Ὁσίου πόλεως Κουρδούβης τῆς τῶν Σπάνων ἐπαρχίας, ἐπέχοντος καὶ τὸν τόπον τοῦ τῆς Ῥωμαίων ἐπισκόπου σὺν τοῖς ἐκ τοῦ αὐτοῦ θρόνου προαναφωνηθεῖσι πρεσβυτέροις, ἑρμηνεύοντος αὐτὸν ἑτέρου εἶπεν· »ἡ θεότης οὐχ
ὀνόματι ψιλῷ, καὶ τοῦτο μαρτυρίαις πολλαῖς ἀπό τε παλαιᾶς καὶ νέας διαθήκης κηρύττεται.
τῆς αὐτῆς οὐσίας ὤν, ἡς καὶ ὁ γεννήσας αὐτὸν ἀφράστως πατήρ.
νοουμένων, μίαν θεότητα καὶ τὴν αὐτὴν οὐσίαν ὁμολογητέον πρὸς ἡμῶν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οὐ σύγχυσιν ἢ διαίρεσιν τῶν τῆς ἀρρήτου ἐκείνης καὶ μακαρίας τριάδος ὑποστάσεων κηρυττόντων ἡμῶν,
ἀεὶ ὄντα καὶ ὑφεστῶτα, καὶ πνεῦμα ἅγιον ἀληθῶς πνεῦμα ἅγιον ἀεὶ ὂν καὶ ὑφεστός, τριάδα ἀχώριστον ἄρρητον καὶ άληθῶς ἀπερινόητον καὶ ἀνέκφραστον, μίαν θεότητα καὶ τὴν αὐτὴν οὐσίαν ταύτης εἰναι πιστεύοντες.
ἁγίαν πίστιν φυλαξάντων ἀσπίλως ἀρχαίων ἁγίων ἡμῶν πατέρων παραδοθεῖσαν ἡμῖν τῆς αὐτῆς πίστεως ἀληθῆ δογμάτων ἀκρίβειαν, ἑτοίμως ἐχόντων ἡμῶν σὺν εὐδοκίᾳ τοῦ ἁγίου πνεύματος διὰ πλείστων ὅσων μαρτυριῶν τῶν ἐκ τῶν θείων γραφῶν δεῖξαι ταῦτα ουτως εχειν.«
τινὰς λογίους ὑπεράγαν, οὓς συνηγόρους τῆς οἰκείας μοχθηρίας μισθω- 3 4 5 σάμενος Ἄρειος σὺν αὐτοῖς ἧκεν εἰς τὴν ἁγίαν ἐκείνην καὶ οἰκουμενικὴν σύνοδον.
ἐπ’ αὐτοῦ καὶ αὐτῶν τῆς ἱερᾶς γραφῆς λεγούσης· »ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς ἔχει τὴν ἐλπίδα αὐτοῦ ἐπ΄ ἄνθρωπον καὶ ἀπὸ κυρίου ἀπέστη ἡ καρδία αὐτοῦ«.
λέγειν τὸν υἱὸν τοῦ Μοῦ τὸν πάντων κτίστην καὶ δημιουργὸν ἀοράτων καὶ ὁρατῶν κτιστῶν φύσεων.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.