θείων ῥημάτων δύναμιν έν βραχέσι σπειρομένην λέξεσιν, ἀναπληρουμένων δὲ τῶν νοημάτων καὶ ὥσπερ κλάδων ἐπὶ τὴν διάνοιαν τῶν πετεινῶν ἐπεκτεινομένων, τοῦτ᾿ ἔστι τῶν ἀνθρώπων, τοσαύτη τις εὑρίσκεται δύναμις, ὥστε μὴ μόνοις τοῖς γεωργοῖς ἀλλὰ καὶ τοῖς παρεστῶσι πετεινοῖς ἱκανὴν παρέχειν τὴν σκέπην.
ἐκινήθην πρὸς ταύτην τὴν ἔννοιαν ἢ ἐκ τοῦ λόγου τῆς ἱερᾶς γραφῆς τοῦ ἱεροψάλτου Δαυὶδ πρὸς ἀπόδειξιν καὶ σύστασιν οὐ τῆς λογιστικῆς σοφίας, ὡς αὐτὸς ὑπείληφας, ἀλλὰ τῆς καὶ ταύτην καὶ πάντα τὰ γενητὰ δημιουργησάσης ἀκαταλήπτου σοφίας τῆς ἀκτίστου καὶ ἀνάρχου, τοῦτ’ ἔστι Χριστοῦ·
θεοῦ σοφία κατὰ τὸν τῆς ἀρρήτου καὶ ἀπερινοήτου θεότητος αὐτοῦ τρόπον, ὁ ἀληθὴς τοῦ θεοῦ θεὸς λόγος. τῷ γὰρ λόγῳ κυρίου οἱ οὐρανοί, φησίν, ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ στοματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν«.
τῆς συστάσεως τῆς ἀληθοῦς πίστεως τῆς εὐσεβῶς ὑπὸ τῶν εὐσεβῶν νοουμένης τε καὶ κηρυττομένης, ἐπείπερ, οἶμαι, οὐδὲν τῶν προαναφωνηθέντων σοι παρὰ τοσαύτης ἁγίων ἀρχιερέων πνευματικῆς χορείας τὴν αἴσθησιν δέδεξαι, ἄκουε ἄκουε εὐσεβῶς,
τέλειος οὔτε μειοῦται οὔτε αὔξει. εἷς ἀγέννητος ὁ θεὸς καὶ πατήρ. εἷς καὶ ὁ γεγεννημένος ἐξ αὐτοῦ μονογενὴς υἱὸς θεὸς λόγος·
>πατήρ, γνήσιος ὁ υἱός· θεὸς ὁ πατήρ, θεὸς καὶ ὁ ἐξ >γεγεννημένος υἱός· τέλειος ὁ πατήρ, τέλειος αὐτοῦ καὶ ὁ >ἀσώματος ὁ πατήρ, ἀσώματος καὶ ὁ υἱός, ἀσωμάτου γὰρ >ρακτὴρ καὶ εἰκὼν ἀσώματος .
υἱὸς αὐτοῦ, καθάπερ ἐξ ὑπαρχῆς τῶν λόγων διὰ πλείστων ὅσων γραφικῶν μαρτυριῶν ἀπεδείξαμεν, ἢ οὔ; ἀντεπερώτησις τοῦ 9 φιλοσόφου· πῶς καὶ τίνι τρόπῳ, φράσον. οἱ ἅγιοι ἐπίσκοποι 10 διὰ τοῦ αὐτοῦ Εὐσεβίου Παμφίλου εἶπον· μὴ ζήτει πῶς, φιλόσοφε·
διαλέξεως διεμαρτυράμεθα, ὅτι κρημνίσαι σεαυτὸν σπουδάζεις διερευνᾶν πειρώμενος τὰ ἀνεξερεύνητα.
οὐ γὰρ εὑρίσκεις, τὰ εὑρισκόμενα ζήτει, καὶ εὑρίσκεις.
αὐτῶν ποιητὴς ὁ υἱός. ἀλλὰ παρὰ αἰώνων; πρὸ αἰώνων ὁ μονογενής.
καταγελῶμέν σου τὴν τόλμαν, μᾶλλον δὲ καὶ πενθοῦμέν σε, ὅτι οὐ πίστει θέλεις νοεῖν τὸν θεὸν ἀεὶ πατέρα τοῦ υἱοῦ αὐτοῦ καὶ τὸν μονογενῆ υἱὸν αὐτοῦ ἀεὶ υἱὸν αὐτοῦ, συνυπάρχοντα ἀεὶ τῷ πατρὶ καὶ οὐ μεταγενέστερον, καθὼς σὺ ἀσεβῶς φής.
φῶς ἀΐδιον ἐκ φωτὸς ἀϊδίου, θεὸν ἀληθινὸν ἐξ ἀληθινοῦ θεοῦ καὶ πατρός, ἄκτιστον ἐξ ἀκτίστου, ἀσύνθετον ἐξ ἀσυνθέτου, ἀεὶ ὄντα πρὸς τὸν πατέρα· ἐν ἀρχῇ γὰρ ἠν ὁ λόγος, καθά φησιν Ἰωάννης ὁ εὐαγγελιστής, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος«.
οὐκ ἔχει, τὸ ἠν, φιλόσοφε, περιγράφει τὸ οὐκ ἠν, καθὰ προαπεδείξαμεν, καὶ τὸ θεὸς περιγράφει τὸ οὐ θεός. τοῖς γεγραμμένοις πίστευε, τὰ μὴ γεγραμμέια μὴ ἐννόει μηδὲ ζήτει.
ὡς αὐτὸς οἶδε μόνος, ὅπερ ἡμεῖς πίστει νοοῦντες κηρύττομεν κατὰ τὴν διδασκαλίαν τῶν ἱερῶν γραφῶν, ὅτι βουλῇ τοῦ πατρὸς καὶ ἑαυτοῦ δεδημιούργηκε πᾶσαν τὴν κτίσιν τήν τε ἐπουράνιον καὶ ἐπίγειον τήν τε ὁρωμένην καὶ νοουμένην οὐκ ὀργάνοις οὔτε μηχαναῖς οὐδὲ συτεργίᾳ τινὸς ἑτέρου, ἀλλὰ βουλήσει πατρός, καθὰ ἀρτίως εἰρήκαμεν,
τοῦ εἰπόντος πρὸς αὐτὸν καὶ τὸ πνεῦμα τὸ ὅγιον »ποιήσωμεν ποιήσοιμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν‘.
ἐσχάτων τῶν ἡμερῶν βουλῇ πατρικῇ καὶ οἰκείᾳ ἄνθρωπος γέγονε, σαρκωθεὶς ἐκ παρθένου διὰ τὸν ἐκπεσόντα ἄνθρωπον Ἀδάμ,
πώποτε..
οὐσιῶν τῆς τε θεότητος αὐτοῦ καὶ τῆς σαρκός· θεὸς ἠν καὶ ἔστι, γέγονεν ἄνθρωπος δι᾿ οἰκονομίαν.
τὸ τῆς αὐτοῦ θεότητος μέγεθος, οὐκ ἐρημώσας τὰ ἐν οὐρανοῖς οὐδὲ γὰρ πρὸ τοῦ σαρκωθῆναι ἔρημος αὐτοῦ ὁ κόσμος).
ὁ ἐξ αὐτοῦ γεγννημένος υἱός, ὠ φιλόσοφε.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.