰς τοὺς ἀπείρους αἰῶνας.
πρεσβεύει καὶ ἄχρι καὶ νῦν καὶ εἰς ἀεὶ ταύτην κρατεῖ, εἰπόντος τοῦ κυρίου τοῖς μαθηταῖς· »πορευθέντες πορευθέντες μαθητεύσατε παντα τα ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.