τοῖς πράγμασιν ἐγχειρῶν, ἐπὶ πᾶσι δὲ ὑπερηφανίας μεγαλαυχίᾳ τὴν ψυχὴν ἀλόγως ἀρθείς, ἤδη καὶ κατὰ τῶν τῆς βασιλείας κοινωνῶν καὶ τοῦ πάντα αὐτοῦ μάλιστα Κωνσταντίνου διαφέροντος, γένει τε 1 2 3 καὶ τροφῇ καὶ παιδείᾳ ἀξιώματί τε καὶ συνέσει καὶ τό γε πάντων κορυφαιότατον σωφροσύνῃ καὶ τῇ περὶ τὸν ἀληθῆ θεὸν εὐσεβείᾳ διαλάμποντος, τολμᾶν ὥρμητο Μαξιμῖνος θρασύνεσθαι καὶ πρῶτον ἑαυτὸν ταῖς τιμαῖς ὑπαγορεύειν.
τάς τε συνθήκας, ἃς πρὸς Λικίννιον πεποίητο, παρασπονδήσας, πόλεμον ἄσπονδον αἴρεται. εἶτα ἐν βραχεῖ τὰ πάντα κυκήσας πᾶσάν τε πόλιν ἐκταράξας καὶ πᾶν στρατόπεδον μυρίανδρον τὸ πλῆθος συναγαγών, ἔξεισιν εἰς μάχην πρὸς Λικίννιον, κατά τε αὐτοῦ καὶ τοῦ αὐτὸν στείλαντος Κωνσταντίνου. καὶ δὴ συμβαλὼν εἰς χεῖρας, ἔρημος
τῆς ἐκ θεοῦ καθίσταται ἐπισκοπῆς, ἐξ αὐτοῦ τῆς νίκης τοῦ πάντων μόνου θεοῦ πρυτανευθείσης τῷ τότε κρατοῦντι Κωνσταντίνῳ.
ὑπεκδὺς ὁ δείλαιος ὡς τάχιστα τὸν οὐ πρέποντα αὐτῷ βασιλικὸν κόσμον, δειλῶς καὶ δυσγενῶς καὶ ἀνάνδρως ἀποδύς, ὑποδύνει τὸ πλῆθος, καὶ ἔπειτα διαδιδράσκει κρυπταζόμενός τε ἀνὰ τοὺς ἀγροὺς καὶ τὰς κώμας μόλις τῶν πολεμιστῶν τὰς χεῖρας διέξεισι, τὰ τῆς σωτηρίας αὐτῷ προμνώμενος.
ἀληθεῖς τοὺς θείους ἀποφῆναι ἔνεστιν ὡδε χρησμούς, ἐν οἱς εἴρηται· »οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. ψευδὴς ἵππος εἰς σωτηρίαν, ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν, τοὺς
ἐλπίζοντας ἐπὶ τὸ ἕλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν.« ὁ δὲ δυσσεβὴς ἀθρόᾳ θεοῦ πληγεὶς μάστιγι ἐν δευτέρᾳ πολέμου συμβολῇ καταστρέφει τὸν βίον.
καὶ περιωδυνίαις ἐλαυνόμενον πρηνῆ καταπεσεῖν λιμῷ τε διαφθείρεσθαι τάς τε σάρκας αὐτοῦ ὅλας ἀοράτῳ καὶ θεηλάτῳ πυρὶ κατατήκεσθαι· ὡς διαρρεύσαντα τὸ μὲν πᾶν εἶδος τῆς παλαιᾶς μορφῆς ἀφανισθῆναι, ξηρῶν δ’ αὐτὸ μόνον ὀστέων οἷόν τι μακρῷ χρόνῳ κατεσκελετευμένον εἴδωλον ὑπολειφθῆναι· ὡς μηδὲν ἄλλο τι
νομίζειν τοὺς παρόντας ἢ τάφον αὐτῷ τῆς ψυχῆς γεγονέναι τὸ σῶμα ἐν εἴδει νεκρῶ καὶ παντελῶς ἀπορρεύσαντι κατορωρυγμένης·
ἀνθομολογούμενος τῷ κυρίῳ θάνατον ἐπεκαλεῖτο· καὶ τὸ πανύστατον ἐνδίκως ταῦτα τῆς κατὰ τοῦ Χριστοῦ παροινίας ἕνεκα πεπονθέναι ὁμολογήσας ἀφίησι τὴν ψυχήν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.