προμηθούμενος. ἀπολαύσας γὰρ τῶν τηλικούτων εὐεργεσιῶν τοῦ θεοῦ ὁ εὐσεβὴς Κωνσταντῖνος εὐχαριστήρια τῷ εὐεργέτῃ προσφέρειν ἐσπούδαζε. ταῦτα δὲ ἠν τὸ ἀνεῖναι τοὺς Χριστιανοὺς τοῦ δικώκεσθαι 2 καὶ τοὺς ἐν ἐξορίᾳ ὄντας ἀνακαλεῖσθαι καὶ τοὺς έν δεσμωτηυρίοις ἀφίεσθαι καὶ τοῖς δημευθεῖσι τὰς οὐσίας αὐτῶν ἀποκαθίστασθαι
τάς τε ἐκκλησίας ἀνορθοῦσθαι· καὶ πάντα ἐποίει σὺν προθυμίᾳ πολλῇ τὰ τοῦ Χριστοῦ φρονῶν. τὰ πάντα Χριστιανὸς ὢν ὡς Χριστιανὸς πάντα ἔπραττεν ἀνεγείρων τὰς ἐκκλησίας τοῦ θεοῦ καὶ πολυτελέσι τιμῶν ἀναθήμασιν, ἔτι δὲ καὶ τοὺς Ἑλλήνων ναοὺς καθαιρεῖσθαι καὶ πυρὶ διαφθείρεσθαι προστάττων.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.