ἢ ὅτι συνέκτισε τῷ θεῷ καὶ πατρί, ὡς αἱ μαρτυρίαι καὶ καὶ ὅτι οὐ ποίημα ἀλλὰ γέννημα τοῦ θεοῦ φύσει ἐξ αὐτοῦ γεγεννυμένος καὶ ἰδοὺ δεχόμεθα. μὴ καὶ περὶ τοῦ πνεύματος ἔχετέ τι λέγειν;
αὐτό τι τῶν ὁρατῶν καὶ ἀοράτων κτισμάτων; τίς δὲ ὅλως ἀνεγράψατο περὶ αὐτοῦ ὡς περὶ τοῦ υἱοῦ; υἱοῦ; τις ὑμῶν, εἰ ἔχοι. ἀνταπόκρισις τῶν πατέρων διὰ Πρωτογένους ἐπισκόπου Σαρ- 2 δικῆς·
περὶ αὐτοῦ, ὅτι ἔκτισε. πάλιν φήσωμεν τὸ περὶ τῆς κτίσεως ῥηθὲν καὶ εἶπεν ὁ θεός, ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ὴμετέραν καὶ καθ’ ὁμοίωσιν« καὶ ἐπήγαγε λέγων καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτούς‘.
δοκεῖ σοι εἶναι ὁ Ἐλιοὺμ τοῦ Ἀδάμ; τῶν γὰρ δημιουργῶν ἐπὶ τῆς ἴσης ἐπιστήμης τὸ ἰσοσχέδιον τοῦ συμπεράσματος φανεροῦσθαι πέφυκεν ἐπὶ τὸ τοῦ ἀνθρώπου πρόσωπον.
τὸν Ἀδάμ«, οὕτως ἡμᾶς ἡμᾶς δίκαιον καὶ περὶ τοῦ ποιήσαντος τὸν Ἐλιούμ, ὅτι θεὸς τὸ ἅγιον πνεῦμα· ὡν γὰρ ἴση τῆς δημιουργίας ἡ πλάσις, ἴση καὶ ἡ τῶν δημιουργῶν προσηγορία, εἴπερ μία θεότης τῆς ἁγίας τριάδος ἐν τρισὶν ὑποστάσεσι τελείαις καὶ ἴσαις νοουμένη.
τῷ διαβόλῳ λέγει »ἀπὸ γὰρ πνεύματος ἁγίου αὐτοῦ πάντες ἐκτίσθημεν« κοὶ πάλιν λέγει »ἀπὸ προσώπου τοῦ θεοῦ ἐξῆλθε τὸ πνεῦμα αὐτοῦ, καὶ ὁ κόσμος ἐγένετο«· ἴσον ἐστὶ τοῦτο τοῦ »πάντα δἰ αὐτοῦ ἐγένετο«.
ἅμα πᾶσαν τὴν κτίσιν τήν τε νοητὴν καὶ αἰσθητήν.
δεξιὰν δὲ τὸν υἱὸν αὐτοῦ. ἔτι οἱ ἅγιοι πατέρες εἶπον διὰ Λεονπερὶ 10 ἐπισκόπου Καισαρείας Καππαδοκίας·
οὖν τὸν νοῦν σου ἐκ τῶν προλεχθέντων σοι ἄκουε καὶ νῦν σαφεστέρας ἀποδείξεις περὶ αὐτοῦ ἐκ τῶν ἱερῶν γραφῶν. λέγει ὁ προφήτης Δαυὶδ ἐν τῷ ζ΄ ψαλμῷ ᾄσατε τῷ κυρίῳ ᾆσμα και- νόν«. διὰ τί; »ὅτι θαυμαστὰ ἐποίησεν ὁ κύριος, ἴσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ‘ — ἀντὶ τοῦ ὁ υἱὸς αὐτοῦ — καὶ ὁ
βραχίων ὁ ἅγιος αὐτοῦ« — τὸ πνεῦμα λέγων τὸ ἅγιον.
μαρτυρίαν τοῦ θεοῦ ἐν ἑαυτῷ« — ἀντὶ τοῦ τὸ πνεῦμα τοῦ θεοῦ — »ὁ δὲ μὴ πιστεύων τῷ υἱῷ ψεύστην πεποίηκεν αὐτόν«.
ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ« καὶ ἐν τῇ παλαιᾷ πάλαι »τὸν οὐρανόν, φησί, καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος«. καὶ ὁ Σολομὼν δὲ δεικνύς, τίς ὁ πληρῶν, λέγει »πνεῦμα κυρίου 11 12 13 πεπλήρωκε τὴν οἰκουμένην«.
τῷ πατρὶ καὶ τῷ υἱῷ. ἀκούεις, φιλόσοφε; ἀπόκρισις τοῦ φιλοσόφου 14 πρὸς τοὺς ἁγίους ἡμῶν πατέρας·
Βουζανίτου σαφὴς ἡ ἀπόδειξις, περὶ δὲ τῆς ῥηθείσης ἀναλήψεως Μωσέως περὶ ἡς ἀρτίως εἰρήκατε οὐδὲ ἀκηκόειν ποτὲ εἰ μὴ νῦν· ὅθεν αἰτῶ ὑμᾶς σαφεστέραν μοι τῶν λεχθέντων παραστῆσαι τὴν σύστασιν.
φράσεως καὶ γενναιοτέρας ἡ ὑπόθεσις. οὐ γὰρ περὶ τῶν τυχόν- των ἡ ζήτησις. ἀπόκρισις τῶν ἁγίων ἡμῶν πατέρων διὰ τοῦ νζ΄ αὐτοῦ ἐπισκόπου Λεοντίου πρὸς τὸν φιλόσοφον·
προκειμένης ὑποθέσεως, ὠ φιλόσοφε, θαυμάζομεν, πῶς τοσαύτης συνέσεως δοκῶν ἔμπλεως εἶναι ἔτι ἀμφιβάλλεις.
πολυπραγμονεῖν κατατόλμα τὰ ὑπὲρ νοῦν, μηδὲ ταῖς κακοδόξοις καὶ ἀσεβέσιν ἐννοίαις Ἀρείου συμφύρεσθαι ἐπὶ πλεῖστον ὅσον ἀνέχου φιλόσοφος ὤν, ὡς φής, φιλόσοφε, ἀλλὰ δέχου πιστῶς, ὡς ἀτρίως εἰρήκαμεν, τά τε νῦν ῥηθέντα σοι τά τε μέλλοντα ῥηθήσεσθαι.
εἰσιν, ὁ δὲ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι« καὶ μετ΄ οὐ πολλὰ πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα.
δεικνύουσα αὐτοῦ τὴν αὐτεξουσι΄τητα. ὅρα πῶς ὡδε λέγει »διαιρέσεις δὲ ἐνερημάτων εἰσίν, ὁ δὲ αὐτὸς θεὸς ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι« καὶ τὸ »πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται«.
πρὸς τὴν Σαμαρείτιδα, τί φησι; »πνεῦμα ὁ θεος«. εί οὐν πνεῦμα ὁ θεός, πάντως θεὸς καὶ τὸ πνεῦμα· ἀλλ᾿ οὐκ ἄλλος καὶ ἄλλος, ἀλλὰ μία θεότης τῶν θατέρων προσώπων κατὰ τὴν τῶν ὑποστάσεων ἔννοιαν.
καὶ ἐν ἀρχῇ τῶν λόγων καὶ αὐτὸς ὡς καὶ ἡμεῖς καθωμολόγησας.
ἐπείπερ καὶ ἀχώριστον ἀεί ἐστι τοῦ πατρὸς κοὶ τοῦ υἱοῦ, καθὰ καὶ ὁ υἱὸς τοῦ πατρὸς καὶ ὁ πατὴρ τοῦ υἱοῦ.
καὶ ἐκπορεύεται ἐκ σοῦ· κοὶ οὐκ ἂν οὐδὲ τὸν λόγον σου οὔτε τὸ πνεῦμά σου εἴποις ἀλλότριόν σου.
ὑπὲρ πᾶσαν μάχαιραν δίστομον κριτήν τε πάντων ὄντα ἐπείπερ καὶ δημιουργόν; ᾧ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ.
τοῦ θεοῦ ἢ τοὺς ταῦτα λέγοντας προσίεσθαι; ναί, φιλόσοφε. Ἀπόκρισις τοῦ φιλοσόφου πρὸς τὸ κοινὸν τῶν ἁγίων ἐπισκόπων· 20
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.