ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον καὶ πάντα τά τε ὁρώμενα τά τε μὴ ὁρώμενα. οὐ γάρ μοι δοκεῖ εὖ ἔχειν, ἅπερ εἰρήκατε, ὅτι ἓν κατὰ τὸ αὐτὸ ὁ πατὴρ καὶ ὁ υἱὸς ἀϊδίως ἅμα καὶ ὅτι θεὸς ἀεὶ συμπροϋπάρχων τῷ πατρὶ ὁ υἱός.
ἀνθρώπου καὶ τοῦ κόσμου κατασκευήν. διὸ μέλλων ὁ δημιουργὸς θεὸς κτίζειν τὰς κτιστὰς φύσεις ὑπεστήσατο ἑαυτῷ ἐργαλεῖον, δι᾿ οὑ κτίσει πάσας τὰς φύσεις.
τοῦ ἐργαλείου, τοῦτ’ ἔστι διὰ τοῦ υἱοῦ, κατὰ τὴν ἑαυτοῦ εἰκόνα καὶ ὁμοίωσιν εἶπεν ὁ θεός. ἀνταπόκρισις τῶν ἁγίων πατέρων διὰ 5 Λεοντίου ἐπισκόπου Καισαρείας Καππαδοκίας καὶ Εὐψυχίου ἐπισκόπου Τυάνων·
καταπίπτεις λόγων, ὦ φιλόσοφε. λέγει γὰρ ἡ τοῦ εὐαγγελίου φωνή, ὡς καὶ αὐτὸς ἀρτίως ἐμνήσθης »πάντα όι’ αὐτοῦ ἐγένετο«, καὶ ἐπάγει »καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃγέγονεν«.
καὶ οὐχ ὁ πατήρ.
ποῦ σοί τις ἐργαλεῖα ἀνεβόησε τὸν υἱὸν τοῦ θεοῦ ἢ τὸ ἅγιον αὐτοῦ πνεῦμα; παράσχου ἡμῖν τὰς μαρτυρίας τῶν ὑποθέσεων. τίνος πνευματοφόρου ἔχεις τὰς ὑπογραφὰς ἐκδώσαντος ἐργαλεῖον τὸν υἱὸν τοῦ θεοῦ, τὸν κτίστην πάντων τῶν αἰώνων καὶ πασῶν στρατιῶν ἐπουρανίων καὶ πάντων ἐπιγείων;
πρόσωπον συνδημιουργὸν συγκαλεῖν πέφυκεν ἀλλ’ οὐχὶ ἐργαλεῖον. τὸ γὰρ εἰπεῖν »καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, ἄρρεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς« αύθεντίαν προσώπων σημαίνει.
δέχου μαρτυρίαν αὐθεντικὴν εἰς μόνον τὸ πρόσωπον τοῦ υἱοῦ ἐκτεθεῖσαν δεικνῦσαν αὐτὸν δημιουργὸν δημιουργὸν πασῶν τῶν γενητῶν φύσεων, ὡς γέγραπται ἐν βίβλῳ Βαροὺχ ἐκ στόματος Ἱερεμίου προφήτου λέγοντος
φῶς καὶ πορεύεται· ἐκάλεσεν αὐτό, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ. οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν καὶ ηὐφράνθησαν. ἐκάλεσεν αὐτούς, καὶ εἶπαν· πάρεσμεν· ἔλαμψαν μετ΄ εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. οὑτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρε
πᾶσαν ἐπιστήμης ἐπιστήμης καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη«.
οὐν οὑτος ὁ θεὸς ὁ αἰώνιος, ὠ φιλόσοφε, ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, ὁ καὶ ἐπὶ γῆς ὀφθεὶς καὶ τοῖς ἀνθρώποις συναναστραφείς; τὸν υἱὸν λέγεις συνανεστράφθαι τοῖς ἀνθρώποις ἢ τὸν πατέρα; 11 12 13 ἀπόκρισις τοῦ φιλοσόφου·
Πάντα κτίσῃ. καὶ ταῦτα ἀποδείξω ἐν τοῖς ἔμπροσθεν τῶ ν ἀγώνων. ἀπόκρισις τῶν ἁγίων πατέρων διὰ τῶν αὐτῶν ὁσιωτάτων ἐπισκόπων 15 Λεοντίου καὶ Εὐψυχίου· οὐχ
ἐν εὐσεβείᾳ καὶ ἀγχινοίᾳ πλουτούντων ἀνδρῶν οὐχ ἐκπλήττε ται ἐπὶ ταῖς τοσαύταις αὐτοῦ ἐνεργείαις τῶν ὑπ΄ αὐτοῦ δημιουργηθεισῶν φύσεων ὡς ὑπὸ θεοῦ τοῦτ᾿ ἔστιν ὑπ’ αὐτοῦ, κτισθεισῶν, τῆς γραφῆς βοώσης »ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον« καὶ »εἶδεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν«.
εὐαγγελιστὴς σαφέστατα δείκνυσιν αὐτὸν ἀεὶ συνυπάρχοντα τῷ πατρὶ συναΐδιόν τε καὶ συνάναρχον τῷ πατρί, »ἐν ἀρχῇ γάρ φησιν ἠν ὁ λόγος. καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἠν ὁ λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι᾿ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἐν ὃ γέγονεν«.
δέδεικται, ὦ φιλόσοφε, ὅτι πάσης γενητῆς φύσεως δημιουργὸς ὁ υἱός· εἰ οὖν δημιουργὸς τῶν ὅλων κτισμάτων ἐστίν, ὥσπερ ὥσπερ καὶ ἔστιν, ὁρωμένων τε καὶ νοουμένων, δῆλον ὅτι θεὸς ἀληθῶς φύσει καὶ οὐκ ἐργαλεῖον, ὡς φής, οὐδὲ κτίσμα οὔτε ποίημα οὔτε εταγεμἐστερος τοῦ πατρός.
τὸ προϋπάρχον οὐκ ἔχει. ἵχει. ἵνα τελειότατα γνώσῃ ὅτι οὐχ ὑπεξούσιος ἀλλ’ αὐτεξούσιος ὡς καὶ ὁ πατήρ, δἐχου καὶ ἄλλην ἐναργεστάτην μαρτυρίαν.
ἐπαναληπτέον τὴν λέξιν· »θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος‘. ἐν δὲ μιᾷ τῶν αὐτοῦ εὐεργεσιῶν παρίστησιν ἑαυτὸν ὁ αὐτὸς μονογενὴς υἱὸς τοῦ θεοῦ αὐτεξούσιόν τε καὶ κτίστην τοῦ ἀνθρώπου, ἐπὶ τῇ τοῦ ἐκ γενετῆς τυφλοῦ ἀναπληρώσει ὑπ᾿ αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ γεγενημένῃ.
ἀπαύγασμα γάρ ἐστι τοῦ πατρὸς συναΐδιον καὶ χαρακτὴρ ἀπαράλλακτος τῆς ὅλης αὐτοῦ ὑποστάσεως, καθά φησι Παῦλος ὁ ἀπόστολος, τὸ σκεῦος τῆς ἐκλογῆς«.
τε νοουμένων τὸν υἱὸν τοῦ θεοῦ ἀπέδειξαν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.