πῶς κρίνει ὁ κρίνων, κατὰ πρόγνωσιν ἢ οὔ; ὁ φιλόσοφος· ναί φησιν. ἀλλὰ πῶς; ὁ ἐπίσκοπος· ὁ οὖν κρίνων κατὰ πρόγνωσιν, κρίνει κοὶ κατὰ τὰ ἔργα ὡς προγνώστης; ὁ φιλόσοφος· ναὶ εἰπον.
τρία εἰρηκυῖα ἡ ἐν Σολομῶντι σοφία ἀδυνατεῖν αὐτὴν νοῆσαι περὶ τοῦ τετάρτου εἶπε μὴ ἐπιγινώσκειν »καὶ ὁδοὺς ἀνδρὸς ἐν νεό- τητι«.
ἔστιν ὁ υἱὸς τοῦ θεοῦ, καθώς φησι Μωσῆς ὁ προφήτης ἔτι δὲ καὶ Ἰωάννης ὁ εὐαγγελιστὴς »πάντα δι᾿ αὐτοῦ, φησίν, ἐγένετο« οὐκ ἐπίσταται ὁδοὺς ἀνδρὸς ἐν νεότητι;
»σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου· σὺ συνῆκας πάντας τοὺς διαλογισμούς μου, φησίν, ἀπὸ μακρόθεν· τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας καὶ πάσας τὰς ὁδούς μου προεῖδες«.
κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάτατιοι«.
λέγων τὸ καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὡδε«· ἀνέτρεψε τοὺς λέγοντας αὐτὸν εἶναι τὴν ἐν Σολομῶντι σοφίαν· εἰ γὰρ τῷ ψόφῳ τῆς φωνῆς ἰσοπροσήγορός ἐστιν ὅτι σοφία, ἡ γὰρ τοῦ θεοῦ σοφία ὁ υἱὸς τοῦ θεοῦ, θεὸς προγνώστης ἐστὶ καὶ κατὰ πρόγνωσιν κρίνει καὶ κατὰ τὰ ἔργα ὡς κτίστης καὶ δημιουργὸς τῶν ἁπάντων, καθώς
φησι ὁ Παῦλος τὸ σκεῦος τῆς ἐκογῆς« Ἑβραίοις γράφων.
ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος«.
πατρὸς σοφία θεός ἐστιν ἀληθῶς ἐξ αὐτοῦ τοῦ θεοῦ, ἀΐδιος ἐξ ἀϊδίου καὶ ἀληθινὸς ἐξ ἀληθινοῦ, φύσει ὢν ἀεὶ υἱὸς τοῦ ἀεὶ ὄντος θεοῦ καὶ πατρός.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.