καὶ ἀμφότερα ἓν ὕδωρ.
δείκνυται — οὐ γὰρ ἀλλότρια ταύτης ἡμεῖς σοι φθεγγόμεθα, γνήσιον λοιπὸν τέκνον τῆς χάριτος, εἰ καὶ ὡς ἐν ὑποδείγμασι καὶ τύποις καὶ εἰκόσι τῆς ἀληείας τὸν λόγον εἰσηγησάμεθα —
τοῦ πατρὸς θεότητος, Μά φησιν αὐτὸς ὁ κύριος ἐν εὐαγγελίοις βοῶν ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω«, κἀκεῖνο δὲ ὅπερ ἴφη λευκότατα »ἐγὼ καὶ ὁ πατὴρ ἓν ἐσμεν‘, καὶ τὸ »ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοὶ« καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον,
καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος«, οἷς ὁ εὐαγγελιστὴς θεόθεν ἐμπνευσεὶς τὸ ῥηθὲν ἑρμηνεύων ἐπιφέρει λέγων· »τοῦτο δὲ ἔλεγε περὶ τοῦ πνεύματος οὗ ἤμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν«.
τῆς ὄντως ζωῆς, τῆς ἁγίας τριάδος βοᾷ ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς«, πηγὴν ζωῆς τὸν θεὸν καὶ πατέρα καλῶν πρὸς τὸν υἱὸν λέγων, ἐπείπερ ὁ πατὴρ ἐν τῷ υἱῷ καὶ ὁ υἱὸς ἐν τῷ πατρί· φῶς δὲ τὸν υἱὸν προσαγορεύει, ἐν ᾧ φωτὶ λέγει ὅψεσθαι φῶς τὸ πνεῦμα τὸ ἅγιον. »ἐν γὰρ τῷ φωτί σου, φησίν, ὀψόμεθα
φῶς«.
ἐγὼ θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα καὶ εἰς τὸν αἰῶνα ἐγώ εἰμι« καὶ πάλιν »ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι καὶ τὸν αἰῶνα ἐγώ εἰμι« καὶ τὰ ἑξῆς καὶ κατὰ τὰ προαποδειχθέντα.
ἔχειν τὰ εἰρημένα.
ἔλαμψαν μετ᾿ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν« καὶ τὰ ἑξῆς.
ταῦτα γάρ, φησίν, ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.
ἀσέβειαν, ἐπείπερ λέγει περὶ τοῦ υἱοῦ »οὐ λογισθήσεται ἕτερος πρὸς αὐτὸν«, καὶ ἐλέγχονται οἱ ἀσεβεῖς Ἀρειομανῖται σὺν τῷ τῆς βλασφημίας αὐτῶν αὐθέντῃ πρὸ τῆς περὶ τοῦ υἱοῦ ἀρνήσεως αὐτὸν τὸν πατέρα ἐκβαλόντες τῆς θεότητος, καὶ ἄθεοι παντελῶς εὑρίσκονται οἱ τῆς ἀληθείας πολέμιοι.
φησιν ἐν καθολικαῖς, »οὐδὲ τὸν πατέρα ἔχει«, ἡ δὲ καθολικὴ πίστις μίαν θεότητα οἶδε καὶ ταύτην πρεσβεύει τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, παρ᾿ ἣν οὐ λογισθήσεται ἑτέρα. τὸ δὲ μυστήριον τοῦτο τῆς ἁγίας κοὶ προσκυνητῆς καὶ ὁμοουσίου τριάδος ἀπερινόητον καὶ ἀνέκφραστον καὶ πάντη ἀκατάληπτον ὑπάρχει πίστει
μόνῃ νοεῖσθαι δυνάμενον.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.