καθυποτάξαντος πολλὰ πάλαι Ῥωμαίοις διαστασιάσαντα. ὅσον γὰρ ἑαυτὸν δι᾿ εὐλαβείας τῷ θεῶ ἐταπεινοῦτο, τοσοῦτον, μᾶλλον δὲ πολλῷ πλεῖον αὐτῷ ὁ θεὸς πάντα κατηύθυνε.
Θωμᾶς τοῖς τῆς μεγάλης Ἰνδίας Ἰνδοῖς, ἀλλὰ τοῖς πόρρω Ἰνδοῖς Πάρθων καί τισιν ἔθνεσι πλησιοχώροις αὐτῶν οὔπω ἠν ὁ περὶ Χριστοῦ λόγος γνώριμος.
αὐτὴν τοῦ Μητροδώρου ἱστορίας χάριν ὑπεισελθεῖν πραγματείαν, ὃς ἐπήγετο παῖδας συμφυεῖς δύο, μεμυημένους μὲν εἰς ἄγαν πᾶσαν τὴν τῶν πραγμάτων παιδείαν, σπουδὴν δὲ ἔχοντας <εἰς> ἱστορίας ἁπάσης παρακαλέσαντας αὐτὸν τὸν φιλόσοφον Μερόπιον μεθ᾿ ἑαυτοῦ αὐτοὺς παραλαβεῖν· ὡν ὁ μὲν εἷς Φρουμέντιος τοὔνομα, ὁ δὲ ἕτερος
Αἰδέσιος.
θέντες γοῦν τῇ τῶν ἀναγκαίων λήψει, μάλιστα ὕδατος, ἀπάραντες ἐκ τῆς χώρας καὶ τῇ θαλάσσῃ προσπλέοντες, προσορμίζονται τοῖς κατὰ τοὺς ἐκείνους ἐκείνους τοὺς ἐνδοτάτους διαφέρουσι τόποις, μὴ δυνηθέντες προβῆναι ἀνέμων ἐναντιότητι κωλυθέντες. καὶ δὴ ἐπὶ ἡμέρας τινὰς λανθάνοντες ἦσαν ἐκεῖσε, ἐκ τῆς αὐτόθι γῆς ποριζόμενοι
τὰς χρείας τοῦ σώματος.
βασιλεῖ προσήγαγον· ὧν εὐθὺς τὸν Φρουμέντιον, αἰσθόμενος αὐτοῦ 1 2 3 τῆς εὐφυίας ὁ βασιλεὺς ἐπίτροπον οὐτοῦ καθίστα ἐπὶ τοῖς οἴκοι γινομένοις ἀναλώμασι, τὸν δὲ Αἰδέσιον οἰνοχοεῖν αὐτῷ διετύπωσεν.
νήπιον, τῆς οἰκείας βασιλείας διάδοχον νεύματι τοῦ μεγάλου τῶν Ἰνδῶν βασιλέως.
προτριβέντες μάλιστα παιδείᾳ τε καὶ ξενιτείᾳ, δι᾿ ὡν μάλιστα καὶ τοῖς νέοις κατάστασις πρεσβυτέρων προσγίνεται.
τε πλησιοχώροις προσέταττον, ἵνα τοὺς ἐπιξενουμένους Ῥωμαίων πρὸς αὐτοὺς φέρωσιν, ἐπίγνωσιν τοῦ θεοῦ δέ αὐτῶν τοῖς Ἰνδοῖς ἐγκατασπεῖραι προμηθούμενοι.
πρὸς συναθρισμὸν τῶν τὴν τοῦ θεοῦ ἐπίγνωσιν ὑποδεχομένων, εἰ καὶ μὴ δύναιντο θυσιαστήρια πηγνύναι τῷ μὴ παρεῖναι αὐτοῖς αὐθεντίαν ἱερωσύνης.
σφόδρα λυπεῖσθαι αὐτοὺς περὶ τούτου· διὸ κατηνάγκασαν τόν τε βασιλέα καὶ τὴν τούτου μητέρα ἐπιδοῦναι τὸ ἀπολυθῆναι αὐτούς· οἱ δὲ μετὰ πλείστης ὅσης θλίψεως ἐπένευσαν, ὡς δεσπότῃ γὰρ τῷ Φρουμεντίῳ ἀντειπεῖν οὐκ ἐβούλοντο.
πράγματα, ἐξῄεσαν τῆς Ἰνδίας σὺν τιμῇ πολλῇ τὴν ἐπὶ τὰ οἰκεῖα πορείαν ποιούμενοι.
τοὺς οἴακας — ἕκαστα αὐτῷ ὁ Φρουμέντιος τῶν γεγενημένων ὑφηγησάμενος ὑπομιμνήσκει ἐπισκόπους αὐτοῖς ἀποσταλῆναι.
ταῦτα ὀρθῶς διακελεύσασθαι καὶ τὰς ἐκκλησίας ὡς ἔνι μάλιστα τὰς ἐκεῖσε ἰθύνειν«; καὶ χειροτονήσας αὐτὸν ἐπίσκοπον κελεύει πάλιν εἰς Ἰνδοὺς ἀποδημῆσαι καὶ τὰς ἐκεῖσε ἐκκλησίας καθιερῶσαι καὶ αὐτόθι λαοῦ προμηθεῖσθαι.
ἀνδρί, τὰς ἀποστολικὰς ἀφιέντι ἀκτῖνας. φθάσας γὰρ τὴν προρρη- θεῖσαν ἐνδοτάτην Ἰνδίαν, ἐπὶ σημείοις καὶ δυνάμεσι τὸ τοῦ Χριστοῦ βεβαιῶν εὐαγγέλιον, πολλὰ πλήθη τῶν Ἰνδῶν ἐπὶ τὴν τοῦ Χριστοῦ ἀληθῆ πίστιν ἐφείλκυσε, γνησιώτατα αὐτῶν τὸν θεῖον δι᾿ αὐτοῦ παραδεξαμένων λόγον. διὸ καὶ ἐκκλησίαι καὶ χειροτονίαι εἰς πλῆθος
ηὔξησαν ἐν ἐκείνοις τοῖς ἔθνεσι.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.