ποικίλας μηχανὰς κατὰ τῆς ὀρθῆς ἐπιτεχνώμενοι πίστεως.
καὶ τὰ μὲν πρῶτα προσεφθάρη τισὶ τῶν τῆς Κωνσταντίας θεραπευτῶν, αὐτίκα δὲ καὶ αὐτῇ τῇ Κωνσταντίᾳ εἰς ὄψιν ἔρχεται. καὶ δὴ πλείστης ὅσης πρὸς αὐτῆς ἀπολαύων παρρησίας ὁμοῦ καὶ κηδεμονίας διὰ τῶν συχνοτέρων συντυχιῶν προὐχώρει αὐτῷ καὶ ἡ περἰ Ἀρείου πρὸς αὐτὴν ὁμιλία.
εὐκληρίας μάτην αὐτῷ ἐναντιοῦσθαι τὸν πάπαν Ἀλέξανδρον. γίνεται οὖν εἰσδεξαμένην τὴν Κωνσταντίαν τὰ τῆς τοῦ κατὰ Ἄρειον πρεσβυτέρου ἀπάτης ῥήματα ἡσθῆναι μὲν αὐτὴν ἐπὶ τοῖς εἰρημένοις καὶ πλείονος τὸν πρεσβύτερον ἐκεῖνον ἀξιῶσαι τιμῆς κοὶ ἐν τοῖς οἰκειοτάτοις ἔχειν αὐτόν.
μετάστασιν πάσης αὐτὴν κηδεμονίας ἠξίου ὁ πανεύφημος οὗτος καὶ πιστότατος βασιλεύς, καὶ τῶν τῆς χηρείας ἢ ὀρφανίας ὀδυνηρῶν πεῖραν αὐτὴν λαβεῖν οὐκ ἐφῆκέν. οὗ καὶ χάριν καὶ παρ᾿ αὐτὴν τὴν τελευτὴν τὴν ἁρμόττουσαν αὐτῇ καὶ ἀπὼν καὶ παρὼν παρεῖχε θεραπείαν.
Κωνσταντίας λέγει πρὸς αὐτὸν ἡ Κωνσταντία ἅτε πρὸς γνήσιον ἀδελφὸν θαρροῦσα· »μίαν μοι χάριν δός, ὦ πανεύφημε βασιλεῦ, ἀπερχομένῃ πρὸς τὸν θεόν« ὁ δὲ βασιλεὺς πρὸς αὐτήν· »ποίαν, φησίι ταύτην«; ἡ δὲ Κωνσταντία πρὸς αὐτὸν ἐφη· »δέομαί σου, φησί, βασιλεῦ, ἵνα τὸν Ἄρειον ἀνεθῆναι τῆς ἐξορίας κελεύσῃς καὶ τὴν ἀπὸ
συοκευῆς ἐπαναστᾶσαν αὐτῷ συμφορὰν καταστείλῃς, μηδὲ ἐν βραχεῖ ἀθώοις αἵμασι κηλίδα τῇ εὐοεβεῖ σου βασιλείᾳ προσάφῃς«.
ἀδελφήν.
αὐτοῦ λεγομένοις ἥδεσθαι· »ὡς ἔχουσα πεῖραν αὐτοῦ τῆς ὀρθότητος, σοὶ τοῦτον, εὐσεβέστατε βασιλεῦ, παρακατατίθημι«.
κοὶ θαμὰ φοιτᾶν παρ’ αὐτὸν ἐκελεύετο, παρρησίας τε ὅτι μάλιστα πλείστης αὐτῷ ὁ βασιλεὺς μετἐδωκε, καὶ λίαν ἐν τοῖς οἰκειοτάτοις τοῦ χριστοφόρου βασιλέως Κωνσταντίνου ὑπῆρχε.
δῆθεν καὶ πέμπουσι τοῖς κορυφαιοτάτοις τῶν ἐπισκόπων ἀνακληθῆναι τῆς ἐξορίας αἰτοῦντες, διαβεβαιούμενοι λόγῶ, οὐ τρόπῳ, ὡς καὶ τὸ πρότερον, δέχεσθαι καὶ κρατεῖν τὴν ἐν Νικαίᾳ πίστιν.
ἀνεκλήθημεν ἐκ βασιλικοῦ προστάγματος καὶ τὰς ἐκκλησίας ἐξ ὧν ἐξηλάθησαν, ἀπειλήφασι, τοὺς εἰς τὸν αὐτῶν τόπον χειροτονηθέντας ἐπισκόπους ἐξωθήσαντες, Ἀμφίονα μὲν Εὐσέβιος, Χρῆστον δὲ Θεόγνιος.
τὸ ἀντίγραφον ἐντάξαι τῇδε τῇ συγγραφῇ. ἔστι δὲ οὕτως·
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.