ἐδόξαζε τὸν θεὸν τοιούτων ἐπακούσας θείων δογμάτων· χαίρων δῆτα 1 2 ἐπὶ τῇ τῶν ἡμετέρων ἐπισκόπων συμφωνίᾳ, ἠγαλλιᾶτο τῷ πνεύματι· ἔσπευδε γὰρ μηδένα μὴ μέγαν μὴ μικρὸν διαφωνπῆσαι ταύτης τῆς σωτηρίου ὁμολογίας.
τὸ ὁμοούσιον δεῖν ὁρίσασθαι ἐπὶ τῆς ἐκκλησιαστικῆς πίστεως, ὃν τρόπον καὶ οἱ μετὰ τοὺς ἀποστόλους αγιοι ἡμῶν πατέρες ταύτην παρέδοσαν τὴν πίστιν, τοῦτ᾿ ἔστι τῆς αὐτῆς οὐσίας τῆς τοῦ πατρὸς ὁμολογεῖν τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον.
τῶν ἱερατικῶν καὶ ὁμολογητῶν ἁγίων ἀνδρῶν πλῆθος αὐτός τε ὁ πανεύφημος καὶ θεοφιλέστατος βασιλεὺς καὶ ἅπαν τὸ ἐκεῖσε τῶν πιστῶν συνεληλυθὸς πλῆθος χαίροντες ἀπεδέξαντο τὴν ὁμολογίαν τῆς πίστεως, παρεκτὸς ἑπτακαίδεκα ἐπισκόπων τὸν ἀριθμὸν περὶ ὡν καὶ ἀνωτέρω εἰρήκαμεν, οἷς ὁ Ἄρειος ἐπιτέρπεσθαι δοκῶν σὺν αὐτοῖς
ἑάλω, συμφώνοις αὐτοῦ οὐσι, λεγόντων αὐτῶν σὺν αὐτῷ ἔξωθεν τὸν υἱὸν δεδημιουργῆσθαι τῷ θεῷ ἐκ μὴ ὄντων τινῶν ὑποστάσεων καὶ οὐκ ἀπ᾿ αὐτῆς τῆς τοῦ πατρὸς θεότητος γεννηθέντα.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.