ἄνθρωπον« καὶ τὰ ἑξῆς, φατὲ ἡμῖν σαφῆ τὴν περὶ τούτων ἀπόδειξιν, εἰ δύνασθε. οἱ ἅγιοι ἐπίσκοποι διὰ Ὁσίου ἐπισκόπου 2 πόλεως Κουρδούβης ἑρμηνεύοντος αὐτὸν ἑτέρου ἑτέρου εἶπον·
τὸν κτιστὸν θεὸν καθ’ ὑμᾶς· ποίησόν μοι ἄνθρωπον κατ᾿ εἰκόνα ἐμὴν καὶ . ὁμοίωσιν<.
καὶ ἀνεκφράστως, καθὰ προειρήκαμεν, θεὸς ἀληθινὸς ὢν ἀεὶ ἐκ τοῦ ἀεὶ ὄντος ἀληθινοῦ θεοῦ καὶ πατρός, συνάναρχος τῷ Πατρί, συναΐδιος τῷ πατρί, συμβασιλεύων ἀεὶ τῷ πατρί, ὁμοούσιος τῷ πατρί, ἰσοδύναμος τῷ πατρί, συνδημιουργὸς τῷ πατρί.
φωνὴ καὶ »χωρὶς αὐτοῦ αὐτοῦ γέγονεν οὐδὲ ἓν ὃ γέγονεν«, ἀλλ ὅμως οὐ δίχα τοῦ πατρὸς ἐδημιούργησεν, ἐπείπερ μία θεότης καὶ βουλὴ μία τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἀχωρίστως ἀεὶ ὄντος τοῦ πατρὸς πρὸς τὸν υἱὸν καὶ τοῦ υἱοῦ πρὸς τὸν πατέρα, νοητέον οὖν, ὦ φιλόσοφε,
οὐσίαν ὁ πατὴρ καὶ ὁ υἱός, καθὰ καὶ ἐν εὐαγγελίοις ὁ αὐτὸς υἱὸς βοᾷ »ἐγὼ καὶ ὁ πατὴρ ἕν εσμεν«· πρὸς ὃν ἔλεγε »ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«.
ἡ ῥῆσις αὕτη, τὸ »κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν«, φατὲ ἡμῖν. οὐ γὰρ μικρὸν ἡμῖν ἡ λέξις παρέχει ἀγῶνα· τέως τοῦτο λεκτέον. ἀπόκρισις τῆς ἁγίας συνόδου διὰ τοῦ αὐτοῦ ἐπι- 7 σκόπου Ὁσίου πόλεως Κουρδούβης·
ἀγαθότητα τὴν ἁπλότητα τὴν ἁγιότητα τὴν καθαρότητα τὴν ἀφθονίαν τὴν χρηστότητα τὴν μακαριότητα καὶ τὰ τούτοις ὅμοια· ἴν’ ἅπερ ἐστὶν ὁ θεὸς τῇ φύσει, ταῦτα κατὰ τὴν αὐτοῦ χάριν ἔχειν δυνηθῇ καὶ ὁ ὑπ’ αὐτοῦ κτισθεὶς ἄνθρωπος, τοῦτ᾿ ἔστι τὸ νοερὸν αὐτοῦ.
σανίσι τὰς ὁμοιώσεις τῶν εἰκόνων, ἐκ διαφόρων καὶ οὐκ ἐξ ἑνὸς χρώματος τὰς εἰκόνας ἀπαραλείπτως γράφουσιν, οὕτω δέδωκεν ὁ θεὸς καὶ τῷ ἀνθρώπῳ τῷ ὑπ᾿ αὐτοῦ κτισθέντι ἐν τῷ νοερῷ ταμείῳ τῆς ψυχῆς, τοῦτ’ ἔστι τῷ νῷ, ἔχειν διὰ τῶν ἀρετῶν τὸ »κατ εἰκόνα αὐτοῦ καὶ ὁμοίωσιν‘,
ἐν τῷ ἀνθρώπῳ διὰ τῶν προρρηθέντων θείων πραγμάτων, ὦν ἐνέθηκεν αὐτῷ ὁ θεὸς εἰπὼν ποιήσωμεν ἄνθρωπον κατ εἰκόνα ἡμετέραν καὶ καθ΄ ὸμοίωσιν«.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.