Κωνσταντίας λέγει πρὸς αὐτὸν ἡ Κωνσταντία ἅτε πρὸς γνήσιον ἀδελφὸν θαρροῦσα· »μίαν μοι χάριν δός, ὦ πανεύφημε βασιλεῦ, ἀπερχομένῃ πρὸς τὸν θεόν« ὁ δὲ βασιλεὺς πρὸς αὐτήν· »ποίαν, φησίι ταύτην«; ἡ δὲ Κωνσταντία πρὸς αὐτὸν ἐφη· »δέομαί σου, φησί, βασιλεῦ, ἵνα τὸν Ἄρειον ἀνεθῆναι τῆς ἐξορίας κελεύσῃς καὶ τὴν ἀπὸ
συοκευῆς ἐπαναστᾶσαν αὐτῷ συμφορὰν καταστείλῃς, μηδὲ ἐν βραχεῖ ἀθώοις αἵμασι κηλίδα τῇ εὐοεβεῖ σου βασιλείᾳ προσάφῃς«.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.