τοὺς ἄλλους θαυμαζόμενος, πολλὰ καὶ πάμπολλα ὑπὲρ Ἀρείου πρὸς τοὺς ἐπισκόπους τοὺς ἡμετέρους διετείνετο ἐπὶ πλείστας ὅσας ἡμέρας, ὥστε γίνεσθαι ἐφ’ ἑκάστης ἐκ τῆς διὰ τῶν λόγων συμβολῆς μεγάλην ἀκρόασιν, τοῦ πλήθους τῶν συνερχομένων ἐπισυγχέοντος, τοῦ δὲ φιλοσόφου κατὰ τῶν παρὰ τῆς ἁγίας συνόδου λεγομένων τὰς ἀσεβεῖς
Ἀρείου βλασφημίας προβαλλομένου, λέγοντος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ τὸ ἦν ποτε ὅτε οὐκ ἦν« καὶ ὅτι »κτίσμα καὶ ποίημα ἐξ οὐκ ὄντων καὶ ἐξ ἑτἐρας οὐσίας καὶ ὑποστάσεώς ἐστι«·
τοῦ τῶν ἁγίων ἱερέων ἐκείνων χοροῦ, λαλοῦντος ἐν αὐτῷ καὶ δι᾿ αὐτοῦ τοῦ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐχθροῦ·
γὰρ τὰς τοῦ φιλοσόφου πολυπλόκους προτάσεις ὡς πυρὶ τῷ θείῳ λόγῳ στυππείου δίκην κατανήλισκον.
ἐβιάζετο τὰ κινούμενα δίκην ἐγχέλους· έν οἷς Κὰρ ἐδόκει ἑαυτῷ συνίστασθαι, διολισθαίνων τῶν ἐπικρατεστέρων αὐτῷ προσφερομένων νοημάτων ἐκ τῶν οἰκείων ῥημάτων ἁλισκόμενος συγκατέπιπτεν.
πνεύματος Χριστοῦ τὴν ἀκαταμάχητον δύναμιν·
ἀνὴρ γάρ τις ἐκ τῶν παρόντων τῇ συνόδῳ ἁγίων ὁμολογητῶν ἁπλοῦς τὴν φύσιν εἴπερ τις ἄλλος τῶν ἁγίων καὶ μηδὲν ἕτερον εἰδὼς »εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον« σαρκὶ κατὰ τὰς γραφάς, συνὼν τοῖς ἐπισκόποις καὶ ὁρῶν τὸν φιλόσοφον κατεπ- αιρόμενον τῶν ἡμετέρων ἁγίων ἐπισκόπων καὶ τῇ μοχθηρᾷ αὐτοῦ
συζητήσει καταλαζονευόμενον, αἰτεῖ παρὰ τῶν ἐπισκόπων τῶν τοῦ θεοῦ ἱερέων χώραν αὐτῷ συνομιλίας παρ αὐτῶν πρὸς τὸν φιλό- 4 5 6 σοφον δοθῦναι.
πρόσεισι τῷ φιλοσόφῳ καί φησι πρὸς αὐτόν· ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ ἀεὶ σὺν τῷ πατρὶ ὄντος θεοῦ λόγου ἄκουσον τὰ τῆς ἀληθείας δόγματα, ὦ φιλόσοφε«. ὁ δὲ πρὸς αὐτόν· »ἐὰν εἴποις«. καὶ ὁ ἅγιος πρὸς αὐτόν· »εἷς ἐστιν ὁ θεός, φησίν, ὁ τὸν οὐρανὸν καὶ τὴν θάλασσαν καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτοῖς πάντα δημιουργήσας,
ὃς καὶ τὸν ἄνθρωπον ἐκ γῆς διαπλάσας ὑπεστήσατο τὰ πάντα τῷ λόγῳ αὐτοῦ καὶ τῷ ἁγίῳ πνεύματι.
τῷ σταυρῷ καὶ τοῦ θανάτου ἐλευθερωκέναι αὐτὸν ἡμᾶς ἐκ τῆς αἰωνίου κατακρίσεως διά τε τῆς ἀναστάσεως αὐτοῦ ζωὴν ἡμῖν αὐτὸν αἰώνιον περιποιεῖσθαι· ὃν καὶ εἰς οὐρανοὺς ἀνελθόντα ἐλπίζομεν πάλιν ἐλεύσεσθαι κριτήν τε ἔσεσθαι περὶ πάντων ὡν διεπραξάμεθα. πιστεύεις τούτοις, ὦ φιλόσοφε«;
πεῖραν λόγων εἰς ἀντίθεσιν ἐσχηκὼς ἀπηνεώθη, καὶ ὡς κωφὸς ἢ ἄλαλος οὕτως ἀπεσιώπησε· τοῦτο μόνον οἰκτρᾷ λίαν τῇ φωνῇ πρὸς αὐτὸν εἰρηκὼς ὅτι »κἀμοὶ ταῦτα οὕτως ἔχειν δοκεῖ καὶ μηδὲν ἕτερον εἶναι ἢ πάντα καθὼς προείρηκας‘.
καὶ ἐπὶ τὴν ἐκκλησίαν σπουδάσωμεν, ἐν ᾗ λήψῃ τὸ σημεῖον ταύτης τῆς πίστεως«.
λόγων ἐποιούμην σπουδήν, λόγους λόγοις ἀντετίθουν καὶ τὰ προσ- 7 8 φερόμενα τέχνῃ τοῦ λέγειν ἀνέτρεπον·
συνιέναι, ὡς ἐγὼ νενόμικα, πιστεύσει εἰς Χριστὸν καὶ ἀκολουθησάτω τούτῳ τῷ γέροντι, ἐν ᾧ ἐλάλησεν ὁ θεός‘.
ἀγαλλιῶντος ἐπὶ τοῖς μεγαλείοις τοῦ θεοῦ, ἡ σύνοδος ἔχαιρεν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.