Ἴβηρές τε καὶ Λαζοὶ τὸν τοῦ θεοῦ ἐδέξαντο λόγον, μήπω πρὸ τούτου εἰς αὐτὸν πεπιστευκότες. τοῦ δὲ μεγίστου ἀγαθοῦ τούτου αἰτία κατέστη γυνή τις παρ᾿ αὐτοῖς αἰχμάλωτος οὖσα, ἄκρον δὲ βίον μετερχομένη δι᾿ ἐγκρατείας τε καὶ τῶν ἄλλων ἀγαθῶν ἔργων πάντας αὐτοὺς εἰς ἔκστασιν ἡγεν.
αὐτῆς ἀσκήσεως, ἁπλότητι μὲν ἡ ἁγία ἐκείνη γυνὴ λέγει· »διὰ Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ«. οὐδένα μέντοι ἐκ τούτου εἰς πίστιν ἔφερεν τῆς εὐσεβείας, ἐθαύμαζον δὲ μόνον τὴν γυναῖκα, καὶ τῷ ξένῳ βίῳ αὐτῆς προσέχοντες πολλὰ ἐλογίζοντο.
ὑμῖν εἶπον πολλάκις, οἶδα δυνατὸν εἶναι καὶ νεκροὺς ἀνιστᾶν καὶ τοῖς ἀπηγορευμένοις χορίζεσθαι ἴασιν«. ἡ δὲ τοῦ παιδὸς μήτηρ καθικέτευε τὴν αἰχμάλωτον. τότε οἴκτῳ τῆς δεομένης κινηθεῖσα τὸ νήπιόν τε τῷ σάκκῳ τῷ ἑαυτῆς περιβαλοῦσα, προσευξαμένη τῷ θεῷ ἀπέδωκεν αὐτὸ τῇ μητρὶ ὑγιές.
καί γε ἄχρι τῆς βασιλίδος ἔφθασεν, ἥτις κατέκειτο βαρυτάτῃ νόσῳ κατεχομένη· καὶ γὰρ χρόνον ἱκανὸν ἀσθενήσασα, ἀνιάτως εἶχε λοιπὸν τὰ περὶ τῆς φθασάσης αὐτὴν χαλεπωτάτης νόσου. ἀξιοῖ μὲν οὖν τὴν αἰχμάλωτον ἀποστείλασα διὰ τῶν οἰκείων πρὸς αὐτὴν παραγενέσθαι. ἡ δὲ δέει καὶ εὐλαβείᾳ ἀνανεύει τοῦ πρὸς τὴν βασιλίδα διαβῆναι,
εἰδυῖα τὸν ἐκ τῆς ἀνθρωπίνης δόξης παρεισδύνοντα ὄλισθον.
τῷ θεῷ προσέφερε τῇ συνήθει πρὸς τὸν Χριστὸν εὐλῇ, ὑγιῆ οἵκαόε ἀποπέμπει χαίρουσαν καὶ πορευομένην τοῖς οἐκείοις ποσί, νἐον καὶ ξἐνον θαῦμα τοῖς ἐντοπίοις παρεχομένην, τοῦ Χριστοῦ τὴν χάριν ὁμολογοῦσαν, καθὼς παρὰ τῆς αἰχμαλώτου γυναικὸς ἐδιδάχθη, τρανῶς τε ἀπεφθέγγετο πορευομένη· »δόξα σοι Χριστέ, φηοί, δέσποτα
τῆς αἰχμαλώτου· σοὶ χάρις καὶ σοὶ πᾶσα τιμή, σοΠὴρ ἡμῶν τῶν εἰς σὲ πιστεύειν ἠξιωμένων«.
αἰχμάλωτος αὕτη, ὦ βασιλεῦ, οὐκ ὀρέγεται ἀργυρίου οὔτε χρυσίον περιποιεῖται· δῶρον δὲ ἀπαιτεῖ παρ᾿ ἡμῶν ἀξιόχρεων, τὸ μόνον ἡμᾶς πιστεῦσαι, ὅτι ὁ Χριστὸς υἱός ἐστι τοῦ θεοῦ τοῦ ὑφίστου· ᾗ γὰρ ὁ πᾶς βίος νηστεία καὶ ἐγκράτεια, περιττοὶ θησαυροὶ χρυσίου καὶ ἀργυρίου, καὶ γὰρ ἀπεπειράθην τῆς εὐσεβοῦς. τἀλεθῆ διηγοῦμαί σοι, ὦ
βασιλεῦ. ἀλλ᾿ εἴ μου παρὰ σοὶ φροντίς ἐστι σωτηρίας, ἀμειψώμεθα καινότερον τὴν γυναῖκα, τὸν Χριστὸν αὐτῆς παραδεχόμενοι εἰς προσκύνησιν«.
ἐλθεῖν«.
τὸν βασιλέα μέγιστος ἥκιστα λογιζόμενον, ὅπως διαφύγῃ τὴν ἔφοδον.
τῆς ταύτην ἀνιάτως ἔχουσαν ἰασαμένης αἰχμαλώτου, ἐβόησε λέγων· »Χριστέ, ὁ τῆς αἰχμαλώτου κύριος, παράστηθί μοι τὰ νῦν, ἵνα τὴν ἐπικειμένην ἀνάγκην· ἔχω γὰρ σαφεστάτην πεῖραν τῆς θείας σου δυνάμεως τὴν ἐμὴν σύμβιον«. καὶ ἅμα τῷ τελέσαι τὴν εὐχὴν εὐθὺς περιαιρεθέντος τοῦ σκότους τὸ φῶς τῆς ἡμέρας ἐπεχύθη μᾶλλον ἢ
τὸ πρότερον κατὰ πάσης τῆς ὕλης, ἔνθα ἠσαν ἐστηλωμένοι.
πάντα τὸν τύπον τῆς πίστεως αὐτῷ ἐπιστήσασα. ὁ δὲ χαίρων οὐκ ᾐδεῖτο πρὸς εὐτελοῦς γυναικὸς θεοσέβειαν ἐκμανθάνων· τοὐναντίον δὲ ἐπ᾿ αὐτῇ σεμνυνόμενος εἰς μέσον αὐτὴν ἄγεσθαι ἐπὶ τοῦ πλήθους ἐκέλευσε παρρησιαζόμενος ἐπ᾿ αὐτῇ λέγων· »ὅτι μου ἡ γαμετὴ θάνατον διὰ τῆς προσευχῆς ταύτης διέδρα Χριστοῦ τοῦ παμβασιλέως τῇ
χάριτι«. ἔπειθέ τε τοὺς ὑπηκόους, εἰ θέλοιεν σώζεσθαι, καὶ τὰ αὐτὰ φρονεῖν καὶ τὴν εἰς Χριστὸν αἱρεῖσθαι προσκύνησιν τῶν εἰδώλων καταφρονουντας.
σπουδαίως. ὡς δὲ τοῦ οἴκου τὸν περίβολον ἤγειραν οἰκοδομήσαντες, 6 7 8 ἔδει δὲ λοιπὸν τοὺς κίονας στῆσαι ἐν μέσῳ τοῦ οἴκου πρὸς διαίρεσιν τῶν συνερχομένων ἀνδρῶν τε καὶ γυναικῶν, θέλων ὁ θεὸς πάγιον γνώμην ἐνθεῖναι τῷ τε βασιλεῖ καὶ πᾶσι τοῖς ὑπ᾿ αὐτοῦ ὑπηκόοις περὶ τοῦ διὰ τῆς αἰχμαλώτου γυναικὸς κηρυχθέντος εὐαγγελίου Ἰησοῦ
Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ, ποιεῖ τὸν τρίτον κίονα εἰς μέσον ὀρθωθέντα ἔτι τε πλάγιον ὄντα μὴ γενέσθαι εἰς τέλος ὄρθιον καθάπερ καὶ οἱ δύο ἕτεροι καὶ πολλὰ καμόντες οἱ τεχνῖται τά τε ἱστία οὺν ταῖς μηχαναῖς ἁπάσαις διαρρήξαντες καὶ συντρίψαντες ὐπεξαναχωροῦσι φεύγοντες, δεδιότες μὴ ἐναπολειφθέντες χαμαὶ ὑπὸ τὸν κίονα ἀποθάνωσιν·
ἵστατο γὰρ ὁ κίων ἐν τῷ ἀέρι κρεμάμενος πλάγιος, μηδενὸς ὡς ἔθος τοῖς τεχνίταις ἐπινοουμένου παρ᾿ αὐτῶν τινος βοηθήματος.
πρωῒ ἤγειρε διὰ τῆς εὐχῆς τὸν κίονα, οὐκ ἐπὶ τὴν βάσιν ἑστῶτα, ἀλλ’ ὀρθὸν μὲν ἠρτημένον ἐπάνω τῆς βάσεως ὅσον ἀπὸ πήχεως ἑνός, οἰκονομοῦντος τοῦ θεοῦ μὴ ἀπιέναι τὴν αἰχμάλωτον οἴκοι ἕως τῆς τοῦ πλήθους ἀφίξεως, ἵνα γνῶσιν αὐτῆς τὴν ἐν τῷ ὑπ᾿ αὐτῆς κηρυττομένῳ ἀληθινῷ θεῷ πίστιν.
καὶ ἰδόντες ὄρθιον ἠρτημένον τὸν τηλικοῦτον κίονα ἐξίσταντο. τότε τῆς αἰχμαλώτου πᾶσι γενομένης καταφανοῦς διὰ τὸ γεγονός, ἀναστάσης αὐτῆς ἐκ τῆς εὐχῆς εὐθέως ὁ κίων, οἷά τινων τεχνιτῶν τῇ οἰκείᾳ βάσει αὐτὸν προσαρμοζόντων ὡς ἔνι μάλιστα ἀπετέθη, πλείστην ὅσην παρὰ τοὺς ἔμπροσθεν καὶ τοὺς μετ᾿ αὐτὸν κίονας ἔχων εὐπρεπῆ τὴν
ἀσφάλειαν.
σέβας ἀπενέγκοιντο, ἤγουν δόξαν περὶ αὐτῆς σχῶσι μὴ συντείνουσαν πρὸς εὐσέβειαν.
τοὺς εἰς αὐτὸν εὐσεβοῦντας διαβαίνειν ἐν ταῖς ὑπὲρ ἄνθρωπον πράξεσι.
τότε ὑπό τε τοῦ βασιλέως καὶ τοῦ κοινοῦ τῶν Ἰβήρων οἱ σταλέντες πρεσβευταὶ καταλαμβάνουσι τὴν Κωνσταντινούπολιν, ἀναγγέλοντες τῷ βασιλεῖ Κωνσταντίνῳ τὴν ἐκεῖσε κρατυνθεῖσαν τοῦ Χριστοῦ πίστιν, ἐπίσκοπον αἰτοῦντες δοθῆναι αὐτοῖς παρ᾿ αὐτοῦ εἰς τὴν τῶν παρ᾿ αὐτοῖς ἐκκλησιῶν καθιέρωσιν ὁμοῦ καὶ διατύπωσιν.
οὓς προσηνῶς δεξάμενος ὁ εὐσεβὴς καὶ φιλόχριστος βασιλεὺς Κωνσταντῖνος, χαίρων ἐν τῷ κυρίῳ παρέσχε τὴν αἴτησιν, τὸν τῆς Κωνσταντινουπόλεως ἐπίσκοπον Ἀλέξανδρον παρορμήσας χειροτονῆσαι τῶν Ἰβήρων ἐπίσκοπον, ὁμοῦ συνορῶν θεοῦ νεῦμα εἶναι τοῦ τοὺς ἀλλοφύλους οὐτῷ καθυποτάσσοντος.
Βακκούροις ὑφηγητὴς γέγονεν, ἀνὴρ εὐλαβέστατος καὶ τοῦ βασιλικοῦ γένους τῶν παρ᾿ αὐτοῖς Ἰβήρων περιφανέστατος, <ὃς> σατράπης καταστὰς καὶ ταῖς ἀκρωρείαις τῆς Παλαιστίνης κατὰ τῶν Σαρακηνῶν βαρβάρων ἐπιστρατεύσας πόλεμον ἄκρως ὅτι μάλιστα τὴν κατ αὐτῶν νίκην ἤρατο.
τοῦ Ἀβραὰμ οἱ ἱεροὶ λόγοι μηνύουσι, κατεσκεύασε.
κελεύει δὲ τὸν μὲν βωμὸν ἀνατραπῆναι, πρὸς δὲ τῇ δρυὶ ἐκκλησίαν τοῦ θεοῦ τοῦ ζῶντος κατασκευασθῆναι.
προσούσης αὐτοῖς αἐσχρουργίας καὶ τῆς περὶ τὰ μυσαρὰ εἴδωλα δεισιόαιμονίας αὐτῶν ὡς τάχιστα ἑαυτοὺς μεταβάλοιεν.
Κωνσταντῖνος πανταχοῦ γῆς εἰργάζετο χρηστά.
ἐκεῖσε Χριστιανῶν διαβῆναι κελεῦσαί τε κατασκευασθῆναι σκηνὴν ἐκ ποικίλης ὀθόνης ἐκκλησίας τύπον ἀποτελοῦσαν, ὡς καὶ Μωσῆς ἐν τῇ ἐρήμῳ πεποίηκε καὶ ταύτην φέρεσθαι ἐν τῇ ὁδῷ, ἵνα ἔχῃ κατὰ τοὺς ἐρήμους τόπους εὐκτήριον εὐπρεπές, ἐν ᾧ τὰς εὐχὰς τῷ θεῷ ἀναπέμπει.
τότε κατὰ γνώμην αὐτῷ οὐχ ὑπήντησε, τῆς τῶν ἐκκλησιῶν τοῦ θεοῦ προμηθουμένῳ εἰρήνης· ὁ δ᾿ ἐκεῖσε, τῶν Περσῶν λέγω, βασιλεὺς ὑπὲρ τῶν ὑπ᾿ αὐτὸν τῆς εὐσεβείας τροφίμων τὴν πρόνοιαν ποιούμενος, μαθὼν αὐτοὺς ὑπὸ τῶν ἐκεῖσε ἀσεβῶν ἐλαυνομένους καὶ αὐτὸν δὲ τοῦτον τὸν ἐκε〈ίνων〉 βασιλέα τῇ πλάνῃ δεδουλωμένον παντοδαποὺς
αὐτοῑς καττύειν ἐπιβουλάς, Σαβώριος δὲ ἦν, ἐπέστειλεν αὐτῷ καὶ εὐσεβεῖν παραινῶν καὶ τοὺς εὐσεβεῖς καὶ Χριστιανοὺς τιμῆς ἀπολαύειν αἰτῶν. σοφῆ δὲ τὴν τοῦ φιλοχρίστου βασιλέως σπουόὴν αὐτὰ δείξει τὰ γράμματα.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.