ἐπεί, φησί, τοσοῦτον βιάζεσθε ὑμεῖς τὴν ἀλήθειαν, τί εἴπωμεν περὶ ταύτης τῆς φανερᾶς λέξεως τῆς »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«; ἀπόκρισις τῶν ἁγίων πατέρων 2 τῶν ἐπισκόπων διὰ Εὐσεβίου τοῦ Παμφίλου ἐπισκόπου Καισαρείας Παλαιστίνης·
κατὰ σάρκα δὲ οἰκονομίαν τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ὅπως διείληφαν,
Πάντως ἴστε τὰς ἐκδόσεις.
ἀριθμῆσαι«· εἶτα ἐπάγει λέγων »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν αρχῃ, προ του την γην ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«. ὅθεν κατασκευάζων τὸ ὅτι κύριος
ἔκτισέμ με« ἐπισυνάψας εἶπε »κύριος ἐποίησε χώρας καὶ ἀοικήτους«.
βίβλῳ Βαροὺχ ἐκ στόματος Ἱερεμίου τοῦ προφήτου, καθὼς προαπεδείξαμεν, περὶ τοῦ ποιήσαντος χώρας καὶ αοικήτους λεγει· »υἱοὶ Άγὰρ ἐκζητοῦντες τὴν σύνεσιν ἐπὶ τῆς γῆς οἱ ἔμποροι καὶ οἱ ἐκζητηταὶ τῆς συνέσεως· ὁδὸν δὲ σοφίας οὐκ ἔγνωσαν οὐδὲ ἐμνήσθησαν τὰς τρίβους αὐτῆς«.
ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτήν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ«· εἰπὼν περὶ τοῦ ἐξευρόντος τὴν σοφίαν τῇ συνέσει αὐτοῦ ἐπάγει αὐτοῦ καὶ τὰς ἐνεργείας, λέγων »ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον ἐνέπλησεν αὐτὴν κτηνῶν τετραποδων, ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται«.
γάρ, ὠ φιλόσοφε, τὰ αὐτὰ πάλιν διαγορεῦσαι πρὸς ἐναργῆ ἀπόδειξιν 6 7 8 τῆς προκειμένης ὑποθέσεως. » ὁ ἁποστέλλων, φησί, τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ· οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ ηὐφράνθησαν· ἐκάλεσεν αὐτούς, καὶ εἰπαν· πάρεσμεν· ἔλαμψαν
μετ’ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὑτος ὁ θεὸς ἡμῶν. οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.
προθήσαντες κυρίως τοῦ ποιήσαντος χώρας καὶ ἀοικήτους, ἃς εἶπε Σολομὼν καὶ Βαροὺχ ἤτοι Ἱερεμίας — εἰπὼν γὰρ »ἔκτισέ με« ἐπήγαγεν αὐτοῦ καὶ τὰς ἐνεργείας λέγων »κύριος ἐποίησε χώρας καὶ ἀοικήτους« — συλλογισώμεθα, ὦ βέλτιστε, τὸ τίς κύριος ὁ ποιήσας χώρας καὶ ἀοικήτους,
κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον· έν τῷ γὰρ κατα- σκευάζειν τὴν »ποιεῖν ἐστι ἐστι χώρας καὶ ἀοικήτους«· ὁ καὶ ἐμπλήσας αὐτὴν κτηνῶν τετραπόδων, ὁ καὶ καλέσας τὸ φῶς, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ καὶ τὰ ἑξῆς, περὶ οὑ λέγει, ὅτι ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.
οὖν ὅτι οὗτός ἐστιν ὁ κύριος ὁ κτίσας τὴν λογιστικὴν σοφίαν εἰς ἀρχὴν ὁδῶν αὐτοῦ, ἣν ηἠτρέπισε τῷ κατ΄ εἰκόνα αὐτοῦ ἀνθρώπῳ, ὁ ποιήσας χώρας καὶ ἀοικήτους, ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον.
ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα«, ἀλλ᾿ οὐκ εἶπε τὰ μέλλοντα, καὶ πάλιν λέγει »μνημονεύσω μνημονεύσω τὰ ἐξ αἰῶνος ἐξριθμῆσαι« ἀλλ οὐ τὰ πρὸ αἰῶνος.
»ὅτε ἐγενήθησαν ἄστρα, ᾔνεσάν με πάντες ἄγγελοί μου«, 9 10 11 Μωσῆς δὲ λέγει περὶ τοῦ ποιήσαντος τὸ φῶς »καὶ εἶπεν ὁ θεός· γενηθήτω φῶς« καὶ ἐπήγαγε λέγων »καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ τοὺς ἀστέρας« καὶ τὰ ἑξῆς.
ὦ φιλόσοφε, ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἐστιν ὁ καὶ τὴν ἐν Σολομῶντι λογιστικὴν σοφίαν κτίσας καὶ πάντα τὰ κτιστά, καὶ οὐκ ἐργαλεῖον.
Μωσῆς ἐξιέναι τὸν βίον, ὡς γέγραπται ἐν βίβλῳ ἀναλήψεως Μωσέως, προσκαλεσάμενος Ἰησοῦν υἱὸν Ναυῆ καὶ διαλεγόμενος πρὸς αὐτὸν ἔφη· »καὶ προεθεάσατό με ὁ θεὸς πρὸ καταβολῆς κόσμου εἶναί με τῆς διαθήκης αὐτοῦ μεσίτην« καὶ ἐν βίβλῳ λόγων μυστικῶν Μωσέως αὐτὸς Μωσῆς προεῖπε περὶ τοῦ Δαυὶδ καὶ
Σολομῶντος.
πάντως ὁ κόσμος διὰ τὸν ἅνθρωπον. οἱ ἅγιοι ἐπίσκοποι 12 οἱ ἡμέτεροι διὰ τοῦ αὐτοῦ ἐπισκόπου Εὐσεβίου τοῦ Παμφίλου εἶπον·
θεοῦ ἐνθυμήσει, ὁ ἄνθρωπος οὖν προγενέστερός ἐστι τοῦ κόσμου καὶ ἡ σοφία· ὁ οὖν προγενέστερος ὢν τοῦ κόσμου προϋπάρχει καὶ τῶν τοῦ κόσμου φύσεων, οἷον οὐρανοῦ καὶ τῆς ἡμέρας νυκτὸς νεφῶν ἀνέμων ἀβύσσων πηγῶν ὀρέων βουνῶν.
κτίσεως παρόδῳ.
τοῦ κόσμου καὶ τῶν φύσεων αὐτοῦ ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει, βασανίσας * τὸ ἤδη προϋπάχον τοῦ κόσμου ἐν τῇ τοῦ θεοῦ ἐνθυμήσει πρὸ καταβολῆς κόσμου, ὃ ἐξεῦρε τῇ συνέσει αὐτοῦ ὁ κύριος, τοῦτο ἤδη ἔκτισεν ὁ αὐτὸς κύριος μεταγενέστερον τοῦ κόσμου καὶ τῶν φύσεων αὐτοῦ·
σοφίας τῆς προϋπαρξάσης τοῦ κόσμου έν τῇ τοῦ θεοῦ ἐνθυμήσει κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘· τῇ
θεοῦ ἐνθυμήσει, τοῦτο τούτῳ προσέρριψε· τὸ δὲ »γεννᾷ με« συνεὶς πάλιν εἰς τὰς μετὰ ταῦτα ἐκ φύσεως παιδοποιίας ἐκδιδόμενον εἰπε· τὸ »γεννᾷ με« νόει τοίνυν, φιλόσοφε, τῆς αὐτῆς φύσεως παλαιουμένης καὶ ἀνανεουμένης ἄχρι συντελείας.
δοθεῖσαν λογιστικὴν σοφίαν διαληπτέον, τὸ δὲ »γεννᾷ με· <εἰς> κατὰ πρόγνωσιν τοῦ θεοῦ αὐτῆς τῆς φύσεως, τὸ ἐξ αὐτῆς. ἐξ εἰκόνων, ὡς τροχὸν εἰλιττόμενον ἐπ’ αὐτὸν τὸν καμπτῆρα, ἐπανιὸν ἀπὸ τῆς ἀρχῆς 16 17 18 τοῦ Πρωτοκτίστου ἀνθρώπου τοῦ κατ᾿ εἰκόνα θεοῦ κτισθέντος, ἐν ᾧ τὴν λογιστικὴν σοφίαν τὴν κτιστὴν ἐνέθηκεν, ἐν ᾡ τὴν εἰλικρινῆ αὐτοῦ ἀγάπην ἐνετύπωσεν ὁ θεός.
ἠγάπησάς με, φησί, πρὸ καταβολῆς κόσμου«. τὸ δὲ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ‘ ἱστορήσας ὁ Σολομών, ὅτι οἱ αἰῶνες οἱ ἐν τῷδε τῷ κόσμω ἐκ τῆς περιόδου τῆς ἡμέρας καὶ τῆς νυκτὸς τὴν σύστασιν ἔχουσι, τὸ δὲ προϋπάρξαι τῆς ἡμέρας καὶ τῆς νυκτός, προϋπάρξαι ἐστὶ τοῦ αἰῶνος τούτου — ταύταις ταῖς ἱστορίαις
θεωρήσας ὁ Σολομὼν ἥρμοσεν εὐαρμόστως τῷ τε ἀνθρώπῳ καὶ τῇ
προγενεστέρας τοῦ τε ἀνθρώπου καὶ τῆς σοφίας εἰς τὸ εἶναι, καὶ ὅτι δεῖ τοὺς προγενεστέρους παρεῖναι, παραγενομένων δὲ τῶν φύσεων ἱστορεῖν κατὰ τάξιν τὰς φύσεις παραγενομένας, καὶ ὅτι ὁ ἄνθρωπος καὶ ἡ σοφία ἡγεῖσθαι τῶν ἔργων ἐτάχθησαν,
ἐπὶ Σολομῶντα, καθά φησιν ὁ μέγας Μωσῆς) λέγει ἐν Σολομῶντ· »κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ‘ καὶ τὰ ἑξῆς.
καὶ ἀοικήτους, ἄκρα οἰκούμενα τῆς ὑπ᾿ οὐρανόν. ἡνίκα ἡτοίμασε τὸν οὐρανόν. συμπαρήμην αὐτῷ· ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανόν, ἐν 19 20 21 τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται λόγον στόματος αὐτοῦ, καὶ ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ᾑ προσέχαιρε«.
συνέσει αὐτοῦ, ἣν ηὐτρέπισε τῷ ἀνθρώπῳ. τίς οὐν ὁ ταύτην τὴν σοφίαν προευτρεπίσας καὶ δεδωκὼς τῷ ἀνθρώπῳ, ἣ ὑφηγήσατο αὐτοῦ τὰς ἐνεργείας; ὅτι οὐκ ἄλλος ἀλλ’ ἢ πάντως ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ὁ καὶ ἐμπλήσας αὐτὴν κτηνῶν τετραπόδων, ὁ καλέσας τὸ φῶς, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ·
ὁ ἐπὶ γῆς ὀφθεὶς καὶ συναναστραφεὶς ἀνθρώποις«. τούτῳ κεκλήρωνται αἱ ἐνεργοὶ τῶν φύσεων πάροδοι· ὅτι δὲ εἰς τὸ πρόσωπον εἴρηται τῆς σοφίας οὐχὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὸ »κύριος ἔκτισέ με«, ἀλλ᾿ ἢ τῆς λογιστικῆς σοφίας, τῆς ὑπ’ αὐτοῦ τοῦ κυρίου εὐτρεπισθείσης καὶ δοθείσης τῷ ἀνθρώπῳ, δι᾿ ὃν ὁ κόσμος ἐγένετο,
διὰ πάντων δέδεικται, ὅτι εἰς τὸ πρόσωπον εἴρηται τῆς λογιστικῆς σοφίας· βεβαιοῖ δὲ τὰ προειρημένα ὁ κύριος ἐν τῷ εὐαγγελίῳ λέγων »το σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον«, προσωποποιήσας τὸν κόσμον εἰς πρόσωπον τοῦ σαββάτου ἀντὶ τοῦ· ὁ κόσμος διὰ τὸν ἄνθρωπον,
ἀλλ’ οὐχ ὁ ἄνθρωπος διὸ τὸν κόσμον.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.