ὃς εὐφραινομένης αὐτῷ τῆς ἀρχῆς, τῆς βασιλέως τοῦ μεγάλου Κωνσταντίνου δευτερεύων τιμῆς ἐπιγαμβρίας τε κοὶ συγγενείας ἠξιωμένος, μιμήσεως μὲν τῆς τῶν καλῶν ἀπελιμπάνετο, τῆς δὲ τῶν ἀσεβῶν τυράννων μοχθηρίας ἐζήλου τὴν κακοτροπίαν καὶ ὧν τοῦ βίου τὴν καταστροφὴν ἐπεῖδεν αὐτοῖς ὀφθαλμοῖς, τούτων ἕπεσθαι
τῇ γνώμῃ μᾶλλον ἢ τῇ τοῦ κρείττονος φιλίᾳ τε καὶ διαθέσει ἠβούλετο.
σύμβολα, συγγενείας τῆς πρὸς αὐτὸν οὐκ ἐφθόνησε γάμων τε λαμπρῶν ἀδελφῆς μετουσίαν οὐκ ἀπηρνήσετο.
μηχανευομένας ὑπὸ τοῦ τυράννου συμβουλίας εἰς φῶς ἄγων διήλεγχε. τοσοῦτον ἀρετή, τὸ μέγα τῆς θεοσεβείας ὅπλον, πρὸς ἄμυναν μὲν ἐχθρῶν, οἰκείας δὲ φυλακὴν σωτηρίας ἰσχύει. ὢν δὲ πεφραγμένος ὁ θεοφιλέστατος ἡμῶν βασιλεὺς Κωνσταντῖνος τῇ ἐκ τοῦ θεοῦ βοηθείᾳ τὰς τοῦ δυσωνύμου πολυπλόκους ἐπιβουλὰς διεδιδρασκεν.
τύραννος τὴν λαθραίαν συσκευὴν ὡς οὐδαμῶς ἑώρα κατὰ γνώμην αὐτῷ χωροῦσαν, τοῦ θεοῦ πάντα δόλον τε καὶ ῥᾳδιουργίαν τῷ θεοφιλεῖ κατάφωρα ποιοῦντος, οὐκ ἔτι οἶός τε ὢν ἐπικρύπτεσθαι, προφανῆ λοιπὸν πόλεμον αἱρεῖται.
ἠπίστατο σέβειν αὐτόν, παρατάττεσθαι ὥρμηται· καὶ ἔπειτα τοὺς ὑπ αὐτῶ θεοσεβεῖς ἤλαυνε.
ἔνθα τῶν ἐκκλησιῶν τοῦ θεοῦ αἳ μὲν ἐξ ὕψους εἰς ἔδαφος αὐθις κατερρίπτοντο, τὰς δὲ ἀποκέίεσθαι ἐκέλευσεν, ὡς ἂν μὴ συνάγοιτό τις τῶν εἰωθότων μηδὲ τῷ θεῷ τὰς ὀφειλομένας εὐχὰς καὶ λατρείας ἀποδίδωσι.
τελευτήν, ξίφει τὸ σῶμα εἰς πολλὰ τμήματα κατακρεουργούμενοι καὶ μετὰ τὴν ἀπηνῆ ταύτην καὶ φρικτοτάτην θέαν τοῖς τῆς θαλάσσης βυθοῖς τοῖς ἰχθύσιν εἰς βορὰν ἐρρίπτοντο.
τε καὶ ὄρη τοὺς τοῦ Χριστοῦ θεράποντας ὑπεδέχοντο, κατὰ πάντων ἀνακινήσαντος τοῦ δυσσεβοῦς τὸν πόλεμον.
αὑτοῦ θεράποντα Κωνσταντῖνον ὑψηλῷ βραχίονι γενναιοτάτῃ δὲ χειρὶ χειραγωγήσας.
κατέβαλεν ὁ Κωνσταντίνου καὶ πάντων ἡμῶν θεός.
ταλαιπωρουμένοις, καὶ τό γε πλεῖστον ἀνθρώπων γένος, βραχεῖς λυμεῶνας ἐκποδὼν ποιησάμενος, ἀνασώσασθαι ὁρμᾶται.
ἀπαλλαττομένῳ, αὔξοντι δὲ μᾶλλον τὴν κατὰ τῶν ὑποχειρίων Μνῶν 7 8 9 λύτταν, τοῖς δὲ κακουμένοις οὐδεμία ἦν σωτηρίας ἐλπίς, ὑπὸ δεινοῦ θηρίου καταπονουμένοις.
ἑῴαν κατὰ τοῦ τυράννου, σωτηρίας δεξιὰν ἅπασι τοῖς ἐκτείνας· παμβασιλεῖ θεῷ καὶ παιδὶ Χριστῷ σωτῆρι ποδηγῷ καὶ συμμάχῳ χρώμενοι, πατὴρ Κωνσταντῖνος βασιλεὺς ἄμα υἱῷ βασιλεῖ Κρίσπῳ ἄμφω κύκλῳ διελόντες τὴν κατὰ τῶν θεομισῶν παράταξιν, ῤᾳδίαν τὴν νίκην ἀποφέρονται, τῶν κατὰ τὴν συμβολὴν πάντων
ἐξευμαρισθέντων αὐτοῖς καὶ κατὰ γνώμην τοῦ παμβασιλέως θεοῦ, καθὰ φησιν ὁ φιλαληθέστατος Εὐσέβιος ὁ τοῦ πανευφήμου Παμφίλου.
Λικίννιος μὲν οὖν ὁ συμβασιλεύων αὐτῷ, δηλονότι τῷ θεοφιλεῖ Κωνσταντίνῳ, τὰς Ἑλληνικὰς ἔχων δόξας ἐμίσει Χριστιανούς· καὶ διωγμὸν μὲν προφανῆ κατ’ αὐτῶν φόβῳ τοῦ βασιλέως Κωνσταντίνου κινεῖν ὑπεστέλλετο, λεληθότως δὲ πολλοὺς ἐσκευωρεῖτο.
ὡς καὶ πολλοὺς τοῦ Χριστοῦ μάρτυρας ἀναδειχθῆναι ἐν διαφόροις τόποις· ἐκ δὴ τούτου εἰς ἀπέχθειαν τὴν πρὸς αὐτὸν μεγίστην τὸν βασιλέα Κωνσταντῖνον ἐκίνησεν. ἦσαν δὲ πρὸς ἀλλήλους πολέμιοι. ταυτα μεν ουτος.
διελόντες, φασίν, ἄμφω τὴν στρατιὰν πατὴρ Κωνσταντῖνος βασιλεὺς κοὶ υἱὸς Κρίσπος βασιλεὺς κατὰ τοῦ ἀσεβοῦς τυράννου ὥρμηντο, ὁ μὲν οὖν υἱὸς Κρίσπος ἐπὶ τὰ κατὰ τὴν Ἀσίαν μέρη τῇ σὺν αὐτῷ στρατιᾷ τὴν πορείαν ποιούμενος, ὁ δὲ πατὴρ Κωνσταντῖνος κατὰ τῆς Εὐρώπης τοῖς ἀμφ’ αὐτὸν δορυφόροις τὴν ὁδὸν
διήνυεν.
Νικομηδέων ἐπίσκοπον Εὐσέβιον πάλαι πρόσφυγα αὐτοῦ ὄντα κατὰ τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου, οἰόμενος δι᾿ αὐτοῦ καὶ τῶν ἀμφ᾿ αὐτὸν ἀνελεῖν τὸν τοῖς τοῦ θεοῦ πεφραγμένον ἀκαταμαχήτοις ὅπλοις Κωνσταντῖνον.
>τοῦ τυράννου γεγένηται προσφύλαξ, πολλαχόθεν ἔστι συνορᾶν. τοῦτο >μὲν αἱ τῶν ἐπισκόπων σφαγαὶ διαμαρτύρονται, ἀλλὰ τῶν >ἐπισκόπων, τοῦτο δὲ ἡ χαλεπωτάτη τῶν Χριστιανῶν ἐκδίωξις >ρήδην βοᾷ.
>ματεύοντο δυνδρομαί, οὗτος καὶ ὀφθαλμοὺς κατασκόπους κατ’ ἐμοῦ καὶ μόνον οὐκ ἐνόπλους τῷ τυράννῳ συνεισέφερεν >ὑπουργίας αὐτῷ χάριν.
>ὑπ᾿ ἐμοῦ συνειλῆφθαι συνέστηκεν. ἀλλὰ ταῦτα μὲν παρ᾿ >νῦν οὐκ ἀγανακτήσεως ἔνεκεν, ἀλλ᾿ εἰς αἰσχύνην ἐκείνων προενή- >νεκται. ἐκεῖνο μόνον δέδια, ἐκεῖνο διαλογίζομαι, ὅτι ὑμᾶς ὁρῶ >τὴν τοῦ ἐγκλήματος καλεῖσθαι κοινωνίαν· διὰ γὰρ τῆς 13 14 15 >διαγωγῆς τε καὶ διαστροφῆς συνείδησιν κεχωρισμένην τῆς >εἰγήφατε.
>ἠρτῆσθαι, εἰ μὴ ὁ προειρημένος Εὐσέβιος δεινῇ τῶν τότε >βομένων αὐτῷ προαιρέσει ἐνταῦθα ἐληλύθει καὶ τὴν τῆς >ὀρθότητα ἀναισχύντως †σναωύντως.
>ἀνεξικακία ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον >ᾑ καὶ αὐτὸς ἐγὼ πρεπόντως τῇ τῆς ἐμῆς συνειδήσεως >παρήμην, οὐδὲν ἕτερον βουλόμενος ἢ ὁμόνοιαν ἅπασιν >καὶ πρὸ πάντων ἐλέγξαι καὶ ἀποσείσασθαι τὸ πρᾶγμα τοῦτο, ὃ >μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου τοῦ Ἀλεξανδρέως
>ἰσχυροποιεῖτο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ >σπουδῆς.
>ὑπὲρ αὐτοῦ ἀξιοῦντας, ἐξαιτούμενος δὲ παρ᾿ ἐμοῦ συμμαχίαν >ὅπως μὴ ἐπὶ τοσούτῳ ἐλεγχθεὶς πλημμελήματι τῆς ὑπαρχούσης >ἐκπέσοι τιμῆς; μάρτυς ἐστί μοι τούτων αὐτὸς ὁ θεός, ὃς ἐμοί τε >καὶ ὑμῖν φιλαγάθως ἐπιμένοι, ὅτι καὶ ἐμὲ αὐτὸς ἐκεῖνος περιέτρεψε καὶ ἀπρεπῶς ὑφήρπασεν·
>ἀληθεστάτην αὐτῆς ὁδὸν ἐπανήγαγεν· ὂ καὶ ὑμεῖς ἐπέγνωτε καὶ >γνώσεσθε. πάντα μὲν γὰρ ἐπράχθη παρ᾿ αὐτοῦ τότε, Εὐσεβίου ἀνοσίου λέγω, καθὼς αὐτὸς ἐπόθει πᾶν ὁτιοῦν κακὸν ἐπὶ τῆς αὐτοῦ >διανοίας ἀποκρυπτόμενος.
>κοινωνόν, διεπράξατο, ἀκούσατε, παρακαλῶ. Ἀλεξανδράς τινὰς >ἡμετέρας πίστεως ἀναχωρήσαντας ἐνταῦθα κεκελεύκειν >λῆναι, ἐπειδὴ διὰ τῆς τούτων ὑπηρεσίας διχονοίας ἠγείρετο πυρ- >σός.
>ἔκρινα πρᾶξαι. ἁρπαγέντας γὰρ αὐτοὺς ἐκέλευσα ὡς >ἐξορισθῆναι.
>λυμεώνων ἐκείνων ἢ πρὸς ἔπαινον ἀπρονοήτως ἐξαφθῆναι παραχρῆμα τῆς ἰδίας τόλμης διὰ τῆς τοῦ θεράποντος τοῦ θεοῦ, >τοῦτ᾿ ἔστιν ἐμοῦ, ἐνεργείας ἀνασταλήσεται. ὁ θεὸς ὑμᾶς >ἀδελφοὶ ἀγαπητοί«.
ἐπιστολὴ σαφέστατα ἔδειξε περὶ τοῦ ἀσεβοῦς Εὐσεβίου τοῦ Νικο μηδείας, ὃς προσφύλαξ οὐ μόνον γέγονε τοῦ θεομισοῦς Λικιννίου ἀλλὰ καὶ συμμύστης καὶ ὑπουργὸς τῆς ἐκείνου τυραννίδος καὶ ἀσεβείας. βαδιῶ δὲ ἐντεῦθεν ἐπὶ τὴν προκειμένην τῆς ἐκκλησιαστικῆς ἱστορίας ὑπόθεσιν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.