τῶν τῆς θεοσεβείας ἐχθρῶν, ἁπάντων χείριστος ἀναπέφηνεν, τὰ μὲν τῆς τῶν ἐκκλησιῶν ἀνανεώσεως ἐκ θεμελίων αὐτῶν χάριτι τοῦ A1H V1P3 M2P1P2 1 θεοῦ τοῦ παντοκράτορος ἠγείρετο· ὅ τε τοῦ Χριστοῦ λόγος εἰς δόξαν τοῦ τῶν ὅλων θεοῦ διαλάμπων, μείζονα τῆς ἔμπροσθεν ἀπελάμβανε παρρησίαν.
ἄριστος συντέταχεν ὁ Παμφίλου Εὐσέβιος· τῶν γὰρ αὐτοῦ πόνων, ὡς ἀνωτέρω μοι εἴρηται, καὶ τῶν ἄλλων τὴν ἀνάλεξιν ποιούμενος τοῦ βιβλιδίου τούτου διὰ βραχέων ἐγχαράττω τὴν σύνταξιν, πλείστῃ ὅσῃ σπουδῇ τὴν πορείαν τοῦ λόγου ποιούμενος ἐπὶ τὸ ὑψηλὸν καὶ λαμπροφανὲς ἅγιον καὶ θεῖον ὄρος τῆς κατὰ Νίκαιαν ἀποστολικῆς
καὶ ἐναρέτου τῶν τοῦ θεοῦ ἱερέων συνόδου· ὁρῶν μάλιστα τὸν προφήτην κρατοῦντά με τῆς χειρὸς καὶ προτρέποντα·
λόγος κυρίου ἐξ Ἱερουσαλήμ«.
τοῦτ’ ἔστι τοῦ υἱοῦ τοῦ θεοῦ, ὡς ἀληθῶς ἄκτιστος τῇ τῆς θεότητος φύσει καὶ οὐ κτίσμα, καθὼς ὁ θεομάχος καὶ ἀσεβέστατος κατ᾿ αὐτοῦ ἐβλασφήμησεν Ἄρειος, καὶ ὅτι τῆς αὐτῆς οὐσίας, ἡς καὶ ὁ γεννήσας αὐτὸν πρὸ τῶν αἰώνων ἁπάντων ὑπάρχει πατὴρ καὶ τοῦ αὐτοῦ χρήματος· ὁμοίως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον τῆς αὐτῆς θεότητος
καὶ οὐσίας, ἧς ὁ πατὴρ καὶ ὁ υἱός, σαφέστατα ἔδειξαν.
σαφέστερον ἡμῖν συνεργείᾳ τῆς τοῦ θεοῦ χάριτος προϊὼν ἀποδείξει ὁ λόγος.
τοῦ βασιλέως,
κοπρίας ἀνυψῶν πένητα. καθεῖλε δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς· πεινῶντας ἐνέπλησεν ἀγαθῶν, καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς. καὶ βραχίονας ὑπερηφάνων συνέτριψεν« ὁ θαυματουργός, ὁ μεγαλουργός, ὁ τῶν ὅλων δεσπότης, ὁ τοῦ σύμπαντος κόσμου δημιουργός, ὁ παντοκράτωρ, ὁ
πανάγαθος, ὁ εἶς καὶ μόνος θεός, ᾡ τὸ καινὸν ᾀσμα ἀναπέμπομεν προσυπακούοντες »τῷ ποιοῦντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· τῷ πατάξαντι βασιλεῖς μεγάλους καὶ ἀποκτείναντι βασιλεῖς κραταιούς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ· ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη
ἡμῶν ὁ κύριος«.
τὸν τοῦ βίου διορθωτήν, τὸν τῶν ἀπεγνωσμένων σωτῆρα Ἰησοῦν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ πάντες δοξάζωμεν, ὅτι δὴ μόνος,
ἰδίου λαοῦ ἀεὶ προμηθούμενος τὸν αὐτῷ φίλον καὶ θεράποντα ἴδιον Κωνσταντῖνον τοῖς τῆς εἰς αὐτὸν εὐσεβείας καὶ πίστεως ὅπλοις φράξας κατὰ τῶν ἀσεβῶν τυράννων, τοῦ τε κατὰ ῾Ρώμην Μαξεντίου καὶ τοῦ κατὰ τὴν ἀνατολὴν Μαξιμίνου, ἀνεγήγερκεν· οὓς δι᾿ αὐτοῦ ἀνελὼν φαιδρὰν καὶ βαθεῖαν εἰρήνην τῷ οἰκείῳ λαῷ ἀποδέδωκεν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.