τῷ θεῷ προσέφερε τῇ συνήθει πρὸς τὸν Χριστὸν εὐλῇ, ὑγιῆ οἵκαόε ἀποπέμπει χαίρουσαν καὶ πορευομένην τοῖς οἐκείοις ποσί, νἐον καὶ ξἐνον θαῦμα τοῖς ἐντοπίοις παρεχομένην, τοῦ Χριστοῦ τὴν χάριν ὁμολογοῦσαν, καθὼς παρὰ τῆς αἰχμαλώτου γυναικὸς ἐδιδάχθη, τρανῶς τε ἀπεφθέγγετο πορευομένη· »δόξα σοι Χριστέ, φηοί, δέσποτα
τῆς αἰχμαλώτου· σοὶ χάρις καὶ σοὶ πᾶσα τιμή, σοΠὴρ ἡμῶν τῶν εἰς σὲ πιστεύειν ἠξιωμένων«.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.