μετάστασιν πάσης αὐτὴν κηδεμονίας ἠξίου ὁ πανεύφημος οὗτος καὶ πιστότατος βασιλεύς, καὶ τῶν τῆς χηρείας ἢ ὀρφανίας ὀδυνηρῶν πεῖραν αὐτὴν λαβεῖν οὐκ ἐφῆκέν. οὗ καὶ χάριν καὶ παρ᾿ αὐτὴν τὴν τελευτὴν τὴν ἁρμόττουσαν αὐτῇ καὶ ἀπὼν καὶ παρὼν παρεῖχε θεραπείαν.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.