ῥηθέντων, ὅτι θεὸς ὁ πατὴρ καὶ θεὸς ὁ υἱὸς καὶ θεὸς τὸ πνεῦμα τὸ ἅγιον,
ὑπερέχουσα καὶ τὰ πάντα περιέχουσα.
τε καὶ βουλὴν μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
μὴ δεῖν ἐπὶ τῆς ἁγίας τριάδος νοεῖν διαφοράν. ὧδε δὲ μικρόν σου τὸν νοῦν δοῦναι ἡμῖν ἐθέλησον καὶ πιστωθήσῃ ἐπὶ πλεῖον, δεχόμενος ὑπὸ τοῦ ἁγίου πνεύματος δι᾿ ἡμῶν σωτηριώδεις ὑποθήκας, ἵνα γνῷς τῆς ἁγίας τριάδος μίαν θεότητα ἀεὶ οὖσαν καὶ ὑφεστῶσαν, τριάδα ἀληθῶς τριάδα καὶ μηδὲν ἐν αὐτῇ προϋπάρχον ποτέ, ἀλλὰ
ἀεὶ καὶ ὡσαύτως οὐσαν ἀδιαίρετον καὶ ὁμοούσιον τριάδα. ἀπόκρισις 5 τοῦ φιλοσόφου·
λεγομένων παρ΄ ὑμῶν ὑπόθεσις. ἀπόκρισις τῶν ἁγίων πατέρων 6 ὑποθετικὴ πρὸς τὸν φιλόσοφον περὶ πυρὸς καὶ ἀπαυγάσματος καὶ φωτὸς διὰ τοῦ αὐτοῦ Λεοντίου ἐπισκόπου·
προσώπῳ κατὰ τὸ δοκοῦν Ἰουδαίοις νοουμένη, ἀλλ᾿ ἐν τριάδι ἀεὶ ἀχωρίστοις οὐσι Προσώποις παρὰ πᾶσι Χριστιανοῖς πεπίστευται καὶ κηρύττεται ἡ ἀχώριστος τριὰς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, καθάπερ ἀποδέδεικται.
ὑπὲρ ὑπὲρ γὰρ τῆς σῆς καὶ τῶν λοιπῶν σωτηρίας ὁ πόνος ἡμῖν διανύεται — μάνθανε τοίνυν ἐκ τῶν αἰσθητῶν περὶ τῶν νοητῶν καὶ ἐκ τῶν κατὰ νοῦν περὶ τῶν ὑπὲρ νοῦν καὶ ἐκ τῶν λεγομένων περὶ τῶνὑπὲρ λόγον,
των πρὸς τὴν ἄκτιστον ἐκείνην καὶ ἀκατάληπτον καὶ ἀθάνατον τοῦ θεοῦ οὐσίαν· πλὴν τὸ ἐμπεσὸν ὑπόδειγμα οὐ μέτριον πρὸς ὠφέλειαν τοῖς πιστῶς δεχομένοις, ἀλλ᾿ ἱκανὴν εἰκόνα παρέχον τῆς εὐσεβείας τοῖς εὐσεβῶς ἐθέλουσι νοεῖν λέξωμεν.
καὶ οὐδὲν τούτων προϋπάρχον τοῦ θατέρου εὑρίσκεται, ἀλλ᾿ ἔστιν ἀχωρίστως ἀλλήλων τὰ τρία, τὸ πῦρ, τὸ ἐξ αὐτοῦ ἀπαύγασμα καὶ τὸ φῶς.
πυρὸς τὸ ἀπαύγασμα, ἢ μεταγενέστερον πάλιν ἢ εταχρόνιον τοῦ πυρὸς καὶ τοῦ ἀπαυγάσματος τὸ φῶς ἢ προχρόνιον.
δεικνύουσά σοι μίαν θεότητα, πῦρ οὖσαν ἀθάνατον καὶ ἀπαύγασμα καὶ φῶς, ἁπλῆν καὶ ἀσύνθετον ἀχώριστον ἀδιαίρετον ἀπερινόητον καὶ ἀνέκφραστον, τριάδα ἀληθῶς ὁμοούσιον τὴν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.
ἀκούσας ὁ φιλόσοφος καὶ ὡς ἐν ἐκστάσει γενόμενος ἀπηνεώθη ἐπὶ πλεῖστον ὅσον καὶ »οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτὸν« φόβος τε πολὺς ἐπέπεσεν ἐπ’ αὐτόν· εἶτα εἰς ἑαυτὸν ἐλθὼν ἀνεκραύγασε μέγα, εἰπών·
θεότητος· ἀλλὰ δέομαί σου, Χριστέ, ὡς παναγάθου πατρὸς πανάγαθος υἱός, πάρες ἅπερ εἰς σὲ ὑπαχθεὶς ταῖς ἀσεβέσι παρὰ τοῦ Αρείου ζόξαις ἥμαρτον, καὶ μὴ εἰσπραχθήσομαι δίκας παρὰ σοὶ τῷ δικαίῳ κριτῇ ὑπὲρ τῶν ἀσεβῶν ῥημάτων ἐκείνων, ὧν κατὰ σοῦ ἀπέφηνα ὁ τάλας.
βλασφημήσασιν εἰς τὸν υἱὸν τοῦ θεοῦ λέγουσιν] ἦν ποτε ὅτε οὐκ ἦν καὶ ὅτι κτίσμα καὶ ποίημα καὶ ἐξ ἑτέρας οὐσίας οὐσίας υἱὸς τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ μὴ τῆς αὐτῆς οὐσίας ἡς ὁ πατὴρ εἰρηκόσι τὸν υἱὸν τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ .
αὐτοῦ φρονοῦντας πάντας καὶ τοὺς βλασημοῦντας κατά τε τοῦ πατρὸς κατά τε τοῦ υἱοῦ καὶ κατὰ τοῦ ἁγίου πνεύματος· ὁ γὰρ τὸν υἱὸν μὴ ἔχων οὐδὲ τὸν πατέρα ἔχει· ι· καὶ ὁ εἰς τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον βλασφημήσας εἰς τὸν πατέρα ἐβλασφήμησε.
καὶ προφήταις‘ καὶ ὑμῖν, ἐν πνεύματι ἀεὶ ὄντα καὶ συνυπάρχοντα καὶ συνδιαμένοντα τῷ θεῷ καὶ πατρὶ τὸν υἱὸν αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ τὸ ἅγιον.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.