σπουδαίως. ὡς δὲ τοῦ οἴκου τὸν περίβολον ἤγειραν οἰκοδομήσαντες, 1 2 3 ἔδει δὲ λοιπὸν τοὺς κίονας στῆσαι ἐν μέσῳ τοῦ οἴκου πρὸς διαίρεσιν τῶν συνερχομένων ἀνδρῶν τε καὶ γυναικῶν, θέλων ὁ θεὸς πάγιον γνώμην ἐνθεῖναι τῷ τε βασιλεῖ καὶ πᾶσι τοῖς ὑπ᾿ αὐτοῦ ὑπηκόοις περὶ τοῦ διὰ τῆς αἰχμαλώτου γυναικὸς κηρυχθέντος εὐαγγελίου Ἰησοῦ
Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ, ποιεῖ τὸν τρίτον κίονα εἰς μέσον ὀρθωθέντα ἔτι τε πλάγιον ὄντα μὴ γενέσθαι εἰς τέλος ὄρθιον καθάπερ καὶ οἱ δύο ἕτεροι καὶ πολλὰ καμόντες οἱ τεχνῖται τά τε ἱστία οὺν ταῖς μηχαναῖς ἁπάσαις διαρρήξαντες καὶ συντρίψαντες ὐπεξαναχωροῦσι φεύγοντες, δεδιότες μὴ ἐναπολειφθέντες χαμαὶ ὑπὸ τὸν κίονα ἀποθάνωσιν·
ἵστατο γὰρ ὁ κίων ἐν τῷ ἀέρι κρεμάμενος πλάγιος, μηδενὸς ὡς ἔθος τοῖς τεχνίταις ἐπινοουμένου παρ᾿ αὐτῶν τινος βοηθήματος.
Historia Ecclesiastica. Gelasius. ed. Gerhard Loeschke, ed. Margret Heinemann. Germany. 2016.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.