μήτε εἰδέναι μήτε εἶναί τι ἐν τῷ οἴκῳ.
τοίνυν ὁ γέρων ὁ ἅγιος ἐκεῖνος ἐπὶ τὸ μνῆμα τῆς θυγατρὸς ἅμα τῷ ἐμπόρω ὁρμῆσαι πρὸς πεῦσιν τοῦ πράματος· ὁ δὲ ἐλθὼν καλεῖ τὴν θυγατέρα ἐξ ὀνόματος καί φησι πρὸς αὐτήν· τέκνον μου Εἰρήνη«. ἡ δὲ ἀποκριθεῖσα ἀπὸ τοῦ τάφου λέγει πρὸς αὐτόν· »τί θέλεις, ὡ πάτερ«; ὁ δὲ γέρων πρὸς αὐτήν· »ποῦ ἀπέθου τὴν τοῦδε τοῦ ἀνθρώπου
παραθήκην, ὠ θύγατερ«; κἀκείνη πρὸς αὐτὸν ἒφη· ἐν τῷδε κεῖται τῷ τόπῳ, πάτερ« σαφῶς τὸν τόπον ἐπισημάνασα τῷ πατρί.
παρῆσαν κατὰ τὴν ἐν Νικαίᾳ σύνοδον.
ἅγιοι ἐπίσκοποι ἐπὶ πλεῖστον ὅσον χρόνον πάμπολλα περὶ τῆς πίστεως, οἰόμενοι δεῖν μηδὲν εὐχερὲς ἢ τολμηρὸν περὶ τηλικαύτης ζητήσεως διαπράττεσθαι,
κατὰ τῶν ἀθεμίτων δογμάτων Αρείου καὶ τῶν σὺν αὐτῶ ἐλέγχους ἀντέθηκαν, πρόρριζον ἀνασπάσαωτες τὰς κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ μιαρὰς αὐτῶν βλασφημίας καὶ ἐξαφανίσαντες.
οἱ ἡμέτεροι »θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ«, καὶ τῷ »κτίσμα« αὐτὸν λέγειν ἐκείνους ἀνθωρίσαντο οἱ ἡμέτεροι »γεννηθέντα οὐ ποιηθέντα«, τῷ »ἑτερουσίῳ« ὑπ’ ἐκείνων προβαλλομένῳ αντέθηκαν οἱ ἡμέτεροι ἐπίσκοποι τὸ »ὁμοούσιον εἶναι τὸν υἱὸν τῷ πατρὶ τοῦτ ἔστι γεννηθέντα ἐκ τῆς οὐσίας τοῦ πατρός· κτίστην τε αὐτὸν καὶ
δημιουργὸν ὁρατῶν τε καὶ ἀοράτων« ἐκήρυξαν κατὰ τὴν ανέκαθεν παραδοθεῖσαν τῇ ἐκκλησίᾳ αὐτοῦ ἀποστολικὴν πίστιν, γραφικαῖς μαρτυρίαις τὰς ἀποδείξεις ἐκδώσαντες, καθὼς προϊὼν ὸ λόγος άποδείξειε.
ἐγγράφονται πίστιν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.