καί γε ἄχρι τῆς βασιλίδος ἔφθασεν, ἥτις κατέκειτο βαρυτάτῃ νόσῳ κατεχομένη· καὶ γὰρ χρόνον ἱκανὸν ἀσθενήσασα, ἀνιάτως εἶχε λοιπὸν τὰ περὶ τῆς φθασάσης αὐτὴν χαλεπωτάτης νόσου. ἀξιοῖ μὲν οὖν τὴν αἰχμάλωτον ἀποστείλασα διὰ τῶν οἰκείων πρὸς αὐτὴν παραγενέσθαι. ἡ δὲ δέει καὶ εὐλαβείᾳ ἀνανεύει τοῦ πρὸς τὴν βασιλίδα διαβῆναι,
εἰδυῖα τὸν ἐκ τῆς ἀνθρωπίνης δόξης παρεισδύνοντα ὄλισθον.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.